Humanitext Reader

ルキアノス · シリアの女神 §31-35

内陣の神像群とセメイオおよび有鬚のアポロン

9 / 12 箇所 · ギリシア語

要旨

神殿の黄金に輝く内陣の構造と、そこに安置されるヘラとゼウスの絢爛な神像、および両者の間に立つ謎めいた「セメイオ」という神像の役割を述べる。また、ヘリオスとセレネの神像がない理由、およびギリシアのものとは異なる衣服を着た髭のあるアポロンの像について説明する。

§31ἔνδοθεν δὲ ὁ νηὸς οὐκ ἁπλόος ἐστίν, ἀλλὰ ἐν αὐτῷ θάλαμος ἄλλος πεποίηται.
神殿の内部は単一ではなく、その中にもう一つの内陣が作られている。
ἄνοδος καὶ ἐς τοῦτον ὀλίγη·
これへの上り口もわずかである。
θύρῃσι δὲ οὐκ ἤσκηται, ἀλλὰ ἐς ἀντίον ἅπας ἀναπέπταται.
扉は取り付けられておらず、正面に向かってすべてが開け放たれている。
ἐς μὲν ὦν τὸν μέγαν νηὸν πάντες ἐσέρχονται, ἐς δὲ τὸν θάλαμον οἱ ἱρέες μοῦνον, οὐ μέντοι πάντες οἱ ἱρέες, ἀλλὰ οἳ μάλιστα ἀγχίθεοί τέ εἰσιν καὶ οἷσι πᾶσα ἐς τὸ ἱρὸν μέλεται θεραπηίη.
それゆえ、大神殿にはすべての者が入るが、内陣には神官たちだけが入る。 もっとも、すべての神官ではなく、とりわけ神々に最も近く、神殿におけるすべての奉仕を委ねられている者たちだけが入る。
ἐν δὲ τῷδε εἵαται τὰ ἕδεα, ἥ τε Ἥρη καὶ τὸν αὐτοὶ Δία ἐόντα ἑτέρῳ οὐνόματι κληίζουσιν.
そしてこの中には、ヘラと、彼ら自身がゼウスであるとしつつも別の名で呼んでいる神の御神体が安置されている。
ἄμφω δὲ χρύσεοί τέ εἰσιν καὶ ἄμφω ἕζονται·
両者とも黄金であり、両者とも座っている。
ἀλλὰ τὴν μὲν Ἥρην λέοντες φέρουσιν, ὁ δὲ ταύροισιν ἐφέζεται.
しかし、ヘラはライオンたちが支え、彼は雄牛たちの上に座っている。
Καὶ δῆτα τὸ μὲν τοῦ Διὸς ἄγαλμα ἐς Δία πάντα ὁρῇ καὶ κεφαλὴν καὶ εἵματα καὶ ἕδρην, καί μιν οὐδὲ ἐθέλων ἄλλως εἰκάσεις.
そして実際、ゼウスの像は、頭部も衣服も玉座も、すべてにおいてゼウスに似ており、仮にそうしたくないと思ったとしても、他の神に比定することはできないだろう。
§32ἡ δὲ Ἥρη σκοπέοντί τοι πολυειδέα μορφὴν ἐκφανέει·
ヘラは、よく観察する者に対して、多様な姿を見せる。
καὶ τὰ μὲν ξύμπαντα ἀτρεκέϊ λόγῳ Ἥρη ἐστΐν, ἔχει δέ τι καὶ Ἀθηναίης καὶ Ἀφροδίτης καὶ Σεληναίης καὶ Ῥέης καὶ Ἀρτέμιδος καὶ Νεμέσιος καὶ Μοιρέων.
正確に言えば、全体としてはヘラであるが、アテナ、アプロディテ、セレネ、レイア、アルテミス、ネメシス、モイライの特徴をもいくらか備えている。
χειρὶ δὲ τῇ μὲν ἑτέρῃ σκῆπτρον ἔχει, τῇ ἑτέρῃ δὲ ἄτρακτον, καὶ ἐπὶ τῇ κεφαλῇ ἀκτῖνάς τε φορέει καὶ πύργον καὶ κεστὸν τῷ μούνην τὴν Οὐρανίην κοσμέουσιν.
一方の手には笏を、他方の手には紡錘を持ち、頭の上には光背と城壁冠、そして唯一「天上の女神」だけを飾る帯を身につけている。
ἔκτοσθεν δέ οἱ χρυσός τε ἄλλος περικέαται καὶ λίθοι κάρτα πολυτελέες, τῶν οἱ μὲν λευκοί, οἱ δὲ ὑδατώδεες, πολλοὶ δὲ οἰνώδεες, πολλοὶ δὲ πυρώδεες, ἔτι δὲ ὄνυχες οἱ Σαρδῷοι πολλοὶ καὶ ὑάκινθοι καὶ σμάραγδοι, τὰ φέρουσιν Αἰγύπτιοι καὶ Ἰνδοὶ καὶ Αἰθίοπες καὶ Μῆδοι καὶ Ἀρμένιοι καὶ Βαβυλώνιοι.
彼女の外側には、他の黄金や非常に高価な宝石がちりばめられており、それらのうち、あるものは白く、あるものは水のように澄んでおり、多くは酒の色をしており、多くは火のようであり、さらにサルディニア産のオニキス、サファイア、エメラルドが多くあり、これらはエジプト人、インド人、エチオピア人、メディア人、アルメニア人、バビロニア人がもたらすものである。
τὸ δὲ δὴ μέζονος λόγου ἄξιον, τοῦτο ἀπηγήσομαι·
とりわけ特筆に値することを語ろう。
λίθον ἐπὶ τῇ κεφαλῇ φορέει·
彼女は頭の上に一つの石を戴いている。
λυχνὶς καλέεται, οὔνομα δέ οἱ τοῦ ἔργου ἡ συντυχίη.
それは「リュクニス」と呼ばれており、その名前は実態の符合から来ている。
ἀπὸ τούτου ἐν νυκτὶ σέλας πολλὸν ἀπολάμπεται, ὑπὸ δέ οἱ καὶ ὁ νηὸς ἅπας οἷον ὑπὸ λύχνοισι φαείνεται.
これからは夜になると多くの輝きが放たれ、それによって神殿全体がまるでランプに照らされたかのように明るく輝く。
ἐν ἡμέρῃ δὲ τὸ μὲν φέγγος ἀσθενέει, ἰδέην δὲ ἔχει κάρτα πυρώδεα.
昼間はその光は弱まるが、見た目は非常に火のようである。
