§27ὁ γοῦν Σευηριανῷ δοθεὶς ὑπὲρ τῆς εἰς Ἀρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν.
ともかく、セウェリアヌスにアルメニア侵攻に関して与えられた神託も、その「自ら語る神託」の一つであった。
προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη·
というのも、彼に侵入を促しながら、それは次のように言ったのである。
"
Πάρθους Ἀρμενίους τε θοῷ ὑπὸ δουρὶ δαμάσσας
νοστήσεις Ῥώμην καὶ Θύβριδος ἀγλαὸν ὕδωρ
στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν.
"パルティア人とアルメニア人を素早い槍のもとに屈服させ、汝はローマとティブリスの輝かしい水へと帰還するであろう、光線と交じり合った冠をこめかみに戴きながら。
"
εἶτʼ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς εἰσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ ὑπὸ τοῦ Ὀσρόου κατακοπείς, τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων, ἐντίθησιν δʼ ἄλλον ἀντʼ αὐτοῦ·
"その後、あの愚かなケルト人が説得されて侵入し、オスロエスによって軍勢もろとも切り刻まれて破滅すると、彼はこの神託を記録から取り除き、その代わりに別の神託を挿入した。
"
μὴ σύ γʼ ἐπʼ Ἀρμενίους ἐλάαν στρατόν, οὐ γὰρ ἄμεινον,
μή σοι θηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρὸν
πότμον ἐπιπροϊεὶς παύσῃ βιότοιο φάους τε.
"アルメニア人に向けて軍勢を進めるなかれ、それは良くないことだから。
"
女の衣服を着た男が、弓から悲惨な運命を放って、汝を生命と光から引き離さぬように。
§28καὶ γὰρ αὖ καὶ τοῦτο σοφώτατον ἐπενόησε, τοὺς μεταχρονίους χρησμοὺς ἐπὶ θεραπείᾳ τῶν κακῶς προτεθεσπισμένων καὶ ἀποτετευγμένων.
"というのも、彼はまた、誤って予言され失敗した神託を繕うために、事後的に作られた神託という、極めて巧妙なことを考案したからである。
πολλάκις γὰρ πρὸ μὲν τῆς τελευτῆς τοῖς νοσοῦσιν ὑγίειαν ἐπηγγέλλετο, ἀποθανόντων δὲ χρησμὸς ἄλλος ἕτοιμος ἦν παλινῳδῶν·
しばしば、病人が死ぬ前には健康を約束していたが、彼らが死ぬと、前言を撤回する別の神託がすぐに用意されていたのである。
"
Μηκέτι δίζησθαι νούσοιο λυγρῆς ἐπαρωγήν·
"もはや悲惨な病の助けを求めるな。
πότμος γὰρ προφανὴς οὐδʼ ἐκφυγέειν δυνατόν σοι. "
運命が目の前にあり、汝が逃れることは不可能だからである。
§29εἰδὼς δὲ τοὺς ἐν Κλάρῳ καὶ Διδύμοις καὶ Μαλλῷ καὶ αὐτοὺς εὐδοκιμοῦντας ἐπὶ τῇ ὁμοίᾳ μαντικῇ ταύτῃ, φίλους αὐτοὺς ἐποιεῖτο, πολλοὺς τῶν προσιόντων πέμπων ἐπʼ αὐτοὺς λέγων·
"クラロス、ディデュマ、マロスにいる者たち自身も同様のこの占術によって名声を博しているのを知っていたので、彼は彼らを友とし、やって来る多くの者を彼らのもとへと送ってこう言った。
"Ἐς Κλάρον ἵεσο νῦν, τοὐμοῦ πατρὸς ὡς ὄπʼ ἀκούσῃς.
「今こそクラロスへ急げ、我が父の声を聞くために。
"
καὶ πάλιν·
」そしてまた。
"Βραγχιδέων ἀδύτοισι πελάζεο καὶ κλύε χρησμῶν.
「ブランクヒダイの神殿に近づき、神託を聞け。
"
καὶ αὖθις·
」そしてさらに。
"ἐς Μαλλὸν χώρει θεσπίσματά τʼ Ἀμφιλόχοιο.
「マロスへと赴き、アンピロコスの神託を聞け。
" §30ταῦτα μὲν ἐντὸς τῶν ὅρων μέχρι τῆς Ἰωνίας καὶ Κιλικίας καὶ Παφλαγονίας καὶ Γαλατίας.
