Humanitext Reader

ルキアノス · シリアの女神 §36-44

動くアポロンの神託と神殿内外の像および祭儀

10 / 12 箇所 · ギリシア語

要旨

アポロンの神像が自ら動き神託を下す様子、神殿の外に立つ様々な神像(セミラミスの像とその由緒など)、神殿の奉仕者(神官や聖なる人々)、および儀式におけるゼウスとヘラへの犠牲の違い。

§36ἔργων δὲ αὐτοῦ πέρι πολλὰ μὲν ἔχω εἰπεῖν, ἐρέω δὲ τὸ μάλιστα θωυμάζειν ἄξιον.
彼の業について、私は言うべきことが多くあるが、最も驚嘆に値することを言おう。
πρῶτα δὲ τοῦ μαντηίου ἐπιμνήσομαι.
まず、その神託所について言及しよう。
μαντήια πολλὰ μὲν παρʼ Ἕλλησι, πολλὰ δὲ καὶ παρʼ Αἰγυπτίοισι, τὰ δὲ καὶ ἐν Λιβύῃ, καὶ ἐν τῇ δὲ Ἀσίῃ πολλά ἐστιν.
神託所はギリシア人にも多く、エジプト人にも多く、リビアにもいくつかあり、アジアにも多く存在する。
ἀλλὰ τὰ μὲν οὔτε ἱρέων ἄνευ οὔτε προφητέων φθέγγονται, ὅδε δὲ αὐτός τε κινέεται καὶ τὴν μαντηίην ἐς τέλος αὐτουργέει.
しかし、それらは神官や預言者なしには告げないが、これ自身は動き、神託の業を最後まで自ら行う。
τρόπος δὲ αὐτῆς τοιόσδε.
その方法は次のようなものである。
εὖτʼ ἂν ἐθέλῃ χρησμηγορέειν, ἐν τῇ ἕδρῃ πρῶτα κινέεται, οἱ δέ μιν ἱρέες αὐτίκα ἀείρουσιν·
神託を告ようと望むとき、まず玉座の上で動き、すると神官たちはすぐに彼を担ぎ上げる。
ἢν δὲ μὴ ἀείρωσιν, ὁ δὲ ἱδρώει καὶ ἐς μέζον ἔτι κινέεται.
もし担ぎ上げないと、彼は汗を流し、さらに大きく動く。
εὖτʼ ἂν δὲ ὑποδύντες φέρωσιν, ἄγει σφέας πάντῃ περιδινέων καὶ ἐς ἄλλον ἐξ ἑτέρου μεταπηδέων.
彼らが下に潜り込んで彼を運ぶとき、彼は彼らを四方に振り回し、あちこちへと飛び跳ねて彼らを導く。
τέλος ὁ ἀρχιερεὺς ἀντιάσας ἐπερέεταί μιν περὶ ἁπάντων πρηγμάτων·
最後に大神官が前に立ち、すべての事柄について彼に質問する。
ὁ δὲ ἤν τι μὴ ἐθέλῃ ποιέεσθαι, ὀπίσω ἀναχωρέει, ἢν δέ τι ἐπαινέῃ, ἄγει ἐς τὸ πρόσω τοὺς προφέροντας ὅκωσπερ ἡνιοχέων.
すると彼は、もし何かを行うことを望まなければ、後ろへと退き、もし承認すれば、まるで御者のように、自分を運んでいる者たちを前へと導く。
οὕτως μὲν συναγείρουσι τὰ θέσφατα, καὶ οὔτε ἱρὸν πρῆγμα οὐδὲν οὔτε ἴδιον τούτου ἄνευ ποιέουσιν.
このようにして彼らは神託を集め、聖なる仕事も私的な仕事も、これなしには何一つ行わない。
λέγει δὲ καὶ τοῦ ἔτεος πέρι καὶ τῶν ὡρέων αὐτοῦ πασέων, καὶ ὁκότε οὐκ ἔρονται.
彼はまた、年について、またそのすべての季節について、彼らが尋ねないときでも語る。
λέγει δὲ καὶ τοῦ σημηίου πέρι, κότε χρή μιν ἀποδημέειν τὴν εἶπον ἀποδημίην.
彼はまた、あのセメイオについても、私が言ったあの旅へと、いつ旅立つべきかを語る。
§37ἐρέω δὲ καὶ ἄλλο, τὸ ἐμεῦ παρεόντος ἔπρηξεν.
私はもう一つのこと、私が居合わせているときに行われたことを言おう。
οἱ μέν μιν ἱρέες ἀείροντες ἔφερον, ὁ δὲ τοὺς μὲν ἐν γῇ κάτω ἔλιπεν, αὐτὸς δὲ ἐν τῷ ἠέρι μοῦνος ἐφορέετο.
神官たちは彼を担ぎ上げて運んでいたが、彼は彼らを下方の地面に残し、彼自身は空中を一人で運ばれていった。
§38μετὰ δὲ τὸν Ἀπόλλωνα ξόανόν ἐστιν Ἄτλαντος, μετὰ δὲ Ἑρμέω καὶ Εἰλειθυίης.
アポロンの後にはアトラスの神像があり、その後にはヘルメスとエイレイテュイアの神像がある。
§39τὰ μὲν ὦν ἐντὸς τοῦ νηοῦ ὧδε κεκοσμέαται·
こうして神殿の内部は、このように飾られている。
ἔξω δὲ βωμός τε κέαται μέγας χάλκεος, ἐν δὲ καὶ ἄλλα ξόανα μυρία χάλκεα βασιλέων τε καὶ ἱρέων·
外には、青銅の大きな祭壇が置かれており、その中には、王たちや神官たちの、無数の他の青銅の像もある。
καταλέξω δὲ τῶν μάλιστα ἄξιον μνήσασθαι.
それらのうち、とりわけ言及するに値するものを列挙しよう。
ἐν ἀριστερῇ τοῦ νεὼ Σεμιράμιος ξόανον ἕστηκεν ἐν δεξιῇ τὸν νηὸν ἐπιδεικνύουσα.
神殿の左手にはセミラミスの像が立っており、右手で神殿を指し示している。
ἀνέστη δὲ διʼ αἰτίην τοιήνδε.
それは次のような理由で立てられた。
ἀνθρώποισιν ὁκόσοι Συρίην οἰκέουσιν νόμον ἐποιέετο ἑαυτὴν μὲν ὅκως θεὸν ἱλάσκεσθαι, θεῶν δὲ τῶν ἄλλων καὶ αὐτῆς Ἥρης ἀλογέειν.
