§25ὁ δὲ τέως μὲν ἑστήκεεν λέγων οὐδέν·
彼はしばらくの間は何も言わずに立っていた。
ἐπεὶ δὲ ἤδη ἐς τὸν φόνον ἤγετο, φθέγξατό τε καὶ τὸ κειμήλιον αἴτεε, λέγων ὡς ἀναιρέει μιν οὐχ ὕβριος οὐδὲ γάμων εἵνεκα, ἀλλὰ ἐκείνων ἐπιθυμέων τά οἱ ἀπιὼν παρεθήκατο.
しかし、まさに死刑執行へと引かれていくとき、声を上げ、預けられた宝を求めた。 そして、自分が殺されるのは、無礼や密通のためではなく、出発するときに自分が彼に託した、あのものを彼が欲しがっているからだ、と言った。
πρὸς τάδε ὁ βασιλεὺς καλέσας τὸν ταμίην ἐκέλευεν ἐνεῖκαι τά οἱ φρουρέειν ἔδωκεν·
これに対して王は、保管係を呼んで、彼が保管のために与えたものを運んでくるよう命じた。
ὡς δὲ ἤνεικεν, λύσας τὴν σφρηγῖδα ὁ Κομβάβος τά τε ἐνεόντα ἐπέδειξεν καὶ ἑωυτὸν ὁκοῖα ἐπεπόνθεεν, ἔλεξέ τε,
ὦ βασιλεῦ, τάδε τοι ἐγὼ ὀρρωδέων, εὖτέ με ταύτην ὁδὸν ἔπεμπες, ἀέκων ᾖον·
彼がそれを持ってくると、コンバボスは封印を解き、中に入っていたものを示し、さらに自分自身がどのような目に遭っていたかを見せて、こう言った。 「王よ、私はこれらのことを恐れたからこそ、あなたが私をこの旅へと送り出そうとしたとき、気が進まないまま出発したのです。
καὶ ἐπεί με ἀναγκαίη μεγάλη ἐκ σέο κατέλαβεν, τοιάδε ἐπετέλεσα, ἐσθλὰ μὲν ἐς δεσπότεα, ἐμοὶ δὲ οὐκ εὐτυχέα.
そして、あなたから大きな強い義務が私に課されたので、私はこのようなことを行いました。 それは主人にとっては善いことであり、私にとっては不幸なことでした。
τοιόσδε μέντοι ἐὼν ἀνδρὸς ἐπʼ ἀδικίην ἐγκαλέομαι.
しかし、このような状態であるにもかかわらず、私は男としての不義の罪で訴えられているのです。
§26ὁ δὲ πρὸς τάδε ἀμβώσας περιέβαλέν τέ μιν καὶ δακρύων ἅμα ἔλεγεν,
ὦ Κομβάβε, τί μέγα κακὸν εἰργάσαο;
」王はこれに対し、大声を上げて彼を抱きしめ、涙を流しながら言った。 「コンバボスよ、なんと大きな惨事をしでかしてくれたのか。
τί δὲ σεωυτὸν οὕτως ἀεικέλιον ἔργον μοῦνος ἀνδρῶν ἔπρηξας;
なぜお前は自分自身にこのような見苦しい行為を、男たちの中でただ一人行ったのか。
τὰ οὐ πάμπαν ἐπαινέω.
私はこれを全く称賛しない。
ὦ σχέτλιε, ὃς τοιάδε ἔτλης, οἷα μήτε σὲ παθέειν μήτ’ ἐμὲ ἰδέσθαι ὤφελεν·
おお、痛ましい男よ、お前がこのようなこと、すなわちお前が被るべきでもなく、私が目にするべきでもなかったようなことに耐えたとは。
οὐ γάρ μοι ταύτης ἀπολογίης ἔδεεν.
