§28ὁ μὲν χῶρος αὐτός, ἐν τῷ τὸ ἱρὸν ἵδρυται, λόφος ἐστίν, κέαται δὲ κατὰ μέσον μάλιστα τῆς πόλιος, καί οἱ τείχεα δοιὰ περικέαται.
建有神殿的那个地方本身是一座山丘,它几乎位于城市的正中央,周围环绕着两道城墙。
τῶν δὲ τειχέων τὸ μὲν ἀρχαῖον, τὸ δὲ οὐ πολλὸν ἡμέων πρεσβύτερον.
在这些城墙中,一道是古老的,另一道则比我们的时代不古老多少。
τὰ δὲ προπύλαια τοῦ ἱροῦ ἐς ἄνεμον βορέην ἀποκέκρινται, μέγαθος ὅσον τε ἑκατὸν ὀργυιέων.
神殿的前门面向北风,其大小约为一百奥尔居亚。
ἐν τούτοισι τοῖσι προπυλαίοισι καὶ οἱ φαλλοὶ ἑστᾶσι τοὺς Διόνυσος ἐστήσατο, ἡλικίην καὶ οἵδε τριηκοσίων ὀργυιέων.
在这些前门中,还立着狄奥尼索斯所立的男根像,这些男根像的高度也有三百奥尔居亚之高。
ἐς τουτέων τὸν ἕνα φαλλὸν ἀνὴρ ἑκάστου ἔτεος δὶς ἀνέρχεται οἰκέει τε ἐν ἄκρῳ τῷ φαλλῷ χρόνον ἑπτὰ ἡμερέων.
在这些男根像中的一个上面,一个男人每年两次登上去,并在男根像的顶端居住七天的时间。
αἰτίη δέ οἱ τῆς ἀνόδου ἥδε λέγεται. οἱ μὲν πολλοὶ νομίζουσιν ὅτι ὑψοῦ τοῖσι θεοῖσιν ὁμιλέει καὶ ἀγαθὰ ξυναπάσῃ Συρίῃ αἰτέει, οἱ δὲ τῶν εὐχωλέων ἀγχόθεν ἐπαΐουσιν.
他登上去的原因据说是这样的:大多数人认为,他在高处与诸神交往,并为整个叙利亚祈求福祉,而诸神在近处听从他们的祈祷。
ἄλλοισιν δὲ δοκέει καὶ τάδε Δευκαλίωνος εἵνεκα ποιέεσθαι, ἐκείνης ξυμφορῆς μνήματα, ὁκότε οἱ ἄνθρωποι ἐς τὰ οὔρεα καὶ ἐς τὰ περιμήκεα τῶν δενδρέων ᾖσαν τὸ πολλὸν ὕδωρ ὀρρωδέοντες.
但对另一些人来说,这似乎也是为了德乌卡里翁而做的,作为那场灾难的纪念,当时人们因害怕洪水而逃往山里和高大的树上。
ἐμοὶ μέν νυν καὶ τάδε ἀπίθανα.
然而,对我来说,这些事情也是不可信的。
δοκέω γε μὲν Διονύσῳ σφέας καὶ τάδε ποιέειν, συμβάλλομαι δὲ τουτέοισι. φαλλοὺς ὅσοι Διονύσῳ ἐγείρουσι, ἐν τοῖσι φαλλοῖσι καὶ ἄνδρας ξυλίνους κατίζουσιν, ὅτευ μὲν εἵνεκα ἐγὼ οὐκ ἐρέω.
我倒认为,他们是为了狄奥尼索斯而做这件事的,我从以下这点推测:凡是为狄奥尼索斯建造男根像的人,也会在男根像上安置木制的小人,至于这是为了什么,我不会说。
δοκέει δʼ ὦν μοι, καὶ ὅδε ἐς ἐκείνου μίμησιν τοῦ ξυλίνου ἀνδρὸς ἀνέρχεται.
总之,在我看来,这个登上去的人也是为了模仿那个木制的小人而登上去的。
§29ἡ δέ οἱ ἄνοδος τοιήδε· σειρῇ μικρῇ ἑωυτόν τε ἅμα καὶ τὸν φαλλὸν περιβάλλει, μετὰ δὲ ἐπιβαίνει ξύλων προσφυῶν τῷ φαλλῷ ὁκόσον ἐς χώρην ἄκρου ποδός· ἀνιὼν δὲ ἅμα ἀναβάλλει τὴν σειρὴν ἀμφοτέρωθεν ὅκωσπερ ἡνιοχέων.
他登上去的方法是这样的:他用一条小绳索同时套住自己和男根像,然后踩在固定于男根像上的木栓上,其大小刚好能容纳脚尖;他在登上去的同时,像御者驾车那样,从两边把绳索向上甩挂。
εἰ δέ τις τόδε μὲν οὐκ ὄπωπεν, ὄπωπεν δὲ φοινικοβατέοντας ἢ ἐν Ἀραβίῃ ἢ ἐν Αἰγύπτῳ ἢ ἄλλοθί κου, οἶδε τὸ λέγω.
