Humanitext Reader

ルキアノス · 偽預言者アレクサンドロス §13-15

卵からの神の誕生と人面蛇の開帳

4 / 14 箇所 · ギリシア語

要旨

アレクサンドロスは夜中に神殿の土台に蛇の幼生を入れた卵を埋め、翌日それを奇跡のように発見してみせることで、パフラゴニアの人々を熱狂させる。その後、彼はペラ産の巨大な蛇に精巧な亜麻布の頭部を継ぎ合わせ、新生の神アスクレピオスとして信者の前に提示する。

§13ἤδη δὲ ἄρχεσθαι δέον, μηχανᾶται τοιόνδε τι·
いよいよ始める時が来ると、彼は次のようなことを企てた。
νύκτωρ γὰρ ἐλθὼν ἐπὶ τοὺς θεμελίους τοῦ νεὼ τοὺς ἄρτι ὀρυττομένους — συνειστήκει δὲ ἐν αὐτοῖς ὕδωρ ἢ αὐτόθεν ποθὲν συλλειβόμενον ἢ ἐξ οὐρανοῦ πεσόν — ἐνταῦθα κατατίθεται χήνειον ᾠὸν προκεκενωμένον, ἔνδον φυλάττον ἑρπετόν τι ἀρτιγέννητον, καὶ βυθίσας τοῦτο ἐν μυχῷ τοῦ πηλοῦ ὀπίσω αὖθις ἀπηλλάττετο.
すなわち、夜のうちに、掘られたばかりの神殿の土台へと行き――そこには、そこらから染み出て溜まったか、あるいは空から降ってきた水が溜まっていたのだが――そこに、中身をあらかじめ抜いておき、中に生まれたばかりの這う虫を入れておいたガチョウの卵を置き、これを泥の奥深くに沈めてから、再び引き返していった。
ἕωθεν δὲ γυμνὸς εἰς τὴν ἀγορὰν προπηδήσας, διάζωμα περὶ τὸ αἰδοῖον ἔχων, κατάχρυσον καὶ τοῦτο, καὶ τὴν ἅρπην ἐκείνην φέρων, σείων ἅμα τὴν κόμην ἄνετον ὥσπερ οἱ τῇ μητρὶ ἀγείροντές τε καὶ ἐνθεαζόμενοι, ἐδημηγόρει ἐπὶ βωμόν τινα ὑψηλὸν ἀναβὰς καὶ τὴν πόλιν ἐμακάριζεν αὐτίκα μάλα δεξομένην ἐναργῆ τὸν θεόν.
そして夜が明けると、裸で広場へと飛び出し、腰にはやはり金箔を貼った下帯だけを巻き、あの例の大鎌を手に持ち、母神のために托鉢し狂乱する者たちのように解き放った髪を振り乱しながら、高い祭壇の上に登って民衆に演説し、まもなく目に見える形で神を迎え入れることになるであろうこの都市を祝福した。
οἱ παρόντες δέ — συνδεδραμήκει γὰρ σχεδὸν ἅπασα ἡ πόλις ἅμα γυναιξὶ καὶ γέρουσι καὶ παιδίοις — ἐτεθήπεσαν καὶ εὔχοντο καὶ προσεκύνουν.
そこに居合わせた人々は――というのも、女、老人、子供までも、街のほぼ全員が一緒に駆け集まっていたからだが――驚嘆し、祈りを捧げ、礼拝した。
ὁ δὲ φωνάς τινας ἀσήμους φθεγγόμενος, οἷαι γένοιντο ἂν Ἑβραίων ἢ Φοινίκων, ἐξέπληττε τοὺς ἀνθρώπους οὐκ εἰδότας ὅ τι καὶ λέγοι, πλὴν τοῦτο μόνον, ὅτι πᾶσιν ἐγκατεμίγνυ τὸν Ἀπόλλω καὶ τὸν Ἀσκληπιόν.
彼はヘブライ人やフェニキア人の言葉のような、意味の通じない何らかの音声を口にしながら、彼が何を言っているのかもわからない人々を驚愕させたが、ただこの点、すなわち、語ることのすべてにアポロンとアスクレピオスの名を取り混ぜていることだけは皆に伝わった。
§14εἶτʼ ἔθει δρόμῳ ἐπὶ τὸν ἐσόμενον νεών·
それから彼は、建設予定の神殿に向かって全力で走っていった。
καὶ ἐπὶ τὸ ὄρυγμα ἐλθὼν καὶ τὴν προῳκονομημένην τοῦ χρηστηρίου πηγήν, ἐμβὰς εἰς τὸ ὕδωρ ὕμνους τε ᾖδεν Ἀσκληπιοῦ καὶ Ἀπόλλωνος μεγάλῃ τῇ φωνῇ καὶ ἐκάλει τὸν θεὸν ἥκειν τύχῃ τῇ ἀγαθῇ εἰς τὴν πόλιν.
そしてその堀と、あらかじめ整えられていた神託所の泉のところに来ると、水の中に入り、大声でアスクレピオスとアポロンの賛歌を歌い、神が幸運とともにこの都市にやって来るよう呼びかけた。
εἶτα φιάλην αἰτήσας, ἀναδόντος τινός, ῥᾳδίως ὑποβαλὼν ἀνιμᾶται μετὰ τοῦ ὕδατος καὶ τοῦ πηλοῦ τὸ ᾠὸν ἐκεῖνο ἐν ᾧ ὁ θεὸς αὐτῷ κατεκέκλειστο, κηρῷ λευκῷ καὶ ψιμυθίῳ τὴν ἁρμογὴν τοῦ πώματος συγκεκολλημένον·
それから彼が平皿を求めると、ある者がそれを手渡したので、それを器用に下に差し入れて、水や泥と一緒に、中に神が閉じ込められているあの卵をすくい上げた。 その卵の蓋の合わせ目は、白い蝋と鉛白で固く塞がれていた。