καὶ ἄλλο θωυμαστόν ἐστιν ἐν τῷ ξοάνῳ.
また、その神像にはもう一つの驚くべき点がある。
ἢν ἑστεὼς ἀντίος ἐσορέῃς, ἐς σὲ ὁρῇ καὶ μεταβαίνοντι τὸ βλέμμα ἀκολουθέει·
もし正面に立って見つめるなら、それはあなたを見つめ、あなたが移動してもその視線は付いてくる。
καὶ ἢν ἄλλος ἑτέρωθεν ἱστορέῃ, ἴσα καὶ ἐς ἐκεῖνον ἐκτελέει.
そして、もし他の者が別の場所から観察したとしても、同じようにその者に対しても同様のことを行う。
§33ἐν μέσῳ δὲ ἀμφοτέρων ἕστηκεν ξόανον ἄλλο χρύσεον, οὐδαμὰ τοῖσι ἄλλοισι ξοάνοισι εἴκελον.
二つの像の中間には、もう一つの黄金の神像が立っており、それは他の神像には全く似ていない。
τὸ δὲ μορφὴν μὲν ἰδίην οὐκ ἔχει, φορέει δὲ τῶν ἄλλων θεῶν εἴδεα.
それは固有の姿を持たず、他の神々の特徴を帯びている。
καλέεται δὲ σημήιον καὶ ὑπʼ αὐτῶν Ἀσσυρίων, οὐδέ τι οὔνομα ἴδιον αὐτῷ ἔθεντο, ἀλλʼ οὐδὲ γενέσιος αὐτοῦ καὶ εἴδεος λέγουσιν.
それはアッシリア人自身によっても「セメイオ」と呼ばれており、彼らはこれに固有の名前を与えておらず、またその起源や姿についても語らない。
καί μιν οἱ μὲν ἐς Διόνυσον, ἄλλοι δὲ ἐς Δευκαλίωνα, οἱ δὲ ἐς Σεμίραμιν ἄγουσιν·
そしてある人々はこれをディオニュソスに、ある人々はデウカリオンに、ある人々はセミラミスに帰属させる。
καὶ γὰρ δὴ ὦν ἐπὶ τῇ κορυφῇ αὐτοῦ περιστερὴ χρυσέη ἐφέστηκεν, τοὔνεκα δὴ μυθέονται Σεμιράμιος ἔμμεναι τόδε σημήιον.
というのも、実にその頂上には黄金の鳩が留まっており、そのために人々は、この「セメイオ」はセミラミスのものであると物語るのである。
ἀποδημέει δὲ δὶς ἑκάστου ἔτεος ἐς θάλασσαν ἐς κομιδὴν τοῦ εἶπον ὕδατος.
それは毎年二回、私が言ったあの水を運ぶために、海へと旅立つ。
§34ἐν αὐτῷ δὲ τῷ νηῷ ἐσιόντων ἐν ἀριστερῇ κέαται πρῶτα μὲν θρόνος Ἠελίου, αὐτοῦ δὲ ἕδος οὐκ ἔνι·
神殿自体に入ると、左手には、まずヘリオスの玉座が置かれているが、その上に彼自身の像は載っていない。
μούνου γὰρ Ἠελίου καὶ Σεληναίης ξόανα οὐ δεικνύουσιν.
というのも、ヘリオスとセレネだけは、神像を示さないからである。
ὅτευ δὲ εἵνεκα ὧδε νομίζουσιν, ἐγὼ καὶ τόδε ἔμαθον.
なぜ彼らがそのように考えているのか、私はこのことも学んだ。
λέγουσι τοῖσι μὲν ἄλλοισι θεοῖσιν ὅσιον ἔμμεναι ξόανα ποιέεσθαι, οὐ γὰρ σφέων ἐμφανέα πάντεσι τὰ εἴδεα·
彼らの言うところでは、他の神々については神像を作ることは許されている。 なぜなら彼らの姿はすべての人に明らかではないからである。
ἠέλιος δὲ καὶ Σεληναίη πάμπαν ἐναργέες καὶ σφέας πάντες ὁρέουσι.
しかし、ヘリオスとセレネは完全に明瞭であり、すべての者がそれらを見ている。
κοίη ὦν αἰτίη ξοανουργίης τοῖσι ἐν τῷ ἠέρι φαινομένοισι;
それなら、空に現れているものたちに対して、神像を作る理由がどこにあろうか。
§35μετὰ δὲ τὸν θρόνον τοῦτον κέαται ξόανον Ἀπόλλωνος, οὐκ οἷον ἐώθεε ποιέεσθαι·
この玉座の後に、アポロンの神像が置かれているが、それは通常作られるような姿ではない。
οἱ μὲν γὰρ ἄλλοι πάντες Ἀπόλλωνα νέον τε ἥγηνται καὶ πρωθήβην ποιέουσιν, μοῦνοι δὲ οὗτοι Ἀπόλλωνος γενειήτεω ξόανον δεικνύουσιν.
というのも、他の人々は皆、アポロンを若く、青春の盛りにあるものと考え、そのように作るが、彼らだけは髭を生やしたアポロンの像を示すからである。
καὶ τάδε ποιέοντες ἑωυτοὺς μὲν ἐπαινέουσιν, Ἑλλήνων δὲ κατηγορέουσιν καὶ ἄλλων ὁκόσοι Ἀπόλλωνα παῖδα θέμενοι ἱλάσκονται.
そしてこのようにすることで、彼ら自身を称賛し、アポロンを子供とみなしてなだめようとするギリシア人やその他の人々を非難している。
αἰτίη δὲ ἥδε.
その理由は次のようなものである。
δοκέει αὐτέοισι ἀσοφίη μεγάλη ἔμμεναι ἀτελέα ποιέεσθαι τοῖσι θεοῖσι τὰ εἴδεα, τὸ δὲ νέον ἀτελὲς ἔτι νομίζουσιν.
彼らにとっては、神々の姿を不完全に作ることは大いなる無知であると思われ、若いことはまだ不完全であると考えているのである。
ἐν δὲ καὶ ἄλλο τῷ σφετέρῳ Ἀπόλλωνι καινουργέουσι·
さらに、彼らは自分たちのアポロンについてもう一つの新奇なことを行っている。
μοῦνοι Ἀπόλλωνα εἵμασι κοσμέουσιν.
彼らだけが、アポロンを衣服で飾っているのである。