如果有人没有见过这个,但见过在阿拉伯、埃及或其他地方爬椰子树的人,他就会明白我所说的话。
Ἐπεὰν δὲ ἐς τέλος ἵκηται τῆς ὁδοῦ, σειρὴν ἑτέρην ἀφεὶς τὴν αὐτὸς ἔχει, μακρὴν ταύτην, ἀνέλκει τῶν οἱ θυμός, ξύλα καὶ εἵματα καὶ σκεύεα, ἀπὸ τῶν ἕδρην συνδέων ὁκοίην καλιὴν ἱζάνει, μίμνει τε χρόνον τῶν εἶπον ἡμερέων.
当他到达旅途的尽头时,他放下自己所持绳索之外的另一条长绳,拉上他心里渴望的东西,如木材、衣服和器具,并用这些东西绑成一个像鸟巢一样的座位坐下,并在我所说的那几天时间里留在那里。
πολλοὶ δὲ ἀπικνεόμενοι χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ χαλκόν, τὰ νομίζουσιν, ἐς ἐχῖνον πρόσθε κείμενον κατιᾶσιν, λέγοντες τὰ οὐνόματα ἕκαστος.
许多到来的人把金、银、或有些人把铜等他们认为合适的东西投入放在前面的坛子里,每个人都说出自己的名字。
παρεστεὼς δὲ ἄλλος ἄνω ἀγγέλλει· ὁ δὲ δεξάμενος τοὔνομα εὐχωλὴν ἐς ἕκαστον ποιέεται, ἅμα δὲ εὐχόμενος κροτέει ποίημα χάλκεον, τὸ ἀείδει μέγα καὶ τρηχὺ κινεόμενον.
站在旁边的另一个人在下面把名字往上通报;而上面的那个人收到名字后,便为每个人祈祷,并在祈祷的同时敲响一件青铜器物,这件器物一动就会发出响亮而刺耳的声音。
εὕδει δὲ οὐδαμά· ἢν γάρ μιν ὕπνος ἕλῃ ποτέ, σκορπίος ἀνιὼν ἀνεγείρει τε καὶ ἀεικέα ἐργάζεται, καί οἱ ἥδε ἡ ζημίη τοῦ ὕπνου ἐπικέαται.
他绝不睡觉;因为如果睡眠何时袭击了他,就会有蝎子爬上来弄醒他,并让他吃尽苦头,而这不眠的惩罚就这样加在他身上。
τὰ μὲν ὦν ἐς τὸν σκορπίον μυθέονται ἱρά τε καὶ θεοπρεπέα· εἰ δὲ ἀτρεκέα ἐστίν, οὐκ ἔχω ἐρέειν.
关于蝎子的这些传说被说成是神圣且配得上神的;但它们是否属实,我无法说明。
δοκέει δέ μοι, μέγα ἐς ἀγρυπνίην συμβάλλεται καὶ τῆς πτώσιος ἡ ὀρρωδίη.
不过在我看来,对坠落的恐惧也对他的不眠起到了很大的作用。
Φαλλοβατέων μὲν δὴ πέρι τοσάδε ἀρκέει.
关于登男根像者,这些就足够了。
§30ὁ δὲ νηὸς ὁρέει μὲν ἐς ἠέλιον ἀνιόντα, εἶδος δὲ καὶ ἐργασίην ἐστὶν ὁκοίους νηοὺς ἐν Ἰωνίῃ ποιέουσιν.
神殿面向升起的太阳,在外观和建造上,它就像人们在爱奥尼亚所建的神殿。
ἕδρη μεγάλη ἀνέχει ἐκ γῆς μέγαθος ὀργυιέων δυοῖν, ἐπὶ τῆς ὁ νηὸς ἐπικέαται.
一个巨大的基座将它自地面升起,其高度为两奥尔居亚,神殿就坐落在其上。
ἄνοδος ἐς αὐτὸν λίθου πεποίηται, οὐ κάρτα μακρή.
通往其上的登口是由石头制成的,并不是很长。
ἀνελθόντι δὲ θωῦμα μὲν καὶ ὁ πρόνηος μέγα παρέχεται θύρῃσί τε ἤσκηται χρυσέῃσιν· ἔνδοθεν δὲ ὁ νηὸς χρυσοῦ τε πολλοῦ ἀπολάμπεται καὶ ἡ ὀροφὴ πᾶσα χρυσέη.
对于登上去的人来说,前室也呈现出巨大的奇迹,并装饰有黄金的门;神殿内部散发出许多黄金的光芒,整个屋顶都是黄金制成的。
ἀπόζει δὲ αὐτοῦ ὀδμὴ ἀμβροσίη ὁκοίη λέγεται τῆς χώρης τῆς Ἀραβίης, καί σοι τηλόθεν ἀνιόντι προσβάλλει πνοιὴν κάρτα ἀγαθήν· καὶ ἢν αὖτις ἀπίῃς, οὐδαμὰ λείπεται, ἀλλά σευ τά τε εἵματα ἐς πολλὸν ἔχει τὴν πνοιὴν καὶ σὺ ἐς πάμπαν αὐτῆς μνήσεαι.
它散发出一种神圣的香气,就像传说中阿拉伯地方的香气一样,当你从远处走近时,它就会迎面吹来非常舒适的气息;即使你再次离去,它也绝不会消失,你的衣服会在很长时间里保留这种气息,而你也会完全记住它。