- 底本
- Lucian, Vol. 4. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:31-35
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
神殿の黄金に輝く内陣の構造と、そこに安置されるヘラとゼウスの絢爛な神像、および両者の間に立つ謎めいた「セメイオ」という神像の役割を述べる。また、ヘリオスとセレネの神像がない理由、およびギリシアのものとは異なる衣服を着た髭のあるアポロンの像について説明する。
ἔνδοθεν δὲ ὁ νηὸς οὐκ ἁπλόος ἐστίν, ἀλλὰ ἐν αὐτῷ θάλαμος ἄλλος πεποίηται. ἄνοδος καὶ ἐς τοῦτον ὀλίγη· θύρῃσι δὲ οὐκ ἤσκηται, ἀλλὰ ἐς ἀντίον ἅπας ἀναπέπταται. ἐς μὲν ὦν τὸν μέγαν νηὸν πάντες ἐσέρχονται, ἐς δὲ τὸν θάλαμον οἱ ἱρέες μοῦνον, οὐ μέντοι πάντες οἱ ἱρέες, ἀλλὰ οἳ μάλιστα ἀγχίθεοί τέ εἰσιν καὶ οἷσι πᾶσα ἐς τὸ ἱρὸν μέλεται θεραπηίη. ἐν δὲ τῷδε εἵαται τὰ ἕδεα, ἥ τε Ἥρη καὶ τὸν αὐτοὶ Δία ἐόντα1 ἑτέρῳ οὐνόματι κληίζουσιν. ἄμφω δὲ χρύσεοί τέ εἰσιν καὶ ἄμφω ἕζονται· ἀλλὰ τὴν μὲν Ἥρην λέοντες φέρουσιν, ὁ δὲ ταύροισιν ἐφέζεται. Καὶ δῆτα τὸ μὲν τοῦ Διὸς ἄγαλμα ἐς Δία πάντα ὁρῇ καὶ κεφαλὴν καὶ εἵματα καὶ ἕδρην, καί μιν οὐδὲ ἐθέλων ἄλλως εἰκάσεις.
神殿の内部は単一ではなく、その中にもう一つの内陣が作られている。これへの上り口もわずかである。扉は取り付けられておらず、正面に向かってすべてが開け放たれている。それゆえ、大神殿にはすべての者が入るが、内陣には神官たちだけが入る。もっとも、すべての神官ではなく、とりわけ神々に最も近く、神殿におけるすべての奉仕を委ねられている者たちだけが入る。そしてこの中には、ヘラと、彼ら自身がゼウスであるとしつつも別の名で呼んでいる神の御神体が安置されている。両者とも黄金であり、両者とも座っている。しかし、ヘラはライオンたちが支え、彼は雄牛たちの上に座っている。 そして実際、ゼウスの像は、頭部も衣服も玉座も、すべてにおいてゼウスに似ており、仮にそうしたくないと思ったとしても、他の神に比定することはできないだろう。
ἡ δὲ Ἥρη σκοπέοντί τοι πολυειδέα μορφὴν ἐκφανέει· καὶ τὰ μὲν ξύμπαντα ἀτρεκέϊ λόγῳ Ἥρη ἐστίν, ἔχει δέ τι καὶ Ἀθηναίης καὶ Ἀφροδίτης καὶ Σεληναίης καὶ Ῥέης καὶ Ἀρτέμιδος καὶ Νεμέσιος καὶ Μοιρέων. χειρὶ δὲ τῇ μὲν ἑτέρῃ σκῆπτρον ἔχει, τῇ ἑτέρῃ δὲ ἄτρακτον, καὶ ἐπὶ τῇ κεφαλῇ ἀκτῖνάς τε φορέει καὶ πύργον καὶ κεστὸν τῷ μούνην τὴν Οὐρανίην κοσμέουσιν.2 ἔκτοσθεν δέ οἱ χρυσός τε ἄλλος περικέαται καὶ λίθοι κάρτα πολυτελέες, τῶν οἱ μὲν λευκοί, οἱ δὲ ὑδατώδεες, πολλοὶ δὲ οἰνώδεες, πολλοὶ δὲ πυρώδεες, ἔτι δὲ ὄνυχες οἱ Σαρδῷοι πολλοὶ καὶ ὑάκινθοι καὶ σμάραγδοι, τὰ φέρουσιν Αἰγύπτιοι καὶ Ἰνδοὶ καὶ Αἰθίοπες καὶ Μῆδοι καὶ Ἀρμένιοι καὶ Βαβυλώνιοι. τὸ δὲ δὴ μέζονος λόγου ἄξιον, τοῦτο ἀπηγήσομαι· λίθον ἐπὶ τῇ κεφαλῇ φορέει· λυχνὶς καλέεται, οὔνομα δέ οἱ τοῦ ἔργου ἡ συντυχίη. ἀπὸ τούτου ἐν νυκτὶ σέλας πολλὸν ἀπολάμπεται, ὑπὸ δέ οἱ καὶ ὁ νηὸς ἅπας οἷον ὑπὸ λύχνοισι φαείνεται. ἐν ἡμέρῃ δὲ τὸ μὲν φέγγος ἀσθενέει, ἰδέην δὲ ἔχει κάρτα πυρώδεα. καὶ ἄλλο θωυμαστόν ἐστιν ἐν τῷ ξοάνῳ. ἢν ἑστεὼς ἀντίος ἐσορέῃς, ἐς σὲ ὁρῇ καὶ μεταβαίνοντι τὸ βλέμμα ἀκολουθέει· καὶ ἢν ἄλλος ἑτέρωθεν ἱστορέῃ, ἴσα καὶ ἐς ἐκεῖνον ἐκτελέει.
