§19Λυκῖνος
ἐκεῖνο δέ γέ φημι, τοιαύτας ἡμῖν τὰς ἀφορμὰς τῶν ἐπαινετικῶν τούτων λόγων εἶναι, ὡς χρὴ τὸν ἐπαινοῦντα καὶ εἰκόσι καὶ ὁμοιώσεσι προσχρῆσθαι, καὶ σχεδὸν ἐν τούτῳ τὸ μέγιστόν ἐστιν εὖ εἰκάσαι·
Λυκῖνος しかし私はこう言います。 このような称賛の言論の出発点は、称賛する者が肖像や類似をも併せて用いるべきだというものであり、そしてほぼこのことにおいて、最も重要なのはうまく例えることである、と。
τὸ δὲ εὖ ὧδε μάλιστʼ ἂν κρίνοιτο, οὐκ ἤν τις τοῖς ὁμοίοις παραβάλλῃ οὐδʼ ἢν πρὸς τὸ ὑποδεέστερον ποιῆται τὴν παράθεσιν, ἀλλʼ ἢν πρὸς τὸ ὑπερέχον ὡς οἷόν τε προσβιβάζῃ τὸ ἐπαινούμενον.
そして、うまく例えることは、このようにして最もよく判断されるでしょう。 もし人が、同様のものと比較したり、より劣るものに対して対比を行ったりする場合ではなく、むしろ優るものに対して、できる限り、称賛されるものを近づけていく場合においてです。
οἷον εἴ τις κύνα ἐπαινῶν εἴποι ἀλώπεκος εἶναι μείζω αὐτὸν ἢ αἰλούρου, ἆρά σοι δοκεῖ ὁ τοιοῦτος ἐπαινεῖν εἰδέναι;
例えば、もし誰かが犬を称賛して、それが狐や猫よりも大きいと言ったなら、そのような者が称賛の仕方を知っていると君は思うかね。
οὐκ ἂν εἴποις.
そうは言わないだろう。
ἀλλὰ μὴν οὐδʼ εἰ λύκῳ φαίη ἴσον αὐτὸν ὑπάρχειν, οὐδὲ οὕτως μεγαλωστὶ ἐπῄνεσεν.
いや、たとえそれが狼に等しいと言ったとしても、これでもそれほど大いに称賛したことにはならない。
ἀλλὰ ποῦ τὸ ἴδιον τοῦ ἐπαίνου ἀποτελεῖται;
では、称賛の固有の本質はどこで達成されるのか。
ἢν ὁ κύων τῷ λέοντι ἐοικέναι λέγηται καὶ μέγεθος καὶ ἀλκήν.
もしその犬が、大きさにおいても力においても、ライオンに似ていると言われるならである。
ὡς ὁ τὸν Ὠρίωνος κύνα ἐπαινῶν ἔφη ποιητὴς λεοντοδάμαν αὐτόν·
オリオンの犬を称賛した詩人がそれを「ライオンを征するもの」と呼んだようにね。
οὗτος γὰρ δὴ κυνὸς ἐντελὴς ἔπαινος.
これこそがまさに、犬に対する完全な称賛だからだ。
καὶ πάλιν εἴ τις Μίλωνα τὸν ἐκ Κρότωνος ἢ Γλαῦκον τὸν ἐκ Καρύστου ἢ Πολυδάμαντα ἐπαινέσαι θέλων ἔπειτα λέγοι ἰσχυρότερον ἕκαστον αὐτῶν γυναικὸς γενέσθαι, οὐκ ἂν οἴει γελασθῆναι αὐτὸν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ἐπαίνου;
また、クロトンのミロンや、カリュストスのグラウコス、あるいはポリュダマスを称賛したいと思いながら、その後で、彼らの一人一人が女性よりも強くなったと言う者がいたとしたら、君はその者がその称賛の愚かしさゆえに笑いものになると思わないかね。
ὅπου γε καὶ εἰ ἑνὸς ἀνδρὸς ἔλεγεν ἀμείνω εἶναι αὐτόν, οὐδὲ τοῦτο ἀπέχρησεν ἂν εἰς ἔπαινον.