」これらはイオニア、キリキア、パフラゴニア、ガラティアに至る境界の内側のことである。
ὡς δὲ καὶ εἰς τὴν Ἰταλίαν διεφοίτησεν τοῦ μαντείου τὸ κλέος καὶ εἰς τὴν Ῥωμαίων πόλιν ἐνέπεσεν, οὐδεὶς ὅστις οὐκ ἄλλος πρὸ ἄλλου ἠπείγετο, οἱ μὲν αὐτοὶ ἰόντες, οἱ δὲ πέμποντες, καὶ μάλιστα οἱ δυνατώτατοι καὶ μέγιστον ἀξίωμα ἐν τῇ πόλει ἔχοντες·
しかし、神託所の名声がイタリアにまで伝わり、ローマ人の都市に入り込むと、誰もが競って急ぎ、ある者は自ら赴き、ある者は使者を送り、特に最も有力で都市で最大の権威を持つ者たちがそうであった。
ὧν πρῶτος καὶ κορυφαιότατος ἐγένετο Ῥουτιλιανός, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθὸς καὶ ἐν πολλαῖς τάξεσι Ῥωμαϊκαῖς ἐξητασμένος, τὰ δὲ περὶ τοὺς θεοὺς πάνυ νοσῶν καὶ ἀλλόκοτα περὶ αὐτῶν πεπιστευκώς, εἰ μόνον ἀληλιμμένον που λίθον ἢ ἐστεφανωμένον θεάσαιτο, προσπίπτων εὐθὺς καὶ προσκυνῶν καὶ ἐπὶ πολὺ παρεστὼς καὶ εὐχόμενος καὶ τἀγαθὰ παρʼ αὐτοῦ αἰτῶν.
彼らのうちで最初にして最も筆頭であったのはルティリアヌスであった。 彼は、他の点では立派な人物であり、ローマの多くの職務において実力を試されてきたが、神々に関する事柄については極めて病んでおり、彼らについて奇妙なことを信じ込んでいて、どこかで油を塗られた石や花冠を飾られた石を見かけさえすれば、すぐにひれ伏して拝み、その傍らに長く立ち尽くして祈り、それから善きものを求めていた。
οὗτος τοίνυν ἀκούσας τὰ περὶ τοῦ χρηστηρίου μικροῦ μὲν ἐδέησεν ἀφεὶς τὴν ἐγκεχειρισμένην τάξιν εἰς τὸ τοῦ Ἀβώνου τεῖχος ἀναπτῆναι.
さて、この男は神託所についての話を聞くと、委ねられていた職務を放り出してアボノス・テイコスへと飛んで行きかねないほどであった。
ἔπεμπε δʼ οὖν ἄλλους ἐπʼ ἄλλοις·
ともかく、彼は次々と使者を送った。
οἱ δὲ πεμπόμενοι, ἰδιῶταί τινες οἰκέται, ῥᾳδίως ἐξαπατηθέντες ἂν ἐπανῄεσαν, τὰ μὲν ἰδόντες, τὰ δὲ ὡς ἰδόντες καὶ ἀκούσαντες διηγούμενοι καὶ προσεπιμετροῦντες ἔτι πλείω τούτων, ὡς ἐντιμότεροι εἶεν παρὰ τῷ δεσπότῃ.
送られた者たちは、世間知らずの家僕たちであったため、簡単に騙されて戻ってきては、あるものは見たこととして、あるものは見たかのように、また聞いたかのように語り、さらに主人に対してより重んじられるために、それらに多くのことを付け足して報告した。
ἐξέκαιον οὖν τὸν ἄθλιον γέροντα καὶ εἰς μανίαν ἐρρωμένην ἐνέβαλον.
こうして彼らはあの哀れな老人を煽り立て、激しい狂気へと投げ入れたのである。
§31ὁ δέ, ὡς ἂν τοῖς πλείστοις καὶ δυνατωτάτοις φίλος ὤν, περιῄει τὰ μὲν διηγούμενος ὡς ἀκούσειε παρὰ τῶν πεμφθέντων, τὰ δὲ καὶ παρʼ αὑτοῦ προστιθείς.
そして彼は、多くの最も有力な人々の友人であったため、送った使者たちから聞いたことを語り、また自分自身でもいくらか付け加えながら、あちこちを歩き回った。
ἐνέπλησεν οὖν τὴν πόλιν καὶ διεσάλευσεν οὗτος, καὶ τῶν ἐν τῇ αὐλῇ τοὺς πλείστους διεθορύβησεν, οἳ αὐτίκα καὶ αὐτοὶ ἠπείγοντο ἀκοῦσαί τι τῶν καθʼ αὑτούς.
こうして彼は都市をこの話で満たして動揺させ、宮廷の者たちの大部分をも騒がせ、彼らもまた、自分たち自身に関することを何か聞こうと、すぐに急ぎたてた。
ὁ δὲ τοὺς ἀφικνουμένους πάνυ φιλοφρόνως ὑποδεχόμενος ξενίοις τε καὶ ταῖς ἄλλαις δωρεαῖς πολυτελέσιν εὔνους ἐργαζόμενος αὑτῷ ἀπέπεμπεν οὐκ ἀπαγγελοῦντας μόνον τὰς ἐρωτήσεις, ἀλλὰ καὶ ὑμνήσοντας τὸν θεὸν καὶ τεράστια ὑπὲρ τοῦ μαντείου καὶ αὐτοὺς ψευσομένους.
一方、彼は、やって来る人々を極めて親切に迎え、もてなしやその他の高価な贈り物によって自分に対して好意を抱かせ、質問の答えを持ち帰らせるだけでなく、神を賛美し、神託所について驚異を語り、自らも嘘をつきまわる者として彼らを送り出した。