← ルキアノス

『肖像』の弁明

§19-20

高次の比較の効用と称賛と諂いの区別

リュキノスは、優れた称賛には高次の事物との比較や比喩が必要であることを古典的な詩人やアスリートの例を引いて説明し、さらに、利益のために事実無根の誇張を用いる「諂い」と、対象の本来の美点を適切に高める「称賛」を明確に区別する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§19

Λυκῖνος ἐκεῖνο δέ γέ φημι, τοιαύτας ἡμῖν τὰς ἀφορμὰς τῶν ἐπαινετικῶν τούτων λόγων εἶναι,1 ὡς χρὴ τὸν ἐπαινοῦντα καὶ εἰκόσι καὶ ὁμοιώσεσι προσχρῆσθαι, καὶ σχεδὸν ἐν τούτῳ τὸ μέγιστόν ἐστιν εὖ εἰκάσαι· τὸ δὲ εὖ ὧδε μάλιστʼ ἂν κρίνοιτο, οὐκ ἤν τις τοῖς ὁμοίοις παραβάλλῃ οὐδʼ ἢν πρὸς τὸ ὑποδεέστερον ποιῆται τὴν παράθεσιν, ἀλλʼ ἢν πρὸς τὸ ὑπερέχον ὡς οἷόν τε προσβιβάζῃ τὸ ἐπαινούμενον. οἷον εἴ τις κύνα ἐπαινῶν εἴποι ἀλώπεκος εἶναι μείζω αὐτὸν ἢ αἰλούρου, ἆρά σοι δοκεῖ ὁ τοιοῦτος ἐπαινεῖν εἰδέναι; οὐκ ἂν εἴποις. ἀλλὰ μὴν οὐδʼ εἰ λύκῳ φαίη ἴσον αὐτὸν ὑπάρχειν, οὐδὲ οὕτως μεγαλωστὶ ἐπῄνεσεν. ἀλλὰ ποῦ τὸ ἴδιον τοῦ ἐπαίνου ἀποτελεῖται; ἢν ὁ κύων τῷ λέοντι ἐοικέναι λέγηται καὶ μέγεθος καὶ ἀλκήν. ὡς ὁ τὸν Ὠρίωνος κύνα ἐπαινῶν ἔφη ποιητὴς λεοντοδάμαν αὐτόν· οὗτος γὰρ δὴ κυνὸς ἐντελὴς ἔπαινος. καὶ πάλιν εἴ τις Μίλωνα τὸν ἐκ Κρότωνος ἢ Γλαῦκον τὸν ἐκ Καρύστου ἢ Πολυδάμαντα ἐπαινέσαι θέλων ἔπειτα λέγοι ἰσχυρότερον ἕκαστον αὐτῶν γυναικὸς γενέσθαι, οὐκ ἂν οἴει γελασθῆναι αὐτὸν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ἐπαίνου; ὅπου γε καὶ εἰ ἑνὸς ἀνδρὸς ἔλεγεν ἀμείνω εἶναι αὐτόν, οὐδὲ τοῦτο ἀπέχρησεν ἂν εἰς ἔπαινον. ἀλλὰ πῶς ἐπῄνεσε ποιητὴς εὐδόκιμος τὸν Γλαῦκον, οὐδὲ Πολυδεύκεος βίαν φήσας ἀνατείνασθαι ἂν2 αὐτῷ ἐναντίας τὰς χεῖρας οὐδὲ σιδάρεον Ἀλκμάνας τέκος; ὁρᾷς ὁποίοις αὐτὸν θεοῖς εἴκασε· μᾶλλον δὲ καὶ αὐτῶν ἐκείνων ἀμείνω ἀπέφαινεν. καὶ οὔτε αὐτὸς ὁ Γλαῦκος ἠγανάκτησεν τοῖς ἐφόροις τῶν ἀθλητῶν θεοῖς ἀντεπαινούμενος, οὔτε ἐκεῖνοι ἠμύναντο ἢ τὸν Γλαῦκον ἢ τὸν ποιητὴν ὡς ἀσεβοῦντα περὶ τὸν ἔπαινον, ἀλλὰ εὐδοκίμουν ἄμφω καὶ ἐτιμῶντο ὑπὸ τῶν Ἑλλήνων, ὁ μὲν ἐπὶ τῇ ἀλκῇ, ὁ Γλαῦκος, ὁ δὲ ποιητὴς ἐπί τε τοῖς ἄλλοις καὶ ἐπʼ αὐτῷ τούτῳ μάλιστα τῷ ᾄσματι. μὴ δὴ θαυμάσῃς εἰ καὶ αὐτὸς εἰκάσαι βουλόμενος, ὅπερ ἦν τῷ ἐπαινοῦντι ἀναγκαῖον, ὑψηλοτέρῳ ἐχρησάμην τῷ παραδείγματι, τοῦτο ὑποβαλόντος τοῦ λόγου.