ヘラは、よく観察する者に対して、多様な姿を見せる。正確に言えば、全体としてはヘラであるが、アテナ、アプロディテ、セレネ、レイア、アルテミス、ネメシス、モイライの特徴をもいくらか備えている。一方の手には笏を、他方の手には紡錘を持ち、頭の上には光背と城壁冠、そして唯一「天上の女神」だけを飾る帯を身につけている。彼女の外側には、他の黄金や非常に高価な宝石がちりばめられており、それらのうち、あるものは白く、あるものは水のように澄んでおり、多くは酒の色をしており、多くは火のようであり、さらにサルディニア産のオニキス、サファイア、エメラルドが多くあり、これらはエジプト人、インド人、エチオピア人、メディア人、アルメニア人、バビロニア人がもたらすものである。とりわけ特筆に値することを語ろう。彼女は頭の上に一つの石を戴いている。それは「リュクニス」と呼ばれており、その名前は実態の符合から来ている。これからは夜になると多くの輝きが放たれ、それによって神殿全体がまるでランプに照らされたかのように明るく輝く。昼間はその光は弱まるが、見た目は非常に火のようである。また、その神像にはもう一つの驚くべき点がある。もし正面に立って見つめるなら、それはあなたを見つめ、あなたが移動してもその視線は付いてくる。そして、もし他の者が別の場所から観察したとしても、同じようにその者に対しても同様のことを行う。
ἐν μέσῳ δὲ ἀμφοτέρων ἕστηκεν ξόανον ἄλλο χρύσεον, οὐδαμὰ τοῖσι ἄλλοισι ξοάνοισι εἴκελον. τὸ δὲ μορφὴν μὲν ἰδίην οὐκ ἔχει, φορέει δὲ τῶν ἄλλων θεῶν εἴδεα. καλέεται δὲ σημήιον καὶ ὑπʼ αὐτῶν Ἀσσυρίων, οὐδέ τι οὔνομα ἴδιον αὐτῷ ἔθεντο, ἀλλʼ οὐδὲ γενέσιος αὐτοῦ καὶ εἴδεος λέγουσιν. καί μιν οἱ μὲν ἐς Διόνυσον, ἄλλοι δὲ ἐς Δευκαλίωνα, οἱ δὲ ἐς Σεμίραμιν ἄγουσιν· καὶ γὰρ δὴ ὦν ἐπὶ τῇ κορυφῇ αὐτοῦ περιστερὴ χρυσέη ἐφέστηκεν, τοὔνεκα δὴ μυθέονται Σεμιράμιος ἔμμεναι τόδε σημήιον. ἀποδημέει δὲ δὶς ἑκάστου ἔτεος ἐς θάλασσαν ἐς κομιδὴν τοῦ εἶπον ὕδατος.
