§27ὁ γοῦν Σευηριανῷ δοθεὶς ὑπὲρ τῆς εἰς Ἀρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν.
无论如何,给予塞维里亚努斯关于入侵亚美尼亚的神谕本身就是这些“亲口神谕”之一。
προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη· "
Πάρθους Ἀρμενίους τε θοῷ ὑπὸ δουρὶ δαμάσσας
νοστήσεις Ῥώμην καὶ Θύβριδος ἀγλαὸν ὕδωρ
στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν.
因为,为了怂恿他进行入侵,神谕这样说道: “在你的疾枪之下征服帕提亚人和亚美尼亚人,你将回到罗马和蒂伯河的辉煌水域,太阳穴上戴着交织着光芒的冠冕。
"
εἶτʼ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς εἰσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ ὑπὸ τοῦ Ὀσρόου κατακοπείς, τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων, ἐντίθησιν δʼ ἄλλον ἀντʼ αὐτοῦ· "
μὴ σύ γʼ ἐπʼ Ἀρμενίους ἐλάαν στρατόν, οὐ γὰρ ἄμεινον,
μή σοι θηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρὸν
πότμον ἐπιπροϊεὶς παύσῃ βιότοιο φάους τε. "
” 随后,当那个愚蠢的凯尔特人被说服并入侵,结果与他的军队一同被奥斯罗埃斯歼灭而丧生时,他便将这条神谕从记录中删除,并在其原处放上了另一条神谕: “你切莫率军进攻亚美尼亚人,因为这并无益处,免得某个身穿女装的男人,从弓中射出悲惨的命运,夺去你生命的亮光。
§28καὶ γὰρ αὖ καὶ τοῦτο σοφώτατον ἐπενόησε, τοὺς μεταχρονίους χρησμοὺς ἐπὶ θεραπείᾳ τῶν κακῶς προτεθεσπισμένων καὶ ἀποτετευγμένων.
” 因为他还想出了一个极聪明的办法:用事后追溯的神谕来弥补那些预言失误和失败的事例。
πολλάκις γὰρ πρὸ μὲν τῆς τελευτῆς τοῖς νοσοῦσιν ὑγίειαν ἐπηγγέλλετο, ἀποθανόντων δὲ χρησμὸς ἄλλος ἕτοιμος ἦν παλινῳδῶν· "
Μηκέτι δίζησθαι νούσοιο λυγρῆς ἐπαρωγήν· πότμος γὰρ προφανὴς οὐδʼ ἐκφυγέειν δυνατόν σοι. "
因为在病人去世之前,他经常许诺他们会康复,但当他们死后,另一条推翻前言的神谕就已经准备好了: “不要再为惨痛的病痛寻找解救之法;因为死期已显,你已无法逃脱。
§29εἰδὼς δὲ τοὺς ἐν Κλάρῳ καὶ Διδύμοις καὶ Μαλλῷ καὶ αὐτοὺς εὐδοκιμοῦντας ἐπὶ τῇ ὁμοίᾳ μαντικῇ ταύτῃ, φίλους αὐτοὺς ἐποιεῖτο, πολλοὺς τῶν προσιόντων πέμπων ἐπʼ αὐτοὺς λέγων· "Ἐς Κλάρον ἵεσο νῦν, τοὐμοῦ πατρὸς ὡς ὄπʼ ἀκούσῃς.
” 他知道在克拉罗斯、迪迪马和马洛斯的人也因这种同样的占卜术而享有盛誉,便与他们结为朋友,将许多前来的人送往他们那里,并说道: “现在快去克拉罗斯,以便听取我父亲的声音。
"
καὶ πάλιν· "Βραγχιδέων ἀδύτοισι πελάζεο καὶ κλύε χρησμῶν.
” 又说: “接近布兰奇代的神龛,聆听神谕。
"
καὶ αὖθις· "ἐς Μαλλὸν χώρει θεσπίσματά τʼ Ἀμφιλόχοιο. "
” 以及再次: “前往马洛斯,听取安菲洛科斯的预言。
§30ταῦτα μὲν ἐντὸς τῶν ὅρων μέχρι τῆς Ἰωνίας καὶ Κιλικίας καὶ Παφλαγονίας καὶ Γαλατίας.