リュキノス しかし私はこう言います。このような称賛の言論の出発点は、称賛する者が肖像や類似をも併せて用いるべきだというものであり、そしてほぼこのことにおいて、最も重要なのはうまく例えることである、と。そして、うまく例えることは、このようにして最もよく判断されるでしょう。もし人が、同様のものと比較したり、より劣るものに対して対比を行ったりする場合ではなく、むしろ優るものに対して、できる限り、称賛されるものを近づけていく場合においてです。 例えば、もし誰かが犬を称賛して、それが狐や猫よりも大きいと言ったなら、そのような者が称賛の仕方を知っていると君は思うかね。そうは言わないだろう。いや、たとえそれが狼に等しいと言ったとしても、これでもそれほど大いに称賛したことにはならない。では、称賛の固有の本質はどこで達成されるのか。もしその犬が、大きさにおいても力においても、ライオンに似ていると言われるならである。オリオンの犬を称賛した詩人がそれを「ライオンを征するもの」と呼んだようにね。これこそがまさに、犬に対する完全な称賛だからだ。 また、クロトンのミロンや、カリュストスのグラウコス、あるいはポリュダマスを称賛したいと思いながら、その後で、彼らの一人一人が女性よりも強くなったと言う者がいたとしたら、君はその者がその称賛の愚かしさゆえに笑いものになると思わないかね。実に、たった一人の男よりも彼が優れていると言ったとしても、これとて称賛としては十分ではなかっただろう。では、高名な詩人はどのようにグラウコスを称賛したか。ポリュデウケスの力でさえ、彼に対して両手を挙げて対抗することはなかっただろうし、アルクメネの鉄の息子でさえもそうしなかっただろうと言ってね。 君は、彼がどのような神々にグラウコスをなぞらえたか見ている。それどころか、彼ら自身よりも彼が優れているとさえ示したのだ。そして、グラウコス自身も、競技者たちの守護神たる神々と同等に称賛されたことに対して憤慨しなかったし、神々もグラウコスや詩人を、称賛において不敬を働いたとして罰することもなかった。むしろ二人ともギリシア人たちによって高い評判を得て、重んじられた。一方はその力によって、すなわちグラウコスは、そして詩人は他の諸々のことによって、またとりわけこの歌そのものによってである。だから、私自身も例えようと欲して(これは称賛する者にとって必要なことであったが)、言論がこれを促したために、より高次な手本を用いたとしても、驚かないでほしい。

§20

Λυκῖνος ἐπεὶ δὲ καὶ κολακείας ἐπεμνήσθης, ὅτι μὲν καὶ σὺ μισεῖς τοὺς κολακικούς, ἐπαινῶ μέν σε, καὶ οὐκ ἐχρῆν ἄλλως. ἐθέλω δέ σοι διακρῖναι καὶ διορίσαι τό τε τοῦ ἐπαινοῦντος ἔργον καὶ τὴν τοῦ κόλακος ὑπερβολήν. ὁ μὲν οὖν κόλαξ ἅτε τῆς χρείας ἕνεκα τῆς ἑαυτοῦ ἐπαινῶν, ἀληθείας δὲ ὀλίγην ποιούμενος τὴν πρόνοιαν, ἅπαντα ὑπερεπαινεῖν οἴεται δεῖν, ἐπιψευδόμενος καὶ προστιθεὶς παρʼ αὑτοῦ τὰ πλείω, ὡς μὴ ἂν ὀκνῆσαι καὶ τὸν Θερσίτην εὐμορφότερον ἀποφῆναι τοῦ Ἀχιλλέως καὶ τὸν Νέστορα φάναι τῶν ἐπὶ Ἴλιον στρατευσάντων τὸν νεώτατον εἶναι. διομόσαιτο δʼ ἂν καὶ τὸν Κροίσου υἱὸν ὀξυηκοώτερον εἶναι τοῦ Μελάμποδος καὶ τὸν Φινέα ὀξύτερον δεδορκέναι τοῦ Λυγκέως, ἤνπερ μόνον κερδᾶναί τι ἐλπίσῃ ἐπὶ τῷ ψεύσματι. ὁ δέ γε αὐτὸ τοῦτο ἐπαινῶν οὐχ ὅπως οὐδʼ ἂν ψεύσαιτό τι ἢ προσθείη τῶν μηδὲ ὅλως προσόντων, τὰ δʼ ὑπάρχοντα αὐτῷ φύσει ἀγαθά, κἂν μὴ πάνυ μεγάλα ᾖ, παραλαβὼν ἐπηύξησε καὶ μείζω ἀπέφηνε· καὶ τολμήσειεν ἂν εἰπεῖν, ἵππον ἐπαινέσαι θέλων, φύσει κοῦφον ὧν ἴσμεν ζῴων καὶ δρομικόν, ὅτι "Ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέεν οὐδὲ κατέκλα." καὶ πάλιν οὐκ ἂν ὀκνήσειεν φάναι ἀελλοπόδων δρόμον ἵππων. καὶ ἢν οἰκίαν ἐπαινῇ καλὴν καὶ ἄριστα κατεσκευασμένην, εἴποι ἄν "Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή." ὁ δὲ κόλαξ τοῦτο τὸ ἔπος κἂν περὶ τῆς συβώτου καλύβης εἴποι,3 εἰ μόνον τι παρὰ τοῦ συβώτου λαβεῖν ἐλπίσειεν· ὅπου Κύναιθος ὁ Δημητρίου τοῦ Πολιορκητοῦ κόλαξ ἁπάντων αὐτῷ τῶν πρὸς τὴν κολακείαν καταναλωμένων ἐπῄνει ὑπὸ βηχὸς ἐνοχλούμενον τὸν Δημήτριον, ὅτι ἐμμελῶς ἐχρέμπτετο.

