Humanitext Reader

ルキアノス · 偽預言者アレクサンドロス §24-26

神託所の宣伝と批評家の迫害および発声神託の仕掛け

7 / 14 箇所 · ギリシア語

要旨

アレクサンドロスは宣伝人を各地に送って神託所の評判を高めて人々を惹きつけ、彼を非難するエピクロス派やキリスト教徒に対しては敵意を煽り、さらに鶴の気管を用いた偽の語る神託の仕掛けで富裕層を欺いた。

§24ἤδη δέ τινας καὶ ἐπὶ τὴν ἀλλοδαπὴν ἐξέπεμπεν, φήμας ἐμποιήσοντας τοῖς ἔθνεσιν ὑπὲρ τοῦ μαντείου καὶ διηγησομένους ὡς προείποι καὶ ἀνεύροι δραπέτας καὶ κλέπτας καὶ λῃστὰς ἐξελέγξειε καὶ θησαυροὺς ἀνορύξαι παράσχοι καὶ νοσοῦντας ἰάσαιτο, ἐνίους δὲ καὶ ἤδη ἀποθανόντας ἀναστήσειεν.
すでに彼は、神託所について諸民族の間に噂を植え付け、彼がどのように予言し、逃亡奴隷や盗人を発見し、強盗を告発し、財宝を掘り出す機会を与え、病人を癒やし、さらにはすでに死んだ者さえも生き返らせたかを語らせるために、一部の者たちを外国へと派遣していた。
δρόμος οὖν καὶ ὠθισμὸς ἁπανταχόθεν ἐγίγνετο καὶ θυσίαι καὶ ἀναθήματα, καὶ διπλάσια τῷ προφήτῃ καὶ μαθητῇ τοῦ θεοῦ.
そのため、あらゆる場所から人々が駆けつけて押し合いへし合い、犠牲や奉納物が捧げられ、それらは神の預言者にして弟子に対しては二倍のものとなった。
καὶ γὰρ αὖ καὶ οὗτος ἐξέπεσεν ὁ χρησμός·
というのも、さらに次のような神託も発せられたからである。
"Τιέμεναι κέλομαι τὸν ἐμὸν θεράπονθʼ ὑποφήτην·
「我が僕にして預言者を敬うことを私は命ずる。
οὐ γάρ μοι κτεάνων μέλεται ἄγαν, ἀλλʼ ὑποφήτου·
なぜなら私は財宝をさほど気にかけず、ただ預言者を気にかけるからである。
" §25ἐπεὶ δὲ ἤδη πολλοὶ τῶν νοῦν ἐχόντων ὥσπερ ἐκ μέθης βαθείας ἀναφέροντες συνίσταντο ἐπʼ αὐτόν, καὶ μάλιστα ὅσοι Ἐπικούρου ἑταῖροι ἦσαν, καὶ ἐν ταῖς πόλεσιν ἐπεφώρατο ἠρέμα ἡ πᾶσα μαγγανεία καὶ συσκευὴ τοῦ δράματος, ἐκφέρει φόβητρόν τι ἐπʼ αὐτούς, λέγων ἀθέων ἐμπεπλῆσθαι καὶ Χριστιανῶν τὸν Πόντον, οἳ περὶ αὐτοῦ τολμῶσι τὰ κάκιστα βλασφημεῖν·
」しかし、知性ある多くの人々が、まるで深い酩酊から覚めるように正気を取り戻して彼に対して団結し、とりわけエピクロスの徒たちがそうであったが、諸都市においてそのペテンと仕組まれた芝居の全容が徐々に暴露されると、彼は彼らに対して一種の脅しを持ち出し、ポントスは無神論者とキリスト教徒で満ちており、彼らが自分について最悪の不敬をあえて口にしていると言い、もし神の恵みを得たいと望むなら、彼らを石で追い払うよう命じた。
οὓς ἐκέλευε λίθοις ἐλαύνειν, εἴ γε θέλουσιν ἵλεω ἔχειν τὸν θεόν. περὶ δὲ Ἐπικούρου καὶ τοιοῦτόν τινα χρησμὸν ἀπεφθέγξατο·
エピクロスについては、次のような神託をも吐き捨てた。
ἐρομένου γάρ τινος τί πράττει ἐν Ἅιδου ὁ Ἐπίκουρος;
ある者が「エピクロスは冥府でどうしているか」と尋ねたからである。
"Μολυβδίνας ἔχων, ἔφη, πέδας ἐν βορβόρῳ κάθηται.
「鉛の足枷をはめられて、泥の中に座っている」と彼は言った。
" εἶτα θαυμάζεις εἰ ἐπὶ μέγα ἤρθη τὸ χρηστήριον, ὁρῶν τὰς ἐρωτήσεις τῶν προσιόντων συνετὰς καὶ πεπαιδευμένας;
これでも、やって来る者たちの質問が賢明で教養あるものだったことを見ながら、神託所が大きく栄えたことに驚くのだろうか。
ὅλως δὲ ἄσπονδος καὶ ἀκήρυκτος αὐτῷ ὁ πόλεμος πρὸς Ἐπίκουρον ἦν·
総じて、彼とエピクロスとの戦争は妥協なきものであった。
μάλα εἰκότως.
極めて当然のことである。
τίνι γὰρ ἂν ἄλλῳ δικαιότερον προσεπολέμει γόης ἄνθρωπος καὶ τερατείᾳ φίλος, ἀληθείᾳ δὲ ἔχθιστος, ἢ Ἐπικούρῳ ἀνδρὶ τὴν φύσιν τῶν πραγμάτων καθεωρακότι καὶ μόνῳ τὴν ἐν αὐτοῖς ἀλήθειαν εἰδότι;