” 这些事情发生在远至爱奥尼亚、基利家、帕弗拉戈尼亚和加拉太的疆域之内。
ὡς δὲ καὶ εἰς τὴν Ἰταλίαν διεφοίτησεν τοῦ μαντείου τὸ κλέος καὶ εἰς τὴν Ῥωμαίων πόλιν ἐνέπεσεν, οὐδεὶς ὅστις οὐκ ἄλλος πρὸ ἄλλου ἠπείγετο, οἱ μὲν αὐτοὶ ἰόντες, οἱ δὲ πέμποντες, καὶ μάλιστα οἱ δυνατώτατοι καὶ μέγιστον ἀξίωμα ἐν τῇ πόλει ἔχοντες·
但是,当神谕所的名声传到意大利并传入罗马人的城市时,所有人都争先恐后地赶来,有的亲自前往,有的派遣使者,尤其是城市中那些权势最大、地位最高的人。
ὧν πρῶτος καὶ κορυφαιότατος ἐγένετο Ῥουτιλιανός, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθὸς καὶ ἐν πολλαῖς τάξεσι Ῥωμαϊκαῖς ἐξητασμένος, τὰ δὲ περὶ τοὺς θεοὺς πάνυ νοσῶν καὶ ἀλλόκοτα περὶ αὐτῶν πεπιστευκώς, εἰ μόνον ἀληλιμμένον που λίθον ἢ ἐστεφανωμένον θεάσαιτο, προσπίπτων εὐθὺς καὶ προσκυνῶν καὶ ἐπὶ πολὺ παρεστὼς καὶ εὐχόμενος καὶ τἀγαθὰ παρʼ αὐτοῦ αἰτῶν.
在这些人中,首屈一指的便是鲁蒂里亚努斯,他虽然在其他方面是个优秀且正直的人,并在罗马的许多官职中历经考验,但在对待神明的事情上却病得很重,对他们有着怪异的信仰;只要他在任何地方看到涂了油或戴了花冠的石头,他就会立刻倒地膜拜,在旁边站立许久,祈祷并向其祈求福泽。
οὗτος τοίνυν ἀκούσας τὰ περὶ τοῦ χρηστηρίου μικροῦ μὲν ἐδέησεν ἀφεὶς τὴν ἐγκεχειρισμένην τάξιν εἰς τὸ τοῦ Ἀβώνου τεῖχος ἀναπτῆναι.
因此,这个人在听说了关于神谕所的事情后,差点就要抛弃所受命的职务,飞往阿波诺泰科斯。
ἔπεμπε δʼ οὖν ἄλλους ἐπʼ ἄλλοις·
无论如何,他派去了一个又一个使者。
οἱ δὲ πεμπόμενοι, ἰδιῶταί τινες οἰκέται, ῥᾳδίως ἐξαπατηθέντες ἂν ἐπανῄεσαν, τὰ μὲν ἰδόντες, τὰ δὲ ὡς ἰδόντες καὶ ἀκούσαντες διηγούμενοι καὶ προσεπιμετροῦντες ἔτι πλείω τούτων, ὡς ἐντιμότεροι εἶεν παρὰ τῷ δεσπότῃ.
而被派去的使者都是些天真的家仆,很容易被骗,回来后有的讲述他们看到的,有的则把没看没听的说成是看到和听到的,并在此基础上添油加醋,以便在主人面前显得更受器重。
ἐξέκαιον οὖν τὸν ἄθλιον γέροντα καὶ εἰς μανίαν ἐρρωμένην ἐνέβαλον.
因此,他们煽动起这个可怜的老人,使他陷入了极度的狂热之中。
§31ὁ δέ, ὡς ἂν τοῖς πλείστοις καὶ δυνατωτάτοις φίλος ὤν, περιῄει τὰ μὲν διηγούμενος ὡς ἀκούσειε παρὰ τῶν πεμφθέντων, τὰ δὲ καὶ παρʼ αὑτοῦ προστιθείς.
而他,由于是大多数最有权势之人的朋友,便四处游说,讲述他从使者那里听到的事情,并加上一些他自己捏造的内容。
ἐνέπλησεν οὖν τὴν πόλιν καὶ διεσάλευσεν οὗτος, καὶ τῶν ἐν τῇ αὐλῇ τοὺς πλείστους διεθορύβησεν, οἳ αὐτίκα καὶ αὐτοὶ ἠπείγοντο ἀκοῦσαί τι τῶν καθʼ αὑτούς.
因此,他使整座城市充斥着这些传闻并动摇了它,也使朝廷中的大多数人骚动起来,他们也立刻急于听取关于自己事务的预言。
ὁ δὲ τοὺς ἀφικνουμένους πάνυ φιλοφρόνως ὑποδεχόμενος ξενίοις τε καὶ ταῖς ἄλλαις δωρεαῖς πολυτελέσιν εὔνους ἐργαζόμενος αὑτῷ ἀπέπεμπεν οὐκ ἀπαγγελοῦντας μόνον τὰς ἐρωτήσεις, ἀλλὰ καὶ ὑμνήσοντας τὸν θεὸν καὶ τεράστια ὑπὲρ τοῦ μαντείου καὶ αὐτοὺς ψευσομένους.
但亚历山大非常亲切地接待了那些到来的人,通过款待和其他昂贵的礼物使他们对自己产生好意,打发他们回去,不仅让他们带回问题的解答,而且让他们赞美神明、讲述关于神谕所的奇迹,并让他们自己也撒谎。