シリアに住むすべての人々に対して、彼女は自分自身を神としてなだめ、他の神々やヘラ自身のことは無視するようにという法を定めた。
καὶ ὧδε ἐποίεον.
そして、彼らはそのようにした。
μετὰ δὲ ὥς οἱ θεόθεν ἀπίκοντο νοῦσοί τε καὶ συμφοραὶ καὶ ἄλγεα, μανίης μὲν ἐκείνης ἀπεπαύσατο καὶ θνητὴν ἑωυτὴν ὁμολόγεεν καὶ τοῖσιν ὑπηκόοισιν αὖτις ἐκέλευεν ἐς Ἥρην τρέπεσθαι.
しかしその後、神罰として病気や災い、苦痛が彼女に及ぶと、彼女はその狂気をやめ、自分が凡夫であることを認め、臣下たちに再びヘラへと向き直るように命じた。
τοὔνεκα δὴ ἔτι τοιήδε ἀνέστηκεν, τοῖσιν ἀπικνεομένοισι τὴν Ἥρην ἱλάσκεσθαι δεικνύουσα, καὶ θεὸν οὐκέτι ἑωυτὴν ἀλλʼ ἐκείνην ὁμολογέουσα.
そのため、彼女は今なおこのような姿で立っており、訪れる者たちにヘラをなだめるよう指し示し、もはや自分ではなく彼女が神であることを認めているのである。
§40εἶδον δὲ καὶ αὐτόθι Ἑλένης ἄγαλμα καὶ Ἑκάβης καὶ Ἀνδρομάχης καὶ Πάριδος καὶ Ἕκτορος καὶ Ἀχιλλέος.
私はまた、そこにヘレネ、ヘカベ、アンドロマケ、パリス、ヘクトル、アキレウスの像を見た。
εἶδον δὲ καὶ Νειρέος εἶδος τοῦ Ἀγλαΐης, καὶ Φιλομήλην καὶ Πρόκνην ἔτι γυναῖκας, καὶ αὐτὸν Τηρέα ὄρνιθα, καὶ ἄλλο ἄγαλμα Σεμιράμιος, καὶ Κομβάβου τὸ κατέλεξα, καὶ Στρατονίκης κάρτα καλόν, καὶ Ἀλεξάνδρου αὐτῷ ἐκείνῳ εἴκελον, παρὰ δέ οἱ Σαρδανάπαλλος ἕστηκεν ἄλλῃ μορφῇ καὶ ἄλλῃ στολῇ.
またアグライアの息子ニレウスの姿、まだ女の姿であるピロメラとプロクネ、そしてすでに鳥となったテレウス自身、セミラミスのもう一つの像、私が挙げたコンバボス、ストラトニケの非常に美しい像、アレクサンドロス自身に酷似した像を見た。 そして彼の傍らには、別の姿、別の衣服をまとったサルダナパロスが立っている。
§41ἐν δὲ τῇ αὐλῇ ἄφετοι νέμονται βόες μεγάλοι καὶ ἵπποι καὶ ἀετοὶ καὶ ἄρκτοι καὶ λέοντες, καὶ ἀνθρώπους οὐδαμὰ σίνονται, ἀλλὰ πάντες ἱροί τέ εἰσι καὶ χειροήθεες.
中庭では、放たれた大きな牛や馬、鷲、熊、ライオンが放し飼いにされており、人々を全く害することはなく、すべて聖なるものであり、人になついている。
§42ἱρέες δὲ αὐτοῖσι πολλοὶ ἀποδεδέχαται, τῶν οἱ μὲν τὰ ἱρήια σφάζουσιν, οἱ δὲ σπονδηφορέουσιν, ἄλλοι δὲ πυρφόροι καλέονται καὶ ἄλλοι παραβώμιοι.
彼らには多くの神官たちが任命されており、彼らのうち、あるものは犠牲獣を屠り、あるものは献酒を運び、他のものは火を運ぶ者と呼ばれ、他のものは祭壇の傍らに立つ者と呼ばれる。
ἐπʼ ἐμεῦ δὲ πλείονες καὶ τριηκοσίων ἐς τὴν θυσίην ἀπικνέοντο.
私の時代には、三百人以上の者が犠牲式のために集まっていた。
ἐσθὴς δὲ αὐτέοισι πᾶσι λευκή, καὶ πῖλον ἐπὶ τῇ κεφαλῇ ἔχουσιν.
彼ら全員の衣服は白く、頭にはフェルト帽をかぶっている。
ἀρχιερεὺς δὲ ἄλλος ἑκάστου ἔτεος ἐπιγίγνεται, πορφυρέην τε μοῦνος οὗτος φορέει καὶ τιάρῃ χρυσέῃ ἀναδέεται.
大神官は毎年別の者が就任し、この者だけが紫色の衣をまとい、黄金のティアラを頭に結びつける。
§43ἔστι δὲ καὶ ἄλλο πλῆθος ἀνθρώπων ἱρῶν αὐλητέων τε καὶ συριστέων καὶ Γάλλων, καὶ γυναῖκες ἐπιμανέες τε καὶ φρενοβλαβέες.
また、聖なる人々、すなわちフルート奏者やパンパイプ奏者、ガッロスたち、そして熱狂し正気を失った女たちの、もう一つの群衆がいる。
§44θυσίη δὲ δὶς ἑκάστης ἡμέρης ἐπιτελέεται, ἐς τὴν πάντες ἀπικνέονται.
犠牲式は毎日二回執り行われ、これにはすべての者が集まる。
Διὶ μὲν ὦν κατʼ ἡσυχίην θύουσιν οὔτε ἀείδοντες οὔτε αὐλέοντες·
ゼウスに対しては、歌うこともフルートを吹くこともなく、静かに犠牲を捧げる。
εὖτʼ ἂν δὲ τῇ Ἥρῃ κατάρχωνται, ἀείδουσίν τε καὶ αὐλέουσιν καὶ κρόταλα ἐπικροτέουσιν.
しかし、ヘラのために犠牲を始めるときには、彼らは歌い、フルートを吹き、カスタネットを打ち鳴らす。
καί μοι τούτου πέρι σαφὲς οὐδὲν εἰπεῖν ἐδύναντο.
そして、彼らは私に、このことについて明確な理由を何一つ言うことができなかった。

