§16Λυκῖνος
ἀλλὰ ἐκεῖνο ἀνιαρόν, ὦ Πολύστρατε, ὅτι μὴ ἐκείνης παρούσης ποιήσομαι τοὺς λόγους·
Λυκῖνος だがポリュストラトスよ、彼女がその場にいないところで私がこの弁明をしなければならないというのは心苦しいことだ。
μακρῷ γὰρ ἂν οὕτως ἄμεινον ἦν.
その方がはるかによかっただろうからね。
νῦν δὲ ἀνάγκη ἀπʼ ἐντολῆς ἀπολογήσασθαι.
しかし今は、伝言に基づいて弁明せざるを得ない。
ἀλλʼ εἴ μοι τοιοῦτος ἀγγελιαφόρος γένοιο πρὸς αὐτὴν οἷος παρʼ ἐκείνης πρὸς μὲ γεγένησαι, τολμήσω ἀναρρῖψαι τὸν κύβον.
だが、もし君が、彼女から私への使者であったのと同様の使者として、私から彼女への使者となってくれるなら、私は思い切って賽を投げることにしよう。
Πολύστρατος
θάρρει, ὦ Λυκῖνε, τούτου γε ἕνεκα, ὡς οὐ φαῦλόν με ὑποκριτὴν ἕξων τῆς ἀπολογίας, πειρώμενος διὰ βραχέων εἰπεῖν, ὡς ἂν μᾶλλον μνημονεύσαιμι.
Πολύστρατος その点については安心しなさい、リュキノスよ。 この弁明において、君が下手な代役を持つことはないと思ってよい。 君がよりよく記憶できるように、簡潔に語るよう努めてくれ。
Λυκῖνος
καὶ μὴν πάνυ μὲν ἔδει μοι μακρῶν τῶν λόγων πρὸς οὕτω σφοδρὰν τὴν κατηγορίαν.
Λυκῖνος 実のところ、これほど激しい告発に対しては、私には実に長い弁明が必要であった。
ὅμως δὲ σοῦ ἕνεκα ἐπιτεμοῦμαι τὴν ἀπολογίαν.
しかし、君のために弁明を切り詰めよう。
καὶ παρʼ ἐμοῦ τοίνυν τάδε αὐτῇ ἀπάγγελλε.
それでは、私から彼女へ次のことを伝えてくれ。
Πολύστρατος
μηδαμῶς, ὦ Λυκῖνε, ἀλλʼ ὥσπερ αὐτῆς ἐκείνης παρούσης λέγε τὸν λόγον, εἶτʼ ἐγὼ μιμήσομαί σε πρὸς αὐτήν.
Πολύστρατος とんでもない、リュキノスよ、そうではなく、彼女自身がそこにいるかのように弁明を語りなさい。 その後で私が彼女の前で君を模倣するから。
Λυκῖνος
οὐκοῦν ἐπειδήπερ οὕτω σοι δοκεῖ, ὦ Πολύστρατε, ἡ μὲν πάρεστι καὶ προείρηκε δηλαδὴ ἐκεῖνα ὁπόσα σὺ παρʼ αὐτῆς ἀπήγγειλας, ἡμᾶς δὲ χρὴ τῶν δευτέρων λόγων ἐνάρχεσθαι.
Λυκῖνος それなら、ポリュストラトスよ、君がそのように望むのだから、彼女はそこにいて、君が彼女から伝えたあのすべてをすでに語り終えており、私たちは第二の弁明を始めなければならないということだね。
καίτοι — οὐ γὰρ ὀκνήσω πρὸς σὲ εἰπεῖν ὃ πέπονθα — οὐκ οἶδʼ ὅπως φοβερώτερόν μοι τὸ πρᾶγμα πεποίηκας, καὶ ὡς ὁρᾷς ἱδρῶ τε ἤδη καὶ δέδοικα καὶ μονονουχὶ καὶ ὁρᾶν αὐτὴν οἴομαι, καὶ τὸ πρᾶγμα πολλήν μοι τὴν ταραχὴν ἐμπεποίηκεν.
それにしても――君に私の身に起こったことを語るのをためらいはしないが――君はどういうわけかこの件を私にとってより恐ろしいものにしてしまった。 ご覧の通り私はすでに汗をかいて恐れており、今にも彼女が見えるかのように思え、この件は私に大きな動揺をもたらした。
ἄρξομαι δʼ ὅμως·
だがそれでも始めよう。
οὐ γὰρ οἷόν τε ἀναδῦναι ἤδη παρούσης.
