§28ὁ μὲν χῶρος αὐτός, ἐν τῷ τὸ ἱρὸν ἵδρυται, λόφος ἐστίν, κέαται δὲ κατὰ μέσον μάλιστα τῆς πόλιος, καί οἱ τείχεα δοιὰ περικέαται.
神殿が建てられているその場所自体は丘であり、都市のほぼ中央に位置し、その周りには二重の壁が巡らされている。
τῶν δὲ τειχέων τὸ μὲν ἀρχαῖον, τὸ δὲ οὐ πολλὸν ἡμέων πρεσβύτερον.
それらの壁のうち、一方は古代のものであり、他方は我々の時代よりそれほど古くはない。
τὰ δὲ προπύλαια τοῦ ἱροῦ ἐς ἄνεμον βορέην ἀποκέκρινται, μέγαθος ὅσον τε ἑκατὸν ὀργυιέων.
神殿のプロピュライアは北風を向いており、その大きさはほぼ100オルギュイアである。
ἐν τούτοισι τοῖσι προπυλαίοισι καὶ οἱ φαλλοὶ ἑστᾶσι τοὺς Διόνυσος ἐστήσατο, ἡλικίην καὶ οἵδε τριηκοσίων ὀργυιέων.
これらのプロピュライアの中に、ディオニュソスが立てたあの男根像も立っており、これらもまた、その高さは300オルギュイアに及ぶ。
ἐς τουτέων τὸν ἕνα φαλλὸν ἀνὴρ ἑκάστου ἔτεος δὶς ἀνέρχεται οἰκέει τε ἐν ἄκρῳ τῷ φαλλῷ χρόνον ἑπτὰ ἡμερέων.
これらの一つの男根像に、一人の男が毎年二回登り、男根像の先端に7日間の期間、居住する。
αἰτίη δέ οἱ τῆς ἀνόδου ἥδε λέγεται.
彼のこの登頂の理由は次のように言われている。
οἱ μὲν πολλοὶ νομίζουσιν ὅτι ὑψοῦ τοῖσι θεοῖσιν ὁμιλέει καὶ ἀγαθὰ ξυναπάσῃ Συρίῃ αἰτέει, οἱ δὲ τῶν εὐχωλέων ἀγχόθεν ἐπαΐουσιν.
多くの人々は、彼が高い場所で神々と交わり、シリア全体のために良いことを求めており、神々は彼らの祈りを近くから聞き入れている、と考えている。
ἄλλοισιν δὲ δοκέει καὶ τάδε Δευκαλίωνος εἵνεκα ποιέεσθαι, ἐκείνης ξυμφορῆς μνήματα, ὁκότε οἱ ἄνθρωποι ἐς τὰ οὔρεα καὶ ἐς τὰ περιμήκεα τῶν δενδρέων ᾖσαν τὸ πολλὸν ὕδωρ ὀρρωδέοντες.
しかし他の人々には、これもデウカリオンのために行われていると思われており、それは人間たちが多量の水を恐れて山々や高い木々へと登って行った、あの災害の記念碑であるとされる。
ἐμοὶ μέν νυν καὶ τάδε ἀπίθανα.
しかし私にとっては、これも信じがたいことである。
δοκέω γε μὲν Διονύσῳ σφέας καὶ τάδε ποιέειν, συμβάλλομαι δὲ τουτέοισι.
私としては、彼らはこれもディオニュソスのために行っているのだと考えており、その根拠として次のことを挙げる。
φαλλοὺς ὅσοι Διονύσῳ ἐγείρουσι, ἐν τοῖσι φαλλοῖσι καὶ ἄνδρας ξυλίνους κατίζουσιν, ὅτευ μὲν εἵνεκα ἐγὼ οὐκ ἐρέω.
ディオニュソスのために男根像を建てる人々は皆、その男根像の中に木製の人形を座らせるのだが、それが何の目的であるかは私は言わない。
δοκέει δʼ ὦν μοι, καὶ ὅδε ἐς ἐκείνου μίμησιν τοῦ ξυλίνου ἀνδρὸς ἀνέρχεται.
とにかく私には、この登る男も、あの木製の人形を模して登っているのだと思われる。
§29ἡ δέ οἱ ἄνοδος τοιήδε·
彼の登り方は次のようである。
σειρῇ μικρῇ ἑωυτόν τε ἅμα καὶ τὸν φαλλὸν περιβάλλει, μετὰ δὲ ἐπιβαίνει ξύλων προσφυῶν τῷ φαλλῷ ὁκόσον ἐς χώρην ἄκρου ποδός·
彼は小さな縄で自分自身と男根像を同時に囲み、その後、男根像に取り付けられた、つま先が乗るほどの大きさの木片に足をかける。
ἀνιὼν δὲ ἅμα ἀναβάλλει τὴν σειρὴν ἀμφοτέρωθεν ὅκωσπερ ἡνιοχέων.
そして登りながら同時に、御者が手綱を操るかのように、両側から縄を上に放り投げる。
εἰ δέ τις τόδε μὲν οὐκ ὄπωπεν, ὄπωπεν δὲ φοινικοβατέοντας ἢ ἐν Ἀραβίῃ ἢ ἐν Αἰγύπτῳ ἢ ἄλλοθί κου, οἶδε τὸ λέγω.