語釈・文法注

  1. ¦p.v.4.p.392¦ἀλλὰ τὰ μὲν οὔτε ἱρέων ἄνευ οὔτε προφητέων φθέγγονται — 接続詞 `ἀλλὰ` による対比構造。先行する複数の神託所(`τὰ μὲν`)と、自家動作するアポロン(`ὅδε δὲ`)の対比を明確にするため、`τὰ μὲν` が他の神託所を指していることを補って解釈する。
  2. §39ἀνθρώποισιν ὁκόσοι Συρίην οἰκέουσιν νόμον ἐποιέετο — 接続詞のない関係節を含む `ἀνθρώποισιν ὁκόσοι...` は、主動詞 `ἐποιέετο`(主語はセミラミス)に対する与格。不定詞 `ἱλάσκεσθαι` および `ἀλογέειν` の意味上の主語は、与格によって示されるシリアの住民たちである。また、`ἑαυτὴν` は `ἱλάσκεσθαι` の直接目的語となっている。
  3. §40Φιλομήλην καὶ Πρόκνην ἔτι γυναῖκας, καὶ αὐτὸν Τηρέα ὄρνιθα — 同格的名詞・形容詞(`γυναῖκας`, `ὄρνιθα`)による神話的変身の対比。ピロメラとプロクネについては「まだ女の姿である(変身前)」状態、テレウスについては「すでに鳥となった(変身後)」状態が、`ἔτι` および `αὐτὸν` を用いて強調されている。
  4. §44εὖτʼ ἂν δὲ τῇ Ἥρῃ κατάρχωνται — 接続詞 `εὖτʼ ἂν` と接続法 `κατάρχωνται` による時間的条件節。自動詞的・中間的な動詞 `κατάρχομαι` は儀式の「開始」を意味し、ここではヘラに対する犠牲の開始を示している。

この箇所を引用する

ルキアノス, シリアの女神 §36-44. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:36-44

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。