実に、たった一人の男よりも彼が優れていると言ったとしても、これとて称賛としては十分ではなかっただろう。
ἀλλὰ πῶς ἐπῄνεσε ποιητὴς εὐδόκιμος τὸν Γλαῦκον, οὐδὲ
Πολυδεύκεος βίαν
φήσας ἀνατείνασθαι ἂν αὐτῷ ἐναντίας τὰς χεῖρας
οὐδὲ σιδάρεον Ἀλκμάνας τέκος;
では、高名な詩人はどのようにグラウコスを称賛したか。 ポリュデウケスの力でさえ、彼に対して両手を挙げて対抗することはなかっただろうし、アルクメネの鉄の息子でさえもそうしなかっただろうと言ってね。
ὁρᾷς ὁποίοις αὐτὸν θεοῖς εἴκασε·
君は、彼がどのような神々にグラウコスをなぞらえたか見ている。
μᾶλλον δὲ καὶ αὐτῶν ἐκείνων ἀμείνω ἀπέφαινεν.
それどころか、彼ら自身よりも彼が優れているとさえ示したのだ。
καὶ οὔτε αὐτὸς ὁ Γλαῦκος ἠγανάκτησεν τοῖς ἐφόροις τῶν ἀθλητῶν θεοῖς ἀντεπαινούμενος, οὔτε ἐκεῖνοι ἠμύναντο ἢ τὸν Γλαῦκον ἢ τὸν ποιητὴν ὡς ἀσεβοῦντα περὶ τὸν ἔπαινον, ἀλλὰ εὐδοκίμουν ἄμφω καὶ ἐτιμῶντο ὑπὸ τῶν Ἑλλήνων, ὁ μὲν ἐπὶ τῇ ἀλκῇ, ὁ Γλαῦκος, ὁ δὲ ποιητὴς ἐπί τε τοῖς ἄλλοις καὶ ἐπʼ αὐτῷ τούτῳ μάλιστα τῷ ᾄσματι.
そして、グラウコス自身も、競技者たちの守護神たる神々と同等に称賛されたことに対して憤慨しなかったし、神々もグラウコスや詩人を、称賛において不敬を働いたとして罰することもなかった。 むしろ二人ともギリシア人たちによって高い評判を得て、重んじられた。 一方はその力によって、すなわちグラウコスは、そして詩人は他の諸々のことによって、またとりわけこの歌そのものによってである。
μὴ δὴ θαυμάσῃς εἰ καὶ αὐτὸς εἰκάσαι βουλόμενος, ὅπερ ἦν τῷ ἐπαινοῦντι ἀναγκαῖον, ὑψηλοτέρῳ ἐχρησάμην τῷ παραδείγματι, τοῦτο ὑποβαλόντος τοῦ λόγου.
だから、私自身も例えようと欲して(これは称賛する者にとって必要なことであったが)、言論がこれを促したために、より高次な手本を用いたとしても、驚かないでほしい。
§20Λυκῖνος
ἐπεὶ δὲ καὶ κολακείας ἐπεμνήσθης, ὅτι μὲν καὶ σὺ μισεῖς τοὺς κολακικούς, ἐπαινῶ μέν σε, καὶ οὐκ ἐχρῆν ἄλλως.
Λυκῖνος また、君が諂いについても言及したので、君自身も諂う者たちを嫌っているという点については、私は君を称賛するし、当然それ以外であるべきでもない。
ἐθέλω δέ σοι διακρῖναι καὶ διορίσαι τό τε τοῦ ἐπαινοῦντος ἔργον καὶ τὴν τοῦ κόλακος ὑπερβολήν.
だが私は、称賛する者の務めと、諂う者の過度な誇張とを区別し、画定して見せたい。
ὁ μὲν οὖν κόλαξ ἅτε τῆς χρείας ἕνεκα τῆς ἑαυτοῦ ἐπαινῶν, ἀληθείας δὲ ὀλίγην ποιούμενος τὴν πρόνοιαν, ἅπαντα ὑπερεπαινεῖν οἴεται δεῖν, ἐπιψευδόμενος καὶ προστιθεὶς παρʼ αὑτοῦ τὰ πλείω, ὡς μὴ ἂν ὀκνῆσαι καὶ τὸν Θερσίτην εὐμορφότερον ἀποφῆναι τοῦ Ἀχιλλέως καὶ τὸν Νέστορα φάναι τῶν ἐπὶ Ἴλιον στρατευσάντων τὸν νεώτατον εἶναι.
