- 底本
- Lucian, Vol. 4. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:28-30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
神殿の立地、境内の巨大な男根像(ファロス)に年二回登る修行者の登頂方法と不眠を伴う頂上での生活、およびイオニア式神殿の黄金の装飾や漂う神聖な香りの特徴について描写される。
ὁ μὲν χῶρος αὐτός, ἐν τῷ τὸ ἱρὸν ἵδρυται, λόφος ἐστίν, κέαται δὲ κατὰ μέσον μάλιστα τῆς πόλιος, καί οἱ τείχεα δοιὰ περικέαται. τῶν δὲ τειχέων τὸ μὲν ἀρχαῖον, τὸ δὲ οὐ πολλὸν ἡμέων πρεσβύτερον. τὰ δὲ προπύλαια τοῦ ἱροῦ ἐς ἄνεμον βορέην ἀποκέκρινται, μέγαθος ὅσον τε ἑκατὸν ὀργυιέων. ἐν τούτοισι τοῖσι προπυλαίοισι καὶ οἱ φαλλοὶ ἑστᾶσι τοὺς Διόνυσος ἐστήσατο, ἡλικίην καὶ οἵδε τριηκοσίων ὀργυιέων. ἐς τουτέων τὸν ἕνα φαλλὸν ἀνὴρ ἑκάστου ἔτεος δὶς ἀνέρχεται οἰκέει τε ἐν ἄκρῳ τῷ φαλλῷ χρόνον ἑπτὰ ἡμερέων. αἰτίη δέ οἱ τῆς ἀνόδου ἥδε λέγεται. οἱ μὲν πολλοὶ νομίζουσιν ὅτι ὑψοῦ τοῖσι θεοῖσιν ὁμιλέει καὶ ἀγαθὰ ξυναπάσῃ Συρίῃ αἰτέει, οἱ δὲ τῶν εὐχωλέων ἀγχόθεν ἐπαΐουσιν.1 ἄλλοισιν δὲ δοκέει καὶ τάδε Δευκαλίωνος εἵνεκα ποιέεσθαι, ἐκείνης ξυμφορῆς μνήματα, ὁκότε οἱ ἄνθρωποι ἐς τὰ οὔρεα καὶ ἐς τὰ περιμήκεα τῶν δενδρέων ᾖσαν τὸ πολλὸν ὕδωρ ὀρρωδέοντες. ἐμοὶ μέν νυν καὶ τάδε ἀπίθανα. δοκέω γε μὲν Διονύσῳ σφέας καὶ τάδε ποιέειν, συμβάλλομαι δὲ τουτέοισι. φαλλοὺς ὅσοι Διονύσῳ ἐγείρουσι, ἐν τοῖσι φαλλοῖσι καὶ ἄνδρας ξυλίνους κατίζουσιν, ὅτευ μὲν εἵνεκα ἐγὼ οὐκ ἐρέω. δοκέει δʼ ὦν μοι, καὶ ὅδε ἐς ἐκείνου μίμησιν τοῦ ξυλίνου ἀνδρὸς ἀνέρχεται.