二つの像の中間には、もう一つの黄金の神像が立っており、それは他の神像には全く似ていない。それは固有の姿を持たず、他の神々の特徴を帯びている。それはアッシリア人自身によっても「セメイオン」と呼ばれており、彼らはこれに固有の名前を与えておらず、またその起源や姿についても語らない。そしてある人々はこれをディオニュソスに、ある人々はデウカリオンに、ある人々はセミラミスに帰属させる。というのも、実にその頂上には黄金の鳩が留まっており、そのために人々は、この「セメイオン」はセミラミスのものであると物語るのである。それは毎年二回、私が言ったあの水を運ぶために、海へと旅立つ。
ἐν αὐτῷ δὲ τῷ νηῷ ἐσιόντων3 ἐν ἀριστερῇ κέαται πρῶτα μὲν θρόνος Ἠελίου, αὐτοῦ δὲ ἕδος οὐκ ἔνι· μούνου γὰρ Ἠελίου καὶ Σεληναίης ξόανα οὐ δεικνύουσιν. ὅτευ δὲ εἵνεκα ὧδε νομίζουσιν, ἐγὼ καὶ τόδε ἔμαθον. λέγουσι τοῖσι μὲν ἄλλοισι θεοῖσιν ὅσιον ἔμμεναι ξόανα ποιέεσθαι, οὐ γὰρ σφέων ἐμφανέα πάντεσι τὰ εἴδεα· ἠέλιος δὲ καὶ Σεληναίη πάμπαν ἐναργέες καὶ σφέας πάντες ὁρέουσι. κοίη ὦν αἰτίη ξοανουργίης τοῖσι ἐν τῷ ἠέρι φαινομένοισι;
神殿自体に入ると、左手には、まずヘリオスの玉座が置かれているが、その上に彼自身の像は載っていない。というのも、ヘリオスとセレネだけは、神像を示さないからである。なぜ彼らがそのように考えているのか、私はこのことも学んだ。彼らの言うところでは、他の神々については神像を作ることは許されている。なぜなら彼らの姿はすべての人に明らかではないからである。しかし、ヘリオスとセレネは完全に明瞭であり、すべての者がそれらを見ている。それなら、空に現れているものたちに対して、神像を作る理由がどこにあろうか。
μετὰ δὲ τὸν θρόνον τοῦτον κέαται ξόανον Ἀπόλλωνος, οὐκ οἷον ἐώθεε ποιέεσθαι· οἱ μὲν γὰρ ἄλλοι πάντες Ἀπόλλωνα νέον τε ἥγηνται καὶ πρωθήβην ποιέουσιν, μοῦνοι δὲ οὗτοι Ἀπόλλωνος γενειήτεω ξόανον δεικνύουσιν. καὶ τάδε ποιέοντες ἑωυτοὺς μὲν ἐπαινέουσιν, Ἑλλήνων δὲ κατηγορέουσιν καὶ ἄλλων ὁκόσοι Ἀπόλλωνα παῖδα θέμενοι ἱλάσκονται. αἰτίη δὲ ἥδε. δοκέει αὐτέοισι ἀσοφίη μεγάλη ἔμμεναι ἀτελέα ποιέεσθαι τοῖσι θεοῖσι τὰ εἴδεα, τὸ δὲ νέον ἀτελὲς ἔτι νομίζουσιν. ἐν δὲ καὶ ἄλλο τῷ σφετέρῳ Ἀπόλλωνι καινουργέουσι· μοῦνοι Ἀπόλλωνα εἵμασι κοσμέουσιν.
この玉座の後に、アポロンの神像が置かれているが、それは通常作られるような姿ではない。というのも、他の人々は皆、アポロンを若く、青春の盛りにあるものと考え、そのように作るが、彼らだけは髭を生やしたアポロンの像を示すからである。そしてこのようにすることで、彼ら自身を称賛し、アポロンを子供とみなしてなだめようとするギリシア人やその他の人々を非難している。その理由は次のようなものである。彼らにとっては、神々の姿を不完全に作ることは大いなる無知であると思われ、若いことはまだ不完全であると考えているのである。さらに、彼らは自分たちのアポロンについてもう一つの新奇なことを行っている。彼らだけが、アポロンを衣服で飾っているのである。
- 31τὸν αὐτοὶ Δία ἐόντα
関係代名詞 τὸν(イオン方言で ὅν の代わり)を目的語とし、ἐόντα(εἰμί のイオン方言分詞 ἐών の対格)が Δία を述語とする対格補語。全体として「彼ら自身がゼウスである(実体はゼウスである)と認めつつも、別の名前で呼んでいる神」という意味を形成する。
- 32τῷ μούνην τὴν Οὐρανίην κοσμέουσιν
関係代名詞の与格 τῷ(イオン方言で ᾧ の代わり)は手段・具格を表し、先行詞は κεστόν(帯)。μούνην τὴν Οὐρανίην(唯一のウラニア[天上の女神])は動詞 κοσμέουσιν の直接目的語である。
- 34ἐσιόντων
動詞 εἰσέρχομαι の現在分詞属格複数。ここでは、神殿に入る特定の主語を明示せず、一般に「入る人々にとっての(左手に)」という、行為者を想定した方向の基準を表す独立属格的な用法(あるいは方向を表す語句と結びつく所有属格)である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 訳文 2 件