καὶ λαβὼν αὐτὸ εἰς τὰς χεῖρας ἔχειν ἔφασκεν ἤδη τὸν Ἀσκληπιόν.
そしてそれを手にとって、もうアスクレピオスを手に入れたと宣言した。
οἱ δὲ ἀπενὲς ἀπέβλεπον ὅ τι καὶ γίγνοιτο, πολὺ πρότερον θαυμάσαντες τὸ ᾠὸν ἐν τῷ ὕδατι εὑρημένον.
人々は何が起こるのかとじっと見つめており、それよりずっと前に、水の中で卵が見つかったことに驚嘆していた。
ἐπεὶ δὲ καὶ κατάξας αὐτὸ εἰς κοίλην τὴν χεῖρα ὑπεδέξατο τὸ τοῦ ἑρπετοῦ ἐκείνου ἔμβρυον καὶ οἱ παρόντες εἶδον κινούμενον καὶ περὶ τοῖς δακτύλοις εἰλούμενον, ἀνέκραγον εὐθὺς καὶ ἠσπάζοντο τὸν θεὸν καὶ τὴν πόλιν ἐμακάριζον καὶ χανδὸν ἕκαστος ἐνεπίμπλατο τῶν εὐχῶν, θησαυροὺς καὶ πλούτους καὶ ὑγιείας καὶ τὰ ἄλλα ἀγαθὰ αἰτῶν παρʼ αὐτοῦ.
そして彼がそれを割り、窪めた手の中にあの這う虫の幼生を受け止め、居合わせた人々がそれが動き、彼の指に絡みつくのを見たとき、彼らはすぐに大声を上げて神を歓迎し、都市を祝福し、一人一人が口を大きく開けて熱心に祈り、神から宝や富、健康、その他のあらゆる善きものを求めた。
ὁ δὲ δρομαῖος αὖθις ἐπὶ τὴν οἰκίαν ἵετο φέρων ἅμα καὶ τὸν ἀρτιγέννητον Ἀσκληπιόν, δὶς τεχθέντα, ὅτε ἄλλοι ἅπαξ τίκτοντʼ ἄνθρωποι, οὐκ ἐκ Κορωνίδος μὰ Δίʼ οὐδέ γε κορώνης, ἀλλʼ ἐκ χηνὸς γεγεννημένον.
彼は再び走って家へと急いだ。 生まれたばかりのアスクレピオスを携えて。 他の人間が一度しか生まれないときに、二度生まれた者を。 ゼウスにかけて、コロニスからでもカラスからでもなく、ガチョウから生まれた者を。
ὁ δὲ λεὼς ἅπας ἠκολούθει, πάντες ἔνθεοι καὶ μεμηνότες ὑπὸ τῶν ἐλπίδων.
そして民衆は皆その後に従い、全員が希望によって神がかりになり、狂わんばかりであった。
§15ἡμέρας μὲν οὖν τινας οἴκοι ἔμεινεν ἐλπίζων ὅπερ ἦν, ὑπὸ τῆς φήμης αὐτίκα μάλα παμπόλλους τῶν Παφλαγόνων συνδραμεῖσθαι.
さて、彼は数日の間家に留まり、噂を聞いてパフラゴニアの人々がたちまち無数に集まってくるだろうと予期していたが、実際にその通りになった。
ἐπεὶ δὲ ὑπερεπέπληστο ἀνθρώπων ἡ πόλις, ἁπάντων τοὺς ἐγκεφάλους καὶ τὰς καρδίας προεξῃρημένων οὐδὲν ἐοικότων σιτοφάγοις ἀνδράσιν, ἀλλὰ μόνῃ τῇ μορφῇ μὴ οὐχὶ πρόβατα εἶναι διαφερόντων, ἐν οἰκίσκῳ τινὶ ἐπὶ κλίνης καθεζόμενος μάλα θεοπρεπῶς ἐσταλμένος ἐλάμβανεν εἰς τὸν κόλπον τὸν Πελλαῖον ἐκεῖνον Ἀσκληπιόν, μέγιστόν τε καὶ κάλλιστον, ὡς ἔφην, ὄντα, καὶ ὅλον τῷ αὑτοῦ τραχήλῳ περιειλήσας καὶ τὴν οὐρὰν ἔξω ἀφείς — πολὺς δὲ ἦν — ἐν τῷ προκολπίῳ προκεχύσθαι αὐτοῦ καὶ χαμαὶ τὸ μέρος ἐπισύρεσθαι, μόνην τὴν κεφαλὴν ὑπὸ μάλης ἔχων καὶ ἀποκρύπτων, ἀνεχομένου πάντα ἐκείνου, προὔφαινεν τὴν ὀθονίνην κεφαλὴν κατὰ θάτερον τοῦ πώγωνος, ὡς δῆθεν ἐκείνου τοῦ φαινομένου πάντως οὖσαν.
都市が人々で溢れかえり、彼らは皆すでに脳味噌と心臓を抜き取られており、穀物を食べる人間には全く似ておらず、ただその姿形においてのみ羊ではないという程度にすぎない者たちばかりであったが、彼は小さな部屋の中で、長椅子に座り、実に見事な神々しい身なりをして、あのペラ産の蛇アスクレピオス――前述の通り、非常に大きくて美しいものだったが――を懐に抱き入れ、それを自分の首の周りに完全に巻きつけ、尾(これまた非常に長かった)は外に出して、彼の胸元から走らせ、その一部を地面に引きずらせていた。 そして、蛇自身の頭だけは脇の下に抱えて隠しておき(蛇は大人しくすべてに従っていた)、顎の片側からあの亜麻布製の頭部を覗かせ、あたかもそれが今見えているあの巨大な蛇の頭そのものであるかのように装った。