神殿が建てられているその場所自体は丘であり、都市のほぼ中央に位置し、その周りには二重の壁が巡らされている。それらの壁のうち、一方は古代のものであり、他方は我々の時代よりそれほど古くはない。神殿のプロピュライアは北風を向いており、その大きさはほぼ100オルギュイアである。これらのプロピュライアの中に、ディオニュソスが立てたあの男根像も立っており、これらもまた、その高さは300オルギュイアに及ぶ。これらの一つの男根像に、一人の男が毎年二回登り、男根像の先端に7日間の期間、居住する。彼のこの登頂の理由は次のように言われている。多くの人々は、彼が高い場所で神々と交わり、シリア全体のために良いことを求めており、神々は彼らの祈りを近くから聞き入れている、と考えている。しかし他の人々には、これもデウカリオンのために行われていると思われており、それは人間たちが多量の水を恐れて山々や高い木々へと登って行った、あの災害の記念碑であるとされる。しかし私にとっては、これも信じがたいことである。私としては、彼らはこれもディオニュソスのために行っているのだと考えており、その根拠として次のことを挙げる。ディオニュソスのために男根像を建てる人々は皆、その男根像の中に木製の人形を座らせるのだが、それが何の目的であるかは私は言わない。とにかく私には、この登る男も、あの木製の人形を模して登っているのだと思われる。
ἡ δέ οἱ ἄνοδος τοιήδε· σειρῇ μικρῇ ἑωυτόν τε ἅμα καὶ τὸν φαλλὸν περιβάλλει, μετὰ δὲ ἐπιβαίνει ξύλων προσφυῶν τῷ φαλλῷ ὁκόσον ἐς χώρην ἄκρου ποδός· ἀνιὼν δὲ ἅμα ἀναβάλλει τὴν σειρὴν ἀμφοτέρωθεν ὅκωσπερ ἡνιοχέων. εἰ δέ τις τόδε μὲν οὐκ ὄπωπεν, ὄπωπεν δὲ φοινικοβατέοντας ἢ ἐν Ἀραβίῃ ἢ ἐν Αἰγύπτῳ ἢ ἄλλοθί κου, οἶδε τὸ λέγω. Ἐπεὰν δὲ ἐς τέλος ἵκηται τῆς ὁδοῦ, σειρὴν ἑτέρην ἀφεὶς τὴν αὐτὸς ἔχει, μακρὴν ταύτην, ἀνέλκει τῶν οἱ θυμός,2 ξύλα καὶ εἵματα καὶ σκεύεα, ἀπὸ τῶν ἕδρην συνδέων ὁκοίην καλιὴν ἱζάνει, μίμνει τε χρόνον τῶν εἶπον ἡμερέων. πολλοὶ δὲ ἀπικνεόμενοι χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ χαλκόν, τὰ νομίζουσιν, ἐς ἐχῖνον πρόσθε κείμενον κατιᾶσιν, λέγοντες τὰ οὐνόματα ἕκαστος. παρεστεὼς δὲ ἄλλος ἄνω ἀγγέλλει· ὁ δὲ δεξάμενος τοὔνομα εὐχωλὴν ἐς ἕκαστον ποιέεται, ἅμα δὲ εὐχόμενος κροτέει ποίημα χάλκεον, τὸ ἀείδει μέγα καὶ τρηχὺ κινεόμενον. εὕδει δὲ οὐδαμά· ἢν γάρ μιν ὕπνος ἕλῃ ποτέ, σκορπίος ἀνιὼν ἀνεγείρει τε καὶ ἀεικέα ἐργάζεται, καί οἱ ἥδε ἡ ζημίη τοῦ ὕπνου ἐπικέαται. τὰ μὲν ὦν ἐς τὸν σκορπίον μυθέονται ἱρά τε καὶ θεοπρεπέα· εἰ δὲ ἀτρεκέα ἐστίν, οὐκ ἔχω ἐρέειν. δοκέει δέ μοι, μέγα ἐς ἀγρυπνίην συμβάλλεται καὶ τῆς πτώσιος ἡ ὀρρωδίη. Φαλλοβατέων μὲν δὴ πέρι τοσάδε ἀρκέει.
