- 底本
- Lucian, Vol. 4. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg038.humanitext-grc2:27-31
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アレクサンドロスが外した予言の記録を改竄し、病人の死後に言い逃れの神託を捏造する手口や、ローマの有力者ルティリアヌスを欺いてその評判を中央政界にまで広める様子が描かれます。
ὁ γοῦν Σευηριανῷ δοθεὶς ὑπὲρ τῆς εἰς Ἀρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν. προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη· "Πάρθους Ἀρμενίους τε θοῷ ὑπὸ δουρὶ δαμάσσας νοστήσεις Ῥώμην καὶ Θύβριδος ἀγλαὸν ὕδωρ στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν." εἶτʼ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς εἰσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ1 ὑπὸ τοῦ Ὀσρόου κατακοπείς, τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων, ἐντίθησιν δʼ ἄλλον ἀντʼ αὐτοῦ· "μὴ σύ γʼ ἐπʼ Ἀρμενίους ἐλάαν στρατόν, οὐ γὰρ ἄμεινον, μή σοι θηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρὸν πότμον ἐπιπροϊεὶς παύσῃ βιότοιο φάους τε."
ともかく、セウェリアヌスにアルメニア侵攻に関して与えられた神託も、その「自ら語る神託」の一つであった。というのも、彼に侵入を促しながら、それは次のように言ったのである。 "パルティア人とアルメニア人を素早い槍のもとに屈服させ、 汝はローマとティブリスの輝かしい水へと帰還するであろう、 光線と交じり合った冠をこめかみに戴きながら。" その後、あの愚かなケルト人が説得されて侵入し、オスロエスによって軍勢もろとも切り刻まれて破滅すると、彼はこの神託を記録から取り除き、その代わりに別の神託を挿入した。 "アルメニア人に向けて軍勢を進めるなかれ、それは良くないことだから。 女の衣服を着た男が、弓から悲惨な運命を放って、 汝を生命と光から引き離さぬように。"
καὶ γὰρ αὖ καὶ τοῦτο σοφώτατον ἐπενόησε, τοὺς μεταχρονίους χρησμοὺς ἐπὶ θεραπείᾳ τῶν κακῶς προτεθεσπισμένων καὶ ἀποτετευγμένων. πολλάκις γὰρ πρὸ μὲν τῆς τελευτῆς τοῖς νοσοῦσιν ὑγίειαν ἐπηγγέλλετο, ἀποθανόντων δὲ χρησμὸς ἄλλος ἕτοιμος ἦν παλινῳδῶν· "Μηκέτι δίζησθαι νούσοιο λυγρῆς ἐπαρωγήν· πότμος γὰρ προφανὴς οὐδʼ ἐκφυγέειν δυνατόν σοι."
というのも、彼はまた、誤って予言され失敗した神託を繕うために、事後的に作られた神託という、極めて巧妙なことを考案したからである。しばしば、病人が死ぬ前には健康を約束していたが、彼らが死ぬと、前言を撤回する別の神託がすぐに用意されていたのである。 "もはや悲惨な病の助けを求めるな。 運命が目の前にあり、汝が逃れることは不可能だからである。"
εἰδὼς δὲ τοὺς ἐν Κλάρῳ καὶ Διδύμοις καὶ Μαλλῷ καὶ αὐτοὺς εὐδοκιμοῦντας ἐπὶ τῇ ὁμοίᾳ μαντικῇ ταύτῃ, φίλους αὐτοὺς ἐποιεῖτο, πολλοὺς τῶν προσιόντων πέμπων ἐπʼ αὐτοὺς λέγων· "Ἐς Κλάρον ἵεσο νῦν, τοὐμοῦ πατρὸς ὡς ὄπʼ ἀκούσῃς." καὶ πάλιν· "Βραγχιδέων ἀδύτοισι πελάζεο καὶ κλύε χρησμῶν." καὶ αὖθις· "ἐς Μαλλὸν χώρει θεσπίσματά τʼ Ἀμφιλόχοιο."
クラロス、ディデュマ、マロスにいる者たち自身も同様のこの占術によって名声を博しているのを知っていたので、彼は彼らを友とし、やって来る多くの者を彼らのもとへと送ってこう言った。 「今こそクラロスへ急げ、我が父の声を聞くために。」 そしてまた。 「ブランクヒダイの神殿に近づき、神託を聞け。」 そしてさらに。 「マロスへと赴き、アンピロコスの神託を聞け。」
ταῦτα μὲν ἐντὸς τῶν ὅρων μέχρι τῆς Ἰωνίας καὶ Κιλικίας καὶ Παφλαγονίας καὶ Γαλατίας. ὡς δὲ καὶ εἰς τὴν Ἰταλίαν διεφοίτησεν τοῦ μαντείου τὸ κλέος καὶ εἰς τὴν Ῥωμαίων πόλιν ἐνέπεσεν, οὐδεὶς ὅστις οὐκ ἄλλος πρὸ ἄλλου ἠπείγετο, οἱ μὲν αὐτοὶ ἰόντες, οἱ δὲ πέμποντες, καὶ μάλιστα οἱ δυνατώτατοι καὶ μέγιστον ἀξίωμα ἐν τῇ πόλει ἔχοντες· ὧν πρῶτος καὶ κορυφαιότατος ἐγένετο Ῥουτιλιανός, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθὸς καὶ ἐν πολλαῖς τάξεσι Ῥωμαϊκαῖς ἐξητασμένος, τὰ δὲ περὶ τοὺς θεοὺς πάνυ νοσῶν καὶ ἀλλόκοτα περὶ αὐτῶν πεπιστευκώς, εἰ μόνον ἀληλιμμένον που λίθον ἢ ἐστεφανωμένον θεάσαιτο, προσπίπτων εὐθὺς καὶ προσκυνῶν καὶ ἐπὶ πολὺ παρεστὼς καὶ εὐχόμενος καὶ τἀγαθὰ παρʼ αὐτοῦ αἰτῶν. οὗτος τοίνυν ἀκούσας τὰ περὶ τοῦ χρηστηρίου μικροῦ μὲν ἐδέησεν2 ἀφεὶς τὴν ἐγκεχειρισμένην τάξιν εἰς τὸ τοῦ Ἀβώνου τεῖχος ἀναπτῆναι. ἔπεμπε δʼ οὖν ἄλλους ἐπʼ ἄλλοις· οἱ δὲ πεμπόμενοι, ἰδιῶταί τινες οἰκέται, ῥᾳδίως ἐξαπατηθέντες ἂν ἐπανῄεσαν,3 τὰ μὲν ἰδόντες, τὰ δὲ ὡς ἰδόντες καὶ ἀκούσαντες διηγούμενοι καὶ προσεπιμετροῦντες ἔτι πλείω τούτων, ὡς ἐντιμότεροι εἶεν παρὰ τῷ δεσπότῃ. ἐξέκαιον οὖν τὸν ἄθλιον γέροντα καὶ εἰς μανίαν ἐρρωμένην ἐνέβαλον.
