Humanitext Reader

琉善 · 叙利亚女神 §31-35

内室的神像群与信标以及有须阿波罗

第 9 段,共 12 段 · 希腊语

内容简介

作者介绍了神殿内金碧辉煌的内室结构、安放于其中的赫拉与宙斯神像的华美姿态,并阐述了立于两者之间的神秘神像“信标”的性质。此外,还说明了不为日神和月神制作神像的原因,以及与希腊习惯不同、身着衣物且留有胡须的阿波罗神像。

§31ἔνδοθεν δὲ ὁ νηὸς οὐκ ἁπλόος ἐστίν, ἀλλὰ ἐν αὐτῷ θάλαμος ἄλλος πεποίηται.
神殿内部并非单一,而是在其中又建有另一个内室。
ἄνοδος καὶ ἐς τοῦτον ὀλίγη· θύρῃσι δὲ οὐκ ἤσκηται, ἀλλὰ ἐς ἀντίον ἅπας ἀναπέπταται.
通向这里的登口也很小;它没有用门装饰,而是朝向正面完全敞开。
ἐς μὲν ὦν τὸν μέγαν νηὸν πάντες ἐσέρχονται, ἐς δὲ τὸν θάλαμον οἱ ἱρέες μοῦνον, οὐ μέντοι πάντες οἱ ἱρέες, ἀλλὰ οἳ μάλιστα ἀγχίθεοί τέ εἰσιν καὶ οἷσι πᾶσα ἐς τὸ ἱρὸν μέλεται θεραπηίη.
因此,所有人都可以进入大殿,但只有祭司才能进入内室,然而并非所有祭司,而只是那些最亲近神明、且神殿的所有侍奉都归其照管的人。
ἐν δὲ τῷδε εἵαται τὰ ἕδεα, ἥ τε Ἥρη καὶ τὸν αὐτοὶ Δία ἐόντα ἑτέρῳ οὐνόματι κληίζουσιν.
而在这其中安放着神像,即赫拉以及他们自己虽承认为宙斯却用另一个名字称呼的神。
ἄμφω δὲ χρύσεοί τέ εἰσιν καὶ ἄμφω ἕζονται· ἀλλὰ τὴν μὲν Ἥρην λέοντες φέρουσιν, ὁ δὲ ταύροισιν ἐφέζεται.
两者都是黄金制成的,且两者都坐着;但赫拉由狮子驮着,而他则坐在雄牛之上。
Καὶ δῆτα τὸ μὲν τοῦ Διὸς ἄγαλμα ἐς Δία πάντα ὁρῇ καὶ κεφαλὴν καὶ εἵματα καὶ ἕδρην, καί μιν οὐδὲ ἐθέλων ἄλλως εἰκάσεις.
而且,宙斯的神像在头部、衣着和宝座等所有方面都看起来完全像宙斯,即使你不想这样,你也不会将他比作其他的神。
§32ἡ δὲ Ἥρη σκοπέοντί τοι πολυειδέα μορφὴν ἐκφανέει· καὶ τὰ μὲν ξύμπαντα ἀτρεκέϊ λόγῳ Ἥρη ἐστΐν, ἔχει δέ τι καὶ Ἀθηναίης καὶ Ἀφροδίτης καὶ Σεληναίης καὶ Ῥέης καὶ Ἀρτέμιδος καὶ Νεμέσιος καὶ Μοιρέων.
至于赫拉,对于仔细观察的人来说,她展现出多样的形象;精确地说,整体上她确实是赫拉,但她也带有一些雅典娜、阿佛洛狄忒、塞勒涅、瑞亚、阿耳忒弥斯、涅墨西斯和命运三女神的特征。
χειρὶ δὲ τῇ μὲν ἑτέρῃ σκῆπτρον ἔχει, τῇ ἑτέρῃ δὲ ἄτρακτον, καὶ ἐπὶ τῇ κεφαλῇ ἀκτῖνάς τε φορέει καὶ πύργον καὶ κεστὸν τῷ μούνην τὴν Οὐρανίην κοσμέουσιν.
她一只手拿着权杖,另一只手拿着纺锤,头上戴着光芒、塔和只有“天之女神”才配戴的束带。
ἔκτοσθεν δέ οἱ χρυσός τε ἄλλος περικέαται καὶ λίθοι κάρτα πολυτελέες, τῶν οἱ μὲν λευκοί, οἱ δὲ ὑδατώδεες, πολλοὶ δὲ οἰνώδεες, πολλοὶ δὲ πυρώδεες, ἔτι δὲ ὄνυχες οἱ Σαρδῷοι πολλοὶ καὶ ὑάκινθοι καὶ σμάραγδοι, τὰ φέρουσιν Αἰγύπτιοι καὶ Ἰνδοὶ καὶ Αἰθίοπες καὶ Μῆδοι καὶ Ἀρμένιοι καὶ Βαβυλώνιοι.