語釈・文法注

  1. §13ἄρχεσθαι δέον — 非人称動詞δεῖ(…せねばならない)の現在分詞中性形δέονを用いた「非人称分詞絶対格」の構文。「始めることが必要となったとき」または「始めるべき時が来たとき」の意味を表す。
  2. §14οὐκ ἐκ Κορωνίδος μὰ Δίʼ οὐδέ γε κορώνης — アスクレピオスの神話上の母親「コロニス(Κορωνίς)」と、ギリシア語でカラスを意味する「コローネー(κορώνη)」の音の類似に基づいたユーモラスな言葉遊び(駄洒落)。
  3. §15μὴ οὐχὶ πρόβατα εἶναι — 相違を表す分詞διαφερόντων(異なる)の後に続く、否定の意味を強める「μὴ οὐχὶ + 不定詞」の構文。「羊ではないという点においてのみ異なる(=姿形以外は羊と全く変わらない)」という二重否定的なニュアンスを表す。
  4. §15ὡς δῆθεν ἐκείνου τοῦ φαινομένου πάντως οὖσαν — 対格分詞οὖσανは、動詞προὔφαινενの直接目的語である亜麻布製の頭(τὴν ὀθονίνην κεφαλήν)に係る。主観的・仮装の理由を表す接続詞ὡς δῆθεν(あたかも…であるかのように)を伴い、「あたかもその亜麻布製の頭が、見えている巨大な蛇の頭そのものであるかのように」と装う様子を表現している。

この箇所を引用する

ルキアノス, 偽預言者アレクサンドロス §13-15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg038.humanitext-grc2:13-15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。