リュキノス また、君が諂いについても言及したので、君自身も諂う者たちを嫌っているという点については、私は君を称賛するし、当然それ以外であるべきでもない。だが私は、称賛する者の務めと、諂う者の過度な誇張とを区別し、画定して見せたい。 すなわち、諂う者は自分自身の必要のために称賛するので、真実に対する配慮をほとんどせず、何でもかんでも過剰に称賛すべきだと考えており、嘘をつき、自ら多くのものを付け加え、テルシテスをアキレウスよりも美しいと示したり、ネストルをイリオンに遠征した者たちの中で最も若いと言ったりすることさえ、ためらわないほどである。また、もしその嘘によって何かを得る見込みさえあれば、クロイソスの息子がメラムポスよりも耳が鋭いとか、フィネウスがリュンケウスよりも鋭い視力を持っていたと誓って主張することさえあるだろう。他方、まさに称賛を行う者は、全く備わっていないものを嘘をついて言ったり、付け加えたりしないばかりか、生まれつきその人に備わっている美点を、たとえそれらがそれほど大きなものでなくても、受け取って増幅し、より大きく示すのである。そして、私たちの知る動物の中で生まれつき軽やかで走るのが速い馬を称賛したいと思い、こう言うことさえあえてするだろう。 「アスフォデルの穂先の上を走り、それを折り曲げることもなかった。」 また、こう言うことをためらわないだろう。 「つむじ風のような足の馬たちの走り。」 そして、美しく見事に建てられた家を称賛するなら、こう言うだろう。 「おそらく、オリンポスのゼウスの宮殿の内部もこのようであろう。」 しかし諂う者は、豚飼いから何かを得る見込みさえあれば、この詩句を豚飼いの小屋についてさえ言うだろう。実際、デメトリオス・ポリオルケテスの諂い手であったキュナイトスは、諂いのための材料がすべて彼に使い尽くされてしまったとき、咳に悩まされているデメトリオスに対して、音楽的に痰を吐いたと称賛したのである。

構文注3 件
  1. 19τοιαύτας ἡμῖν τὰς ἀφορμὰς τῶν ἐπαινετικῶν τούτων λόγων εἶναι

    動詞 φημί の目的語となる対格不定詞構文。文脈上、指示形容詞 τοιαύτας に対応して、具体的な内容(称賛における肖像や類似の必要性)を説明する ὡς 節(ὡς χρὴ...)が後続している。

  2. 19ἀνατείνασθαι ἂν

    引用された詩(シモニデス)における潜在または反実仮想を表す ἄν +不定詞の構造。分詞 φήσας(「〜と言って」)の目的語として対格不定詞構文を形成しており、その主語は Πολυδεύκεος βίαν(ポリュデウケスの力、迂言的にポリュデウケス自身を指す)および σιδάρεον Ἀλκμάνας τέκος(アルクメネの鉄の息子、すなわちヘラクレス)である。

  3. 20κἂν περὶ τῆς συβώτου καλύβης εἴποι

    κἄν は καὶ ἄν の縮約であり、希求法アオリスト εἴποι を修飾して「〜についてさえ言うだろう」という潜在・推量を示す。ここでの καί は「〜でさえ(even)」という強調を意味する副詞的用法である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 2 件
  • 2026-11-15 AI校閲 — 訳文 3 件
urn:cts:greekLit:tlg0062.tlg040.humanitext-grc2:19-20