というのも、ペテン師であり、怪異を愛し、真理を最も憎む者が、事物の本性を見抜き、その中にある真理を唯一知っていた人物であるエピクロス以外の誰と、これ以上正当に戦うことができただろうか。
οἱ μὲν γὰρ ἀμφὶ τὸν Πλάτωνα καὶ Χρύσιππον καὶ Πυθαγόραν φίλοι, καὶ εἰρήνη βαθεῖα πρὸς ἐκείνους ἦν·
プラトンやクリュシッポス、ピタゴラスの徒は友人であり、彼らとの間には深い平和があった。
ὁ δὲ ἄτεγκτος Ἐπίκουρος — οὕτως γὰρ αὐτὸν ὠνόμαζεν — ἔχθιστος δικαίως, πάντα ταῦτα ἐν γέλωτι καὶ παιδιᾷ τιθέμενος.
だが、頑ななエピクロス――彼はエピクロスをそう呼んでいた――は、当然のことながら最も憎むべき敵であった。 なぜなら彼はこれらすべてのことを物笑いの種や子供騙しとみなしていたからである。
διὸ καὶ τὴν Ἄμαστριν ἐμίσει μάλιστα τῶν Ποντικῶν πόλεων, ὅτι ἠπίστατο τοὺς περὶ Λέπιδον καὶ ἄλλους ὁμοίους αὐτοῖς πολλοὺς ἐνόντας ἐν τῇ πόλει·
それゆえ彼はポントスの都市の中でも特にアマストリスを憎んでいた。 なぜならレピドスの徒や、彼らに似た他の多くの人々がその都市にいることを知っていたからである。
οὐδὲ ἐχρησμῴδησε πώποτε Ἀμαστριανῷ ἀνδρί.
彼はアマストリスの者には一度も神託を授けなかった。
ὁπότε δὲ καὶ ἐτόλμησεν ἀδελφῷ συγκλητικοῦ χρησμῳδῆσαι, καταγελάστως ἀπήλλαξεν, οὐχ εὑρὼν οὔτε αὐτὸς πλάσασθαι χρησμὸν δεξιὸν οὔτε τὸν ποιῆσαι πρὸς καιρὸν αὐτῷ δυνησόμενον.
しかし、ある元老院議員の兄弟に対してあえて神託を授けようとした時には、見事に不名誉な結果に終わった。
μεμφομένῳ γὰρ αὐτῷ στομάχου ὀδύνην προστάξαι βουλόμενος ὕειον πόδα μετὰ μαλάχης ἐσκευασμένον ἐσθίειν οὕτως ἔφη·
彼自身も巧みな神託をでっち上げることができず、その場に応じて彼のために神託を作ってくれる者も見いだせなかったからである。 すなわち、胃痛を訴えるその男に対して、ゼニアオイと一緒に調理した豚の足を食べるよう指示しようとして、彼は次のように言ったのである。
"Μάλβακα χοιράων ἱερῇ κυμίνευε σιπύδνῳ. "
「聖なるクミン箱の中で、豚どものゼニアオイをクミンで味付けせよ。
§26πολλάκις μὲν οὖν, ὡς προεῖπον, ἔδειξε τὸν δράκοντα τοῖς δεομένοις, οὐχ ὅλον, ἀλλὰ τὴν οὐρὸν μάλιστα καὶ τὸ ἄλλο σῶμα προβεβληκώς, τὴν κεφαλὴν δὲ ὑπὸ κόλπου ἀθέατον φυλάττων.
」さて、前述したように、彼は求める者たちにしばしば蛇を見せたが、全身ではなく、主に尾とその他の胴体を前に突き出し、頭は懐の下に隠して見えないようにしていた。
ἐθελήσας δὲ καὶ μειζόνως ἐκπλῆξαι τὸ πλῆθος, ὑπέσχετο καὶ λαλοῦντα παρέξειν τὸν θεόν, αὐτὸν ἄνευ ὑποφήτου χρησμῳδοῦντα.
しかし、群衆をさらに大いに驚かせたいと望み、彼は神が語るのを披露すること、すなわち神自身が預言者を介さずに神託を下すことを約束した。
εἶτα οὐ χαλεπῶς γεράνων ἀρτηρίας συνάψας καὶ διὰ τῆς κεφαλῆς ἐκείνης τῆς μεμηχανημένης πρὸς ὁμοιότητα διείρας, ἄλλου τινὸς ἔξωθεν ἐμβοῶντος, ἀπεκρίνετο πρὸς τὰς ἐρωτήσεις, τῆς φωνῆς διὰ τοῦ ὀθονίνου ἐκείνου Ἀσκληπιοῦ προπιπτούσης.
そして、鶴の気管を繋ぎ合わせ、本物そっくりに作られたあの偽物の頭に通すという、難しくない方法を用いて、外部から別の者が叫び、質問に対して回答させたのである。 声はあの麻布製のアスクレピオスを通じて響き出た。
ἐκαλοῦντο δὲ οἱ χρησμοὶ οὗτοι αὐτόφωνοι, καὶ οὐ πᾶσιν ἐδίδοντο οὐδὲ ἀνέδην, ἀλλὰ τοῖς εὐπαρύφοις καὶ πλουσίοις καὶ μεγαλοδώροις.
これらの神託は「自ら語る神託」と呼ばれ、誰にでも無差別に与えられたのではなく、縁飾りのある上着を着た貴人や、富裕な人々、そして寛大な寄付を行う者たちに与えられた。