在她身体的外侧,还饰有其他的黄金和极其昂贵的宝石,其中有些是白色的,有些像水一样清澈,许多是酒红色的,许多是火红色的,此外还有许多撒丁尼亚红条纹玛瑙、风信子石和祖母绿,这些都是埃及人、印度人、埃塞俄比亚人、米底人、亚美尼亚人和巴比伦人所带来的。
τὸ δὲ δὴ μέζονος λόγου ἄξιον, τοῦτο ἀπηγήσομαι· λίθον ἐπὶ τῇ κεφαλῇ φορέει· λυχνὶς καλέεται, οὔνομα δέ οἱ τοῦ ἔργου ἡ συντυχίη.
而那真正值得更大篇幅讲述的事情,我将予以说明:她头上戴着一颗石头,被称为“灯火石”,其名字源于其效力的巧合。
ἀπὸ τούτου ἐν νυκτὶ σέλας πολλὸν ἀπολάμπεται, ὑπὸ δέ οἱ καὶ ὁ νηὸς ἅπας οἷον ὑπὸ λύχνοισι φαείνεται.
在夜里,它释放出大量的光芒,使整个神殿在它之下显得如同被灯盏照亮一般。
ἐν ἡμέρῃ δὲ τὸ μὲν φέγγος ἀσθενέει, ἰδέην δὲ ἔχει κάρτα πυρώδεα.
在白天,它的光芒虽然微弱,但外观却极其像火。
καὶ ἄλλο θωυμαστόν ἐστιν ἐν τῷ ξοάνῳ. ἢν ἑστεὼς ἀντίος ἐσορέῃς, ἐς σὲ ὁρῇ καὶ μεταβαίνοντι τὸ βλέμμα ἀκολουθέει· καὶ ἢν ἄλλος ἑτέρωθεν ἱστορέῃ, ἴσα καὶ ἐς ἐκεῖνον ἐκτελέει.
这尊木像中还有另一个奇妙之处:如果你站在正面注视,它就会注视着你,当你移动时,它的目光也会随之移动;如果另一个人从另一个地方观察,它也会对那个人做出同样的事情。
§33ἐν μέσῳ δὲ ἀμφοτέρων ἕστηκεν ξόανον ἄλλο χρύσεον, οὐδαμὰ τοῖσι ἄλλοισι ξοάνοισι εἴκελον.
在两尊神像的正中间,立着另一尊黄金神像,与其他的神像完全不同。
τὸ δὲ μορφὴν μὲν ἰδίην οὐκ ἔχει, φορέει δὲ τῶν ἄλλων θεῶν εἴδεα.
它没有自己独特的形状,却带有其他诸神的形象。
καλέεται δὲ σημήιον καὶ ὑπʼ αὐτῶν Ἀσσυρίων, οὐδέ τι οὔνομα ἴδιον αὐτῷ ἔθεντο, ἀλλʼ οὐδὲ γενέσιος αὐτοῦ καὶ εἴδεος λέγουσιν.
它甚至被阿斯利亚人自己称为“信标”,他们没有给它起任何独特的名字,甚至也不谈论它的起源和形状。
καί μιν οἱ μὲν ἐς Διόνυσον, ἄλλοι δὲ ἐς Δευκαλίωνα, οἱ δὲ ἐς Σεμίραμιν ἄγουσιν· καὶ γὰρ δὴ ὦν ἐπὶ τῇ κορυφῇ αὐτοῦ περιστερὴ χρυσέη ἐφέστηκεν, τοὔνεκα δὴ μυθέονται Σεμιράμιος ἔμμεναι τόδε σημήιον.
有些人将它归结于狄奥尼索斯,另一些人归结于德乌卡里翁,还有一些人归结于塞米拉米斯;因为在其顶端确实立着一只黄金鸽子,所以人们便传说这尊“信标”是属于塞米拉米斯的。
ἀποδημέει δὲ δὶς ἑκάστου ἔτεος ἐς θάλασσαν ἐς κομιδὴν τοῦ εἶπον ὕδατος.
它每年两次前往大海,去运送我所说的那种水。
§34ἐν αὐτῷ δὲ τῷ νηῷ ἐσιόντων ἐν ἀριστερῇ κέαται πρῶτα μὲν θρόνος Ἠελίου, αὐτοῦ δὲ ἕδος οὐκ ἔνι· μούνου γὰρ Ἠελίου καὶ Σεληναίης ξόανα οὐ δεικνύουσιν.