これらはイオニア、キリキア、パフラゴニア、ガラティアに至る境界の内側のことである。しかし、神託所の名声がイタリアにまで伝わり、ローマ人の都市に入り込むと、誰もが競って急ぎ、ある者は自ら赴き、ある者は使者を送り、特に最も有力で都市で最大の権威を持つ者たちがそうであった。彼らのうちで最初にして最も筆頭であったのはルティリアヌスであった。彼は、他の点では立派な人物であり、ローマの多くの職務において実力を試されてきたが、神々に関する事柄については極めて病んでおり、彼らについて奇妙なことを信じ込んでいて、どこかで油を塗られた石や花冠を飾られた石を見かけさえすれば、すぐにひれ伏して拝み、その傍らに長く立ち尽くして祈り、その〔石〕から善きものを求めていた。 さて、この男は神託所についての話を聞くと、委ねられていた職務を放り出してアボノス・テイコスへと飛んで行きかねないほどであった。ともかく、彼は次々と使者を送った。送られた者たちは、世間知らずの家僕たちであったため、簡単に騙されて戻ってきては、あるものは見たこととして、あるものは見たかのように、また聞いたかのように語り、さらに主人に対してより重んじられるために、それらに多くのことを付け足して報告した。こうして彼らはあの哀れな老人を煽り立て、激しい狂気へと投げ入れたのである。
ὁ δέ, ὡς ἂν τοῖς πλείστοις καὶ δυνατωτάτοις φίλος ὤν, περιῄει τὰ μὲν διηγούμενος ὡς ἀκούσειε παρὰ τῶν πεμφθέντων, τὰ δὲ καὶ παρʼ αὑτοῦ προστιθείς. ἐνέπλησεν οὖν τὴν πόλιν καὶ διεσάλευσεν οὗτος, καὶ τῶν ἐν τῇ αὐλῇ τοὺς πλείστους διεθορύβησεν, οἳ αὐτίκα καὶ αὐτοὶ ἠπείγοντο ἀκοῦσαί τι τῶν καθʼ αὑτούς. ὁ δὲ τοὺς ἀφικνουμένους πάνυ φιλοφρόνως ὑποδεχόμενος ξενίοις τε καὶ ταῖς ἄλλαις δωρεαῖς πολυτελέσιν εὔνους ἐργαζόμενος αὑτῷ ἀπέπεμπεν οὐκ ἀπαγγελοῦντας μόνον τὰς ἐρωτήσεις, ἀλλὰ καὶ ὑμνήσοντας τὸν θεὸν καὶ τεράστια ὑπὲρ τοῦ μαντείου καὶ αὐτοὺς ψευσομένους.
そして彼は、多くの最も有力な人々の友人であったため、送った使者たちから聞いたことを語り、また自分自身でもいくらか付け加えながら、あちこちを歩き回った。こうして彼は都市をこの話で満たして動揺させ、宮廷の者たちの大部分をも騒がせ、彼らもまた、自分たち自身に関することを何か聞こうと、すぐに急ぎたてた。 一方、彼は、やって来る人々を極めて親切に迎え、もてなしやその他の高価な贈り物によって自分に対して好意を抱かせ、質問の答えを持ち帰らせるだけでなく、神を賛美し、神託所について驚異を語り、自らも嘘をつきまわる者として彼らを送り出した。
- 27αὐτῇ στρατιᾷ
随伴の与格の特殊な用法。代名詞 αὐτός(ここでは女性単数与格 αὐτῇ)を伴い、「軍勢もろとも」「軍勢全体と一緒に」という包括的な壊滅・破滅を強調する。
- 30μικροῦ μὲν ἐδέησεν
動詞 δέω(欠く・不足する)の過去形を人称構文で用いた慣用句。ὀλίγου δεῖν や μικροῦ δεῖν と同様に、「〜するのに少ししか欠けていなかった」、すなわち「危うく(もう少しで)〜するところだった」という意味を表す。
- 30ῥᾳδίως ἐξαπατηθέντες ἂν ἐπανῄεσαν
小辞 ἄν と直説法過去(ἐπανῄεσαν)の組み合わせ。条件文の帰結ではなく、過去における反復的・習慣的な動作(「〜したものだった」)を表す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