彼女がすでにそこにいる以上、もはや退くことはできないのだから。
Πολύστρατος
καὶ νὴ Δία πολλὴν τὴν εὐμένειαν ἐπιφαίνει τῷ προσώπῳ·
Πολύστρατος そして、ゼウスにかけて、彼女は顔に大いなる好意を示しているよ。
φαιδρὰ γὰρ ὡς ὁρᾷς καὶ προσηνής.
ご覧の通り、晴れやかで穏やかだからね。
ὥστε θαρρῶν λέγε τὸν λόγον.
だから勇気を持って弁明を語りなさい。
§17Λυκῖνος
ἐγώ σε, ὦ γυναικῶν ἀρίστη, μεγάλα, ὡς φής, καὶ πέρα τοῦ μέτρου ἐπαινέσας οὐχ ὁρῶ ὅ τι τηλικοῦτον ἐπῄνεσα, ἡλίκον αὐτὴ σὺ τοῦτο ἐγκώμιον ὑπὲρ σεαυτῆς ἐξενήνοχας τὴν πρὸς τὸ θεῖον τιμὴν ἐν μεγάλῳ τιθεμένη.
Λυκῖνος 女性の中で最も優れたお方よ、私はあなたを、あなたの言うように、大いに、かつ度を超えて称賛したとしても、これほどまでに大きな称賛を私がしたとは思いません。 あなたが神的なものへの敬意を重んじることによって、あなた自身のためにこれほど偉大な賛辞を差し出したことに比べれば。
σχεδὸν γὰρ ἁπάντων τοῦτο μεῖζον ὧν εἴρηκα περὶ σοῦ, καὶ συγγνώμη, εἰ μὴ καὶ ταύτην σοι προσέγραψα τὴν εἰκόνα ὑπʼ ἀγνοίας με διαλαθοῦσαν·
なぜなら、これは私があなたについて語ったほぼすべてのことよりも大きく、私の無知ゆえに私から隠れていて、この肖像をあなたに描き加えなかったことをお許しください。
οὐ γὰρ ἂν ἄλλην πρὸ αὐτῆς ἐγραψάμην.
もし知っていたなら、これに先立って他の肖像を描くことはなかったでしょうから。
ὥστε ταύτῃ γε οὐχ ὅπως ὑπερβάλλεσθαι τοὺς ἐπαίνους, ἀλλὰ πολὺ καταδεέστερόν μοι δοκῶ τῆς ἀξίας εἰρηκέναι.
それゆえ、この点においては、称賛が行き過ぎているどころか、私はあなたにふさわしい価値よりもはるかに不十分にしか語っていないように思われます。
σκόπει γοῦν ἡλίκον τοῦτο παρέλιπον, ὡς παμμέγεθες εἰς ἐπίδειξιν τρόπου χρηστοῦ καὶ γνώμης ὀρθῆς·
実際、私がどれほど大きなこと、優れた品性と正しい考えを示すためのどれほど巨大なことを書き落としていたか、考えてみてください。
ὡς ὅσοι τὸ θεῖον μὴ ἐν παρέργῳ σέβουσιν, οὗτοι καὶ τὰ πρὸς ἀνθρώπους ἄριστοι ἂν εἶεν.
なぜなら、神的なものをいい加減にではなく敬う人々は、人間に対する事柄においても最も優れているはずだからです。
ὥστε εἰ πάντως μετακοσμῆσαι δέοι τὸν λόγον καὶ τὸ ἄγαλμα ἐπανορθώσασθαι, ἀφελεῖν μὲν οὐκ ἄν τι τολμήσαιμι αὐτοῦ, προσθήσω δὲ καὶ τοῦτο ὥς τινα κεφαλὴν τοῦ παντὸς ἔργου καὶ κορυφήν.
したがって、もしどうしても言論を飾り直し、肖像を修正しなければならないとしても、私はそこから何一つ取り除く勇気はなく、むしろこのことを作品全体の頭であり頂点として付け加えるでしょう。
Ἐπʼ ἐκείνῳ μέντοι καὶ πάνυ πολλήν σοι εἰδέναι τὴν χάριν ὁμολογῶ·
しかし、次のことについては、あなたに本当に深い感謝を捧げます。
ἐμοῦ γὰρ ἐπαινέσαντος τὸ μέτριον τοῦ σοῦ τρόπου καὶ ὅτι μηδὲν ὑπερπετὲς μηδὲ τύφου μεστὸν ἐνεποίησέ σοι ὁ παρὼν ὄγκος τῶν πραγμάτων, σὺ τὰ τοιαῦτα αἰτιασαμένη τοῦ λόγου ἐπιστώσω τοῦ ἐπαίνου τὴν ἀλήθειαν·
私があなたの品性の控えめさ、そして現在の状況の重みがあなたに不遜さも傲慢さも植え付けなかったことを称賛したのに対して、あなたが言論のそのような点を非難したことによって、その称賛の真実性を自ら証明したのですから。
τὸ γὰρ μὴ προαρπάζειν τὰ τοιαῦτα τῶν ἐγκωμίων, ἀλλʼ αἰδεῖσθαι ἐπʼ αὐτοῖς καὶ μείζω ἢ κατὰ σὲ εἶναι λέγειν, μετρίας καὶ δημοτικῆς τινος διανοίας δεῖγμά ἐστιν.