すなわち、諂う者は自分自身の必要のために称賛するので、真実に対する配慮をほとんどせず、何でもかんでも過剰に称賛すべきだと考えており、嘘をつき、自ら多くのものを付け加え、テルシテスをアキレウスよりも美しいと示したり、ネストルをイリオンに遠征した者たちの中で最も若いと言ったりすることさえ、ためらわないほどである。
διομόσαιτο δʼ ἂν καὶ τὸν Κροίσου υἱὸν ὀξυηκοώτερον εἶναι τοῦ Μελάμποδος καὶ τὸν Φινέα ὀξύτερον δεδορκέναι τοῦ Λυγκέως, ἤνπερ μόνον κερδᾶναί τι ἐλπίσῃ ἐπὶ τῷ ψεύσματι.
また、もしその嘘によって何かを得る見込みさえあれば、クロイソスの息子がメラムポスよりも耳が鋭いとか、フィネウスがリュンケウスよりも鋭い視力を持っていたと誓って主張することさえあるだろう。
ὁ δέ γε αὐτὸ τοῦτο ἐπαινῶν οὐχ ὅπως οὐδʼ ἂν ψεύσαιτό τι ἢ προσθείη τῶν μηδὲ ὅλως προσόντων, τὰ δʼ ὑπάρχοντα αὐτῷ φύσει ἀγαθά, κἂν μὴ πάνυ μεγάλα ᾖ, παραλαβὼν ἐπηύξησε καὶ μείζω ἀπέφηνε·
他方、まさに称賛を行う者は、全く備わっていないものを嘘をついて言ったり、付け加えたりしないばかりか、生まれつきその人に備わっている美点を、たとえそれらがそれほど大きなものでなくても、受け取って増幅し、より大きく示すのである。
καὶ τολμήσειεν ἂν εἰπεῖν, ἵππον ἐπαινέσαι θέλων, φύσει κοῦφον ὧν ἴσμεν ζῴων καὶ δρομικόν, ὅτι
"Ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέεν οὐδὲ κατέκλα.
そして、私たちの知る動物の中で生まれつき軽やかで走るのが速い馬を称賛したいと思い、こう言うことさえあえてするだろう。 「アスフォデルの穂先の上を走り、それを折り曲げることもなかった。
"
καὶ πάλιν οὐκ ἂν ὀκνήσειεν φάναι
ἀελλοπόδων δρόμον ἵππων.
」また、こう言うことをためらわないだろう。 「つむじ風のような足の馬たちの走り。
καὶ ἢν οἰκίαν ἐπαινῇ καλὴν καὶ ἄριστα κατεσκευασμένην, εἴποι ἄν
"Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή.
」そして、美しく見事に建てられた家を称賛するなら、こう言うだろう。 「おそらく、オリンポスのゼウスの宮殿の内部もこのようであろう。
"
ὁ δὲ κόλαξ τοῦτο τὸ ἔπος κἂν περὶ τῆς συβώτου καλύβης εἴποι, εἰ μόνον τι παρὰ τοῦ συβώτου λαβεῖν ἐλπίσειεν·
」しかし諂う者は、豚飼いから何かを得る見込みさえあれば、この詩句を豚飼いの小屋についてさえ言うだろう。
ὅπου Κύναιθος ὁ Δημητρίου τοῦ Πολιορκητοῦ κόλαξ ἁπάντων αὐτῷ τῶν πρὸς τὴν κολακείαν καταναλωμένων ἐπῄνει ὑπὸ βηχὸς ἐνοχλούμενον τὸν Δημήτριον, ὅτι ἐμμελῶς ἐχρέμπτετο.
実際、デメトリオス・ポリオルケテスの諂い手であったキュナイトスは、デメトリオスに捧げた数々の諂いの中で、咳に悩まされているデメトリオスに対して、音楽的に痰を吐いたと称賛したのである。