私にはこのような弁明は必要なかったのに。
ἀλλʼ ἐπεὶ δαίμων τοιάδε ἤθελεν, πρῶτα μέν σοι τίσις ἐξ ἡμέων ἔσσεται, αὐτέων συκοφαντέων ὁ θάνατος, μετὰ δὲ μεγάλη δωρεὴ ἀπίξεται χρυσός τε πολλὸς καὶ ἄργυρος ἄπλετος καὶ ἐσθῆτες Ἀσσύριαι καὶ ἵπποι βασιλήιοι.
しかし、神がこのようなことを望んだ以上、まずお前への我々からの報いがある。 それは密告者ども自身の死である。 その後に、多大なる贈り物が届けられるだろう。 多くの金、無数の銀、アッシリアの衣服、そして王の馬たちである。
ἀπίξεαι δὲ παρʼ ἡμέας ἄνευ ἐσαγγελέος οὐδέ τις ἀπέρξει σε ἡμετέρης ὄψιος, οὐδʼ ἢν γυναικὶ ἅμα εὐνάζωμαι.
またお前は、取次人なしで我々のもとに来ることができる。 誰も我々と会うことからお前を遠ざけはしない、たとえ私が妻とともに床に入っている時であっても。
τάδε εἶπέν τε ἅμα καὶ ἐποίεεν·
」彼はこれらを言うと同時に実行した。
καὶ οἱ μὲν αὐτίκα ἐς φόνον ἤγοντο, τῷ δὲ τὰ δῶρα ἐδέδοτο καὶ ἡ φιλίη μέζων ἐγεγόνεεν.
そして、一方の人々は直ちに処刑へと引かれていき、他方の彼には贈り物が与えられ、友情はより大きくなった。
ἐδόκεεν δὲ οὐδεὶς ἔτι Ἀσσυρίων Κομβάβῳ σοφίην καὶ εὐδαιμονίην εἴκελος.
アッシリア人のうち、知恵と幸運においてコンバボスに匹敵する者はもはや誰もいないと思われた。
μετὰ δὲ αἰτησάμενος ἐκτελέσαι τὰ λείποντα τῷ νηῷ — ἀτελέα γάρ μιν ἀπολελοίπεεν — αὖτις ἐπέμπετο, καὶ τόν τε νηὸν ἐξετέλεσε καὶ τὸ λοιπὸν αὐτοῦ ἔμενεν.
その後、彼は神殿の未完成の部分を完成させることを願い出て(彼は神殿を未完成のまま残して去っていたからである)、再び送り出され、神殿を完成させ、残りの人生をそこで過ごした。
ἔδωκεν δέ οἱ βασιλεὺς ἀρετῆς τε καὶ εὐεργεσίης εἵνεκα ἐν τῷ ἱρῷ ἑστάναι χάλκεον·
そして王は、彼の徳と功績のために、神殿の中に青銅像として立つことを彼に許した。
καὶ ἔτι ἐς τιμὴν ἐν τῷ ἱρῷ Κομβάβος χάλκεος, Ἑρμοκλέος τοῦ Ῥοδίου ποίημα, μορφὴν μὲν ὁκοίη γυνή, ἐσθῆτα δὲ ἀνδρηίην ἔχει.
そして今なお、誉れとして神殿の中に青銅のコンバボス像がある。 それはロドス島出身のヘルモクレスの作品であり、姿は女性のようであるが、男性の服をまとっている。
λέγεται δὲ τῶν φίλων τοὺς μάλιστά οἱ εὐνοέοντας ἐς παραμυθίην τοῦ πάθεος κοινωνίην ἑλέσθαι τῆς συμφορῆς·
また、彼の友人たちのうち、彼に最も好意を寄せる者たちが、その苦難を慰めるために、その不幸を共有することを選んだと言われている。
ἔτεμον γὰρ ἑωυτοὺς καὶ δίαιταν τὴν αὐτὴν ἐκείνῳ διαιτέοντο.
彼らは自らを去勢し、彼と同じ生活様式で暮らしたのである。
ἄλλοι δὲ ἱρολογέουσιν ἐπὶ τῷ πρήγματι, λέγοντες ὡς ἡ Ἥρη φιλέουσα Κομβάβον πολλοῖσι τὴν τομὴν ἐπὶ νόον ἔβαλλεν, ὅκως μὴ μοῦνος ἐπὶ τῇ ἀνδρηίῃ λυπέοιτο.