一进入神殿内部,左侧首先放着赫利奥斯的宝座,但其上并没有他自己的神像;因为只有赫利奥斯和塞勒涅,他们是不展示神像的。
ὅτευ δὲ εἵνεκα ὧδε νομίζουσιν, ἐγὼ καὶ τόδε ἔμαθον.
至于他们为什么这样认为,我也了解到了这一点。
λέγουσι τοῖσι μὲν ἄλλοισι θεοῖσιν ὅσιον ἔμμεναι ξόανα ποιέεσθαι, οὐ γὰρ σφέων ἐμφανέα πάντεσι τὰ εἴδεα· ἠέλιος δὲ καὶ Σεληναίη πάμπαν ἐναργέες καὶ σφέας πάντες ὁρέουσι.
他们说,为其他诸神制作神像是神圣的,因为他们的形象对所有人来说并不显而易见;但赫利奥斯和塞勒涅则是完全清晰可见的,所有人都能看到他们。
κοίη ὦν αἰτίη ξοανουργίης τοῖσι ἐν τῷ ἠέρι φαινομένοισι;
那么,对于在空中显现的事物,又有什么理由去制作神像呢?
§35μετὰ δὲ τὸν θρόνον τοῦτον κέαται ξόανον Ἀπόλλωνος, οὐκ οἷον ἐώθεε ποιέεσθαι· οἱ μὲν γὰρ ἄλλοι πάντες Ἀπόλλωνα νέον τε ἥγηνται καὶ πρωθήβην ποιέουσιν, μοῦνοι δὲ οὗτοι Ἀπόλλωνος γενειήτεω ξόανον δεικνύουσιν.
在这尊宝座之后,放着阿波罗的神像,并不是通常习惯制作的那样;因为所有其他人确实都认为阿波罗是年轻的,并把他制作成青春洋溢的样子,唯独他们展示了一尊长着胡须的阿波罗神像。
καὶ τάδε ποιέοντες ἑωυτοὺς μὲν ἐπαινέουσιν, Ἑλλήνων δὲ κατηγορέουσιν καὶ ἄλλων ὁκόσοι Ἀπόλλωνα παῖδα θέμενοι ἱλάσκονται.
他们这样做,是在赞美他们自己,同时指责希腊人以及其他所有将阿波罗视作孩童来祭祀的人。
αἰτίη δὲ ἥδε. δοκέει αὐτέοισι ἀσοφίη μεγάλη ἔμμεναι ἀτελέα ποιέεσθαι τοῖσι θεοῖσι τὰ εἴδεα, τὸ δὲ νέον ἀτελὲς ἔτι νομίζουσιν.
其原因如下:在他们看来,把神明的形象制作得不完整是大愚,而他们认为年轻仍然是不完整的。
ἐν δὲ καὶ ἄλλο τῷ σφετέρῳ Ἀπόλλωνι καινουργέουσι· μοῦνοι Ἀπόλλωνα εἵμασι κοσμέουσιν.
此外,关于他们自己的阿波罗,他们还做出了另一个创新:唯独他们用衣物来装饰阿波罗。

词汇与语法注释

  1. p.v.4.p.386τὸν αὐτοὶ Δία ἐόντα — 关系代名词 `τὸν`(爱奥尼亚方言,相当于 `ὅν`)作 `κληίζουσιν` 的宾语,而 `ἐόντα`(动词 `εἰμί` 的爱奥尼亚方言分词 `ἐών` 的宾格)与 `Δία` 一起作宾格补语,意为“他们自己虽承认其为宙斯、却用另一个名字称呼的那个神”。
  2. 32τῷ μούνην τὴν Οὐρανίην κοσμέουσιν — 与格关系代名词 `τῷ`(爱奥尼亚方言,相当于 `ᾧ`)表示工具或手段,其先行词为 `κεστόν`(束带)。`μούνην τὴν Οὐρανίην`(唯独天之女神)是动词 `κοσμέουσιν` 的直接宾语。
  3. 34ἐσιόντων — 动词 `εἰσέρχομαι` 的现在分词属格复数。在此作为表示方向起点的属格(或独立属格用法),指代泛指的进入者:“对进入的人而言(在左侧)”。

引用这一段

琉善, 叙利亚女神 §31-35. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:31-35

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。