彼の登り方は次のようである。彼は小さな縄で自分自身と男根像を同時に囲み、その後、男根像に取り付けられた、つま先が乗るほどの大きさの木片に足をかける。そして登りながら同時に、御者が手綱を操るかのように、両側から縄を上に放り投げる。もし誰かがこれを見たことがなくても、アラビアやエジプト、あるいは他のどこかで、ナツメヤシの木に登る人々を見たことがあるなら、私の言っていることがわかるだろう。 彼が道の終点に達すると、自分が持っているのとは別の長い縄を垂らし、自分が欲しいもの、すなわち木材、衣服、器具などを引き上げ、それらを使って鳥の巣のような座席を縛り合わせてそこに座り、私が言った日数の間、そこにとどまる。そして、多くのやって来る人々が、金や銀、あるいはある人々は銅など、それぞれが適当と思うものを、前に置かれた壷の中に入れ、それぞれが自分の名前を言う。傍らに立っている別の者が上に名前を告げ、上の男はその名前を受け取ると、一人一人のために祈りを捧げ、同時に祈りながら青銅の器具を打ち鳴らすが、それは動かされると大きく耳障りな音を響かせる。彼は決して眠らない。なぜなら、もし眠気が彼を襲うことがあれば、サソリが登ってきて彼を目覚めさせ、ひどい目に遭わせるからであり、この眠りに対する罰が彼に課されているのである。サソリに関するこれらのことは、神聖で神にふさわしい話として語られている。しかし、それが真実であるかどうか、私には言うことができない。しかし私には、落下の恐怖もまた、彼が眠らないことに大きく貢献していると思われる。 ファロスに登る者については、これだけで十分である。
ὁ δὲ νηὸς ὁρέει μὲν ἐς ἠέλιον ἀνιόντα, εἶδος δὲ καὶ ἐργασίην ἐστὶν ὁκοίους νηοὺς ἐν Ἰωνίῃ ποιέουσιν. ἕδρη μεγάλη ἀνέχει ἐκ γῆς μέγαθος ὀργυιέων δυοῖν, ἐπὶ τῆς ὁ νηὸς ἐπικέαται. ἄνοδος ἐς αὐτὸν λίθου πεποίηται, οὐ κάρτα μακρή. ἀνελθόντι3 δὲ θωῦμα μὲν καὶ ὁ πρόνηος μέγα παρέχεται θύρῃσί τε ἤσκηται χρυσέῃσιν· ἔνδοθεν δὲ ὁ νηὸς χρυσοῦ τε πολλοῦ ἀπολάμπεται καὶ ἡ ὀροφὴ πᾶσα χρυσέη. ἀπόζει δὲ αὐτοῦ ὀδμὴ ἀμβροσίη ὁκοίη λέγεται τῆς χώρης τῆς Ἀραβίης, καί σοι τηλόθεν ἀνιόντι προσβάλλει πνοιὴν κάρτα ἀγαθήν· καὶ ἢν αὖτις ἀπίῃς, οὐδαμὰ λείπεται, ἀλλά σευ τά τε εἵματα ἐς πολλὸν ἔχει τὴν πνοιὴν καὶ σὺ ἐς πάμπαν αὐτῆς μνήσεαι.
神殿は昇る太陽に向いており、その外観と造りは、人々がイオニアに建てる神殿のようである。地上から2オルギュイアの高さの大きな台座が支えており、その上に神殿が載っている。それへの登り口は石で作られており、それほど長くはない。登った者には、プロナオスも大きな驚きを与え、それは黄金の扉で飾られている。神殿の内部は多くの黄金で輝いており、天井はすべて黄金である。そこからは、アラビアの地のものであると言われるような、神聖な香りが漂い、遠くから近づいてくる者にも、非常に心地よい香りを吹き付ける。そして、あなたが再び立ち去ったとしても、その香りが離れることは決してなく、あなたの衣服は長い間その香りを保ち、あなた自身もそれを完全に記憶し続けるだろう。
- 28οἱ δὲ τῶν εὐχωλέων ἀγχόθεν ἐπαΐουσιν
指示代名詞 οἱ δὲ(主格複数)は前文の τοῖσι θεοῖσιν(神々)を指す。「聞き入れる」を意味する動詞 ἐπαΐουσιν は、その目的語として属格 τῶν εὐχωλέων(祈り)を支配している。
- 29τῶν οἱ θυμός
関係代名詞 τῶν(属格複数)は、先行詞を含んで τούτων ὧν(彼が〜なもの)の意味になるか、あるいは指示代名詞が関係代名詞的に用いられた。οἱ は所有・関心の与格で、θυμός(心、望み)とともに「彼の心が望むもの」を表す。
- 30ἀνελθόντι
第2アオリスト能動態分詞・与格単数で、「関係の与格」あるいは「判断の与格」として機能している。「(階段を)登った者にとって」という意味になり、主節の θωῦμα ... παρέχεται(驚きを提供する)に係る。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 注 1 件