しかし他の人々は、この出来事について聖なる話を語り、ヘラがコンバボスを愛するがゆえに、多くの人々の心に去勢することを思いつかせた、彼一人が男らしさの喪失について嘆くことのないように、と言っている。
§27τὸ δὲ ἔθος τοῦτο ἐπειδὴ ἅπαξ ἐγένετο, ἔτι νῦν μένει·
この習わしはいったん始まると、今なお残っている。
καὶ πολλοὶ ἑκάστου ἔτεος ἐν τῷ ἱρῷ τάμνονται καὶ θηλύνονται, εἴτε Κομβάβον παραμυθεόμενοι εἴτε καὶ Ἥρῃ χαρίζονται·
そして毎年多くの者が神殿で去勢し、女性化する。 それはコンバボスを慰めるためであれ、ヘラを喜ばせるためであれ、とにかく彼らは去勢するのである。
τάμνονται δʼ ὦν. ἐσθῆτα δὲ οἵδε οὐκέτι ἀνδρηίην ἔχουσιν, ἀλλὰ εἵματά τε γυναικήια φορέουσιν καὶ ἔργα γυναικῶν ἐπιτελέουσιν.
彼らはもはや男性の服を着ず、女性の衣服を身にまとい、女性の仕事をこなす。
ὡς δὲ ἐγὼ ἤκουον, ἀνακέαται καὶ τουτέων ἐς Κομβάβον ἡ αἰτίη·
私が聞いたところでは、彼らのこのことの原因もコンバボスに帰せられている。
συνενείχθη γάρ οἱ καὶ τάδε.
というのも、彼に次のようなことも起こったからである。
ξείνη γυνὴ ἐς πανήγυριν ἀπικομένη, ἰδοῦσα καλόν τε ἐόντα καὶ ἐσθῆτα ἔτι ἀνδρηίην ἔχοντα, ἔρωτι μεγάλῳ ἔσχετο, μετὰ δὲ μαθοῦσα ἀτελέα ἐόντα ἑωυτὴν διειργάσατο.
ある異邦の女性が祭りにやってきて、彼が美しく、またまだ男性の衣服を着ていたのを見て、激しい恋に落ちたが、後に彼が不完全であることを知ると、彼女は自分の命を絶った。
ἐπὶ τοῖσι Κομβάβος, ἀθυμέων ὅτι οἱ ἀτυχέως τὰ ἐς Ἀφροδίτην ἔχει, ἐσθῆτα γυναικηίην ἐνεδύσατο, ὅκως μηκέτι ἑτέρη γυνὴ ἴσα ἐξαπατέοιτο.
これに対して、コンバボスはアプロディテに関する事柄が自分にとって不運であることを嘆き、もはや他の女性が同じように騙されることがないようにと、女性の衣服を身にまとった。
ἥδε αἰτίη Γάλλοισι στολῆς θηλέης.
これがガッロスたちが女性の衣装を着る原因である。
Κομβάβου μέν μοι τοσάδε εἰρήσθω, Γάλλων δὲ αὖτις ἐγὼ λόγῳ ὑστέρῳ μεμνήσομαι, τομῆς τε αὐτέων, ὅκως τάμνονται, καὶ ταφῆς ὁκοίην θάπτονται, καὶ ὅτευ εἵνεκα ἐς τὸ ἱρὸν οὐκ ἐσέρχονται·
コンバボスについては、私によってこれだけが語られたこととしよう。 ガッロスたちについては、後の話で再び言及することにする、彼らの去勢、彼らがどのように去勢するか、どのような埋葬で葬られるか、そしてどのような理由で彼らが神殿に入らないかについて。
πρότερον δέ μοι θυμὸς εἰπεῖν θέσιός τε πέρι τοῦ νηοῦ καὶ μεγάθεος, καὶ δῆτα ἐρέω.
しかしその前に、私には神殿の位置と大きさについて語りたい望みがある。 そして確かに語ることにしよう。