なぜなら、そのような賛辞を先走って受け取るのではなく、それらに対して恥じ入るようにし、自分には分不相応であると言うことは、控えめで謙虚な精神の証拠だからです。
πλὴν ἀλλὰ ὅσῳπερ ἂν πρὸς τὸ ἐπαινεῖσθαι αὐτὸ οὕτω διακειμένη τυγχάνῃς, τοσούτῳ ἀξιωτέραν ὑπερεπαινεῖσθαι ἀποφαίνεις σεαυτήν, καὶ σχεδὸν εἰς τὸν τοῦ Διογένους λόγον περιελήλυθέν σοι τὸ πρᾶγμα, ὃς ἐρομένου τινὸς ὅπως ἄν τις ἔνδοξος γένοιτο,
εἰ δόξης,
ἔφη,
καταφρονήσειε.
しかしながら、あなたが称賛されること自体に対してそのような態度であればあるほど、あなたはご自身が極めて称賛されるにふさわしい人物であることを示しているのです。 そして、あなたの状況はほぼディオゲネスの言葉に行き着いています。 ある人がどうすれば有名になれるかと尋ねたとき、彼は「名声を軽蔑すれば」と言いました。
φαίην γὰρ ἂν καὶ αὐτός, εἴ τις ἔροιτό με,
τίνες εἰσὶν μάλιστα ἐπαίνου ἄξιοι; ὁπόσοι ἐπαινεῖσθαι μὴ θέλουσιν.
私もまた、もし誰かが私に「最も称賛に値するのは誰か」と尋ねたなら、「称賛されることを望まない人々すべてだ」と言うでしょう。
§18Λυκῖνος
ἀλλὰ ταῦτα μὲν ἴσως ἐξαγώνια καὶ πόρρω τοῦ πράγματος.
Λυκῖνος しかし、これらのことはおそらく本筋から外れており、本件とは遠く離れています。
ὑπὲρ δὲ οὗ χρὴ ἀπολογήσασθαι, τοῦτό ἐστιν, ὅτι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις καὶ Ἥρᾳ καὶ Ἀθηνᾷ τὴν μορφὴν ἀναπλάττων εἴκασα.
しかし、弁明しなければならない対象はこれ、すなわち、クニドスの女神、庭園の女神、ヘラ、アテナに、あなたの容姿をかたどりつつ例えたことです。
ταῦτά σοι ἔκμετρα ἔδοξεν καὶ ὑπὲρ τὸν πόδα.
これらがあなたには度を超えており、身の丈に合わないと思われたのです。
περὶ αὐτῶν δὴ τούτων ἐρῶ.
まさにこれらのことについて語りましょう。
καίτοι παλαιὸς οὗτος ὁ λόγος, ἀνευθύνους εἶναι ποιητὰς καὶ γραφέας, τοὺς δὲ ἐπαινοῦντας καὶ μᾶλλον, οἶμαι, εἰ καὶ χαμαὶ καὶ βάδην, ὥσπερ ἡμεῖς, ἀλλὰ μὴ ἐπὶ μέτρων φέροιντο.
もっとも、詩人や画家は責任を問われないというのは古い言い回しですし、称賛する者たちはなおさら責任を問われないと思います、たとえ私たちのように、韻律に乗るのではなく、地に足をつけ、徒歩で進むとしても。
ἐλεύθερον γάρ τι ὁ ἔπαινος, οὐδʼ ἔστιν αὐτοῦ μέτρον εἰς μέγεθος ἢ βραχύτητα νενομοθετημένον, ἀλλὰ τοῦτο μόνον ἐξ ἅπαντος ὁρᾷ ὅπως ὑπερθαυμάσεται καὶ ζηλωτὸν ἀποφανεῖ τὸν ἐπαινούμενον.
なぜなら、称賛とは自由なものであり、その大きさや短さに対して法的に定められた基準などないからです。 そうではなく、ただひたすらに、称賛される者をいかにしてこの上なく称え、羨まれる存在として示すかということだけを目指すのです。
οὐ μὴν ταύτην ἐγὼ βαδιοῦμαι, μὴ καὶ σοὶ δόξω ὑπʼ ἀπορίας αὐτὸ δρᾶν.
とはいえ、私はこの道は進みません。 困窮からそうしているのだと、あなたに思われないために。