語釈・文法注

  1. p.v.4.p.386τὸν αὐτοὶ Δία ἐόντα — 関係代名詞 `τὸν`(イオン方言で `ὅν` の代わり)を目的語とし、`ἐόντα`(`εἰμί` のイオン方言分詞 `ἐών` の対格)が `Δία` を述語とする対格補語。全体として「彼ら自身がゼウスである(実体はゼウスである)と認めつつも、別の名前で呼んでいる神」という意味を形成する。
  2. 32τῷ μούνην τὴν Οὐρανίην κοσμέουσιν — 関係代名詞の与格 `τῷ`(イオン方言で `ᾧ` の代わり)は手段・具格を表し、先行詞は `κεστόν`(帯)。`μούνην τὴν Οὐρανίην`(唯一のウラニア[天上の女神])は動詞 `κοσμέουσιν` の直接目的語である。
  3. 34ἐσιόντων — 動詞 `εἰσέρχομαι` の現在分詞属格複数。ここでは、神殿に入る特定の主語を明示せず、一般に「入る人々にとっての(左手に)」という、行為者を想定した方向の基準を表す独立属格的な用法(あるいは方向を表す語句と結びつく所有属格)である。

この箇所を引用する

ルキアノス, シリアの女神 §31-35. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:31-35

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。