語釈・文法注

  1. §24ἐμποιήσοντας... καὶ διηγησομένους — 未来分詞の対格複数形であり、直前の他動詞 ἐξέπεμπεν(未完了過去)の目的を示すために機能している。通例の「〜するために」という目的の用法である。
  2. §24Τιέμεναι — ホメロス風の叙事詩的イオン方言における現在能動態不定詞(通常は τιμᾶν)。ここでは κέλομαι(命じる)の補語として、命令の意味を担う不定詞として機能している。
  3. §25ἀθέων ἐμπεπλῆσθαι καὶ Χριστιανῶν τὸν Πόντον — 間接話法の対格不定詞構文。λέγων に後続し、τὸν Πόντον が不定詞の主語(対格)、ἀθέων καὶ Χριστιανῶν が充填を意味する動詞 ἐμπεπλῆσθαι が支配する属格補語である。
  4. §25τίνι γὰρ ἂν ἄλλῳ δικαιότερον προσεπολέμει... ἢ Ἐπικούρῳ — 小辞 ἄν と直説法過去(未完了過去)プロセポレメイによる潜在の表現(過去における反実仮想、または現在における不可能・強い疑問のニュアンス)。
  5. §26ἄλλου τινὸς ἔξωθεν ἐμβοῶντος — 属格絶対構文。現在分詞 ἐμβοῶντος の主語として ἄλλου τινός が提示され、主節の主語であるアレクサンドロスとは異なる第三者が外部から叫んでいる状況を付帯状況的に描写する。

この箇所を引用する

ルキアノス, 偽預言者アレクサンドロス §24-26. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg038.humanitext-grc2:24-26

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。