もし誰かがこれを見たことがなくても、アラビアやエジプト、あるいは他のどこかで、ナツメヤシの木に登る人々を見たことがあるなら、私の言っていることがわかるだろう。
Ἐπεὰν δὲ ἐς τέλος ἵκηται τῆς ὁδοῦ, σειρὴν ἑτέρην ἀφεὶς τὴν αὐτὸς ἔχει, μακρὴν ταύτην, ἀνέλκει τῶν οἱ θυμός, ξύλα καὶ εἵματα καὶ σκεύεα, ἀπὸ τῶν ἕδρην συνδέων ὁκοίην καλιὴν ἱζάνει, μίμνει τε χρόνον τῶν εἶπον ἡμερέων.
彼が道の終点に達すると、自分が持っているのとは別の長い縄を垂らし、自分が欲しいもの、すなわち木材、衣服、器具などを引き上げ、それらを使って鳥の巣のような座席を縛り合わせてそこに座り、私が言った日数の間、そこにとどまる。
πολλοὶ δὲ ἀπικνεόμενοι χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ χαλκόν, τὰ νομίζουσιν, ἐς ἐχῖνον πρόσθε κείμενον κατιᾶσιν, λέγοντες τὰ οὐνόματα ἕκαστος.
そして、多くのやって来る人々が、金や銀、あるいはある人々は銅など、それぞれが適当と思うものを、前に置かれた壷の中に入れ、それぞれが自分の名前を言う。
παρεστεὼς δὲ ἄλλος ἄνω ἀγγέλλει· ὁ δὲ δεξάμενος τοὔνομα εὐχωλὴν ἐς ἕκαστον ποιέεται, ἅμα δὲ εὐχόμενος κροτέει ποίημα χάλκεον, τὸ ἀείδει μέγα καὶ τρηχὺ κινεόμενον.
傍らに立っている別の者が上に名前を告げ、上の男はその名前を受け取ると、一人一人のために祈りを捧げ、同時に祈りながら青銅の器具を打ち鳴らすが、それは動かされると大きく耳障りな音を響かせる。
εὕδει δὲ οὐδαμά·
彼は決して眠らない。
ἢν γάρ μιν ὕπνος ἕλῃ ποτέ, σκορπίος ἀνιὼν ἀνεγείρει τε καὶ ἀεικέα ἐργάζεται, καί οἱ ἥδε ἡ ζημίη τοῦ ὕπνου ἐπικέαται.
なぜなら、もし眠気が彼を襲うことがあれば、サソリが登ってきて彼を目覚めさせ、ひどい目に遭わせるからであり、この眠りに対する罰が彼に課されているのである。
τὰ μὲν ὦν ἐς τὸν σκορπίον μυθέονται ἱρά τε καὶ θεοπρεπέα·
サソリに関するこれらのことは、神聖で神にふさわしい話として語られている。
εἰ δὲ ἀτρεκέα ἐστίν, οὐκ ἔχω ἐρέειν.
しかし、それが真実であるかどうか、私には言うことができない。
δοκέει δέ μοι, μέγα ἐς ἀγρυπνίην συμβάλλεται καὶ τῆς πτώσιος ἡ ὀρρωδίη.
しかし私には、落下の恐怖もまた、彼が眠らないことに大きく貢献していると思われる。
Φαλλοβατέων μὲν δὴ πέρι τοσάδε ἀρκέει.
ファロスに登る者については、これだけで十分である。
§30ὁ δὲ νηὸς ὁρέει μὲν ἐς ἠέλιον ἀνιόντα, εἶδος δὲ καὶ ἐργασίην ἐστὶν ὁκοίους νηοὺς ἐν Ἰωνίῃ ποιέουσιν.
神殿は昇る太陽に向いており、その外観と造りは、人々がイオニアに建てる神殿のようである。
ἕδρη μεγάλη ἀνέχει ἐκ γῆς μέγαθος ὀργυιέων δυοῖν, ἐπὶ τῆς ὁ νηὸς ἐπικέαται.
地上から2オルギュイアの高さの大きな台座が支えており、その上に神殿が載っている。
ἄνοδος ἐς αὐτὸν λίθου πεποίηται, οὐ κάρτα μακρή.
それへの登り口は石で作られており、それほど長くはない。
ἀνελθόντι δὲ θωῦμα μὲν καὶ ὁ πρόνηος μέγα παρέχεται θύρῃσί τε ἤσκηται χρυσέῃσιν·
登った者には、プロナオスも大きな驚きを与え、それは黄金の扉で飾られている。
ἔνδοθεν δὲ ὁ νηὸς χρυσοῦ τε πολλοῦ ἀπολάμπεται καὶ ἡ ὀροφὴ πᾶσα χρυσέη.
神殿の内部は多くの黄金で輝いており、天井はすべて黄金である。
ἀπόζει δὲ αὐτοῦ ὀδμὴ ἀμβροσίη ὁκοίη λέγεται τῆς χώρης τῆς Ἀραβίης, καί σοι τηλόθεν ἀνιόντι προσβάλλει πνοιὴν κάρτα ἀγαθήν·
そこからは、アラビアの地のものであると言われるような、神聖な香りが漂い、遠くから近づいてくる者にも、非常に心地よい香りを吹き付ける。
καὶ ἢν αὖτις ἀπίῃς, οὐδαμὰ λείπεται, ἀλλά σευ τά τε εἵματα ἐς πολλὸν ἔχει τὴν πνοιὴν καὶ σὺ ἐς πάμπαν αὐτῆς μνήσεαι.
そして、あなたが再び立ち去ったとしても、その香りが離れることは決してなく、あなたの衣服は長い間その香りを保ち、あなた自身もそれを完全に記憶し続けるだろう。