§13ἤδη δὲ ἄρχεσθαι δέον, μηχανᾶται τοιόνδε τι· νύκτωρ γὰρ ἐλθὼν ἐπὶ τοὺς θεμελίους τοῦ νεὼ τοὺς ἄρτι ὀρυττομένους — συνειστήκει δὲ ἐν αὐτοῖς ὕδωρ ἢ αὐτόθεν ποθὲν συλλειβόμενον ἢ ἐξ οὐρανοῦ πεσόν — ἐνταῦθα κατατίθεται χήνειον ᾠὸν προκεκενωμένον, ἔνδον φυλάττον ἑρπετόν τι ἀρτιγέννητον, καὶ βυθίσας τοῦτο ἐν μυχῷ τοῦ πηλοῦ ὀπίσω αὖθις ἀπηλλάττετο.
当开始的时候到来时,他策划了这样一件事:夜间他来到刚刚开挖的神庙地基处——那里积存着水,或是从当地某处渗出的,或是从天上降下的——在那里,他放下一只事先掏空、里面藏着一只新生爬行动物的鹅蛋,并将它沉入泥土深处,然后折返回去。
ἕωθεν δὲ γυμνὸς εἰς τὴν ἀγορὰν προπηδήσας, διάζωμα περὶ τὸ αἰδοῖον ἔχων, κατάχρυσον καὶ τοῦτο, καὶ τὴν ἅρπην ἐκείνην φέρων, σείων ἅμα τὴν κόμην ἄνετον ὥσπερ οἱ τῇ μητρὶ ἀγείροντές τε καὶ ἐνθεαζόμενοι, ἐδημηγόρει ἐπὶ βωμόν τινα ὑψηλὸν ἀναβὰς καὶ τὴν πόλιν ἐμακάριζεν αὐτίκα μάλα δεξομένην ἐναργῆ τὸν θεόν.
黎明时分,他赤身裸体地冲进广场,腰间只围着一条同样贴着金箔的下带,手里拿着那把著名的镰刀,像那些为母神募捐并狂热发疯的人一样摇晃着散开的长发,他登上一座高大的祭坛,向民众发表演说,并祝福这座城市,因为它立刻就将迎来显圣的神明。
οἱ παρόντες δέ — συνδεδραμήκει γὰρ σχεδὸν ἅπασα ἡ πόλις ἅμα γυναιξὶ καὶ γέρουσι καὶ παιδίοις — ἐτεθήπεσαν καὶ εὔχοντο καὶ προσεκύνουν.
在场的人们——因为几乎全城的人,连同妇女、老人和孩子,都一起跑了过来——惊叹不已,纷纷祈祷和膜拜。
ὁ δὲ φωνάς τινας ἀσήμους φθεγγόμενος, οἷαι γένοιντο ἂν Ἑβραίων ἢ Φοινίκων, ἐξέπληττε τοὺς ἀνθρώπους οὐκ εἰδότας ὅ τι καὶ λέγοι, πλὴν τοῦτο μόνον, ὅτι πᾶσιν ἐγκατεμίγνυ τὸν Ἀπόλλω καὶ τὸν Ἀσκληπιόν.
而他口中吐出一些含混不清的话语,就像希伯来人或腓尼基人的语言那样,使那些不知道他在说什么的人大为惊愕,唯有一点,就是他在所有的话语中都夹杂着阿波罗和阿斯克勒庇俄斯的名号。
§14εἶτʼ ἔθει δρόμῳ ἐπὶ τὸν ἐσόμενον νεών· καὶ ἐπὶ τὸ ὄρυγμα ἐλθὼν καὶ τὴν προῳκονομημένην τοῦ χρηστηρίου πηγήν, ἐμβὰς εἰς τὸ ὕδωρ ὕμνους τε ᾖδεν Ἀσκληπιοῦ καὶ Ἀπόλλωνος μεγάλῃ τῇ φωνῇ καὶ ἐκάλει τὸν θεὸν ἥκειν τύχῃ τῇ ἀγαθῇ εἰς τὴν πόλιν.
接着,他全力奔向未来的神庙;来到挖掘处和预先安排好的神谕所泉水旁,他步入水中,大声高唱着阿斯克勒庇俄斯和阿波罗的赞歌,并召唤神明伴着好运降临这座城市。
εἶτα φιάλην αἰτήσας, ἀναδόντος τινός, ῥᾳδίως ὑποβαλὼν ἀνιμᾶται μετὰ τοῦ ὕδατος καὶ τοῦ πηλοῦ τὸ ᾠὸν ἐκεῖνο ἐν ᾧ ὁ θεὸς αὐτῷ κατεκέκλειστο, κηρῷ λευκῷ καὶ ψιμυθίῳ τὴν ἁρμογὴν τοῦ πώματος συγκεκολλημένον·
随后他要来一个浅盘,有人递给他一个,他熟练地将盘子插下去,连同水和泥土一起捞出了那只里面封闭着神明的蛋,蛋盖的接缝是用白蜡和铅白粘合在一起的。
καὶ λαβὼν αὐτὸ εἰς τὰς χεῖρας ἔχειν ἔφασκεν ἤδη τὸν Ἀσκληπιόν.
他把它拿在手里,宣称已经得到了阿斯克勒庇俄斯。
οἱ δὲ ἀπενὲς ἀπέβλεπον ὅ τι καὶ γίγνοιτο, πολὺ πρότερον θαυμάσαντες τὸ ᾠὸν ἐν τῷ ὕδατι εὑρημένον.
人们目不转睛地注视着将会发生什么,此前他们早已对在水中发现这只蛋感到惊奇。
ἐπεὶ δὲ καὶ κατάξας αὐτὸ εἰς κοίλην τὴν χεῖρα ὑπεδέξατο τὸ τοῦ ἑρπετοῦ ἐκείνου ἔμβρυον καὶ οἱ παρόντες εἶδον κινούμενον καὶ περὶ τοῖς δακτύλοις εἰλούμενον, ἀνέκραγον εὐθὺς καὶ ἠσπάζοντο τὸν θεὸν καὶ τὴν πόλιν ἐμακάριζον καὶ χανδὸν ἕκαστος ἐνεπίμπλατο τῶν εὐχῶν, θησαυροὺς καὶ πλούτους καὶ ὑγιείας καὶ τὰ ἄλλα ἀγαθὰ αἰτῶν παρʼ αὐτοῦ.
而当他打破蛋壳,用凹起的手掌接住那只爬行动物的幼体,在场的人看到它在动并缠绕在他的手指上时,立刻大声欢呼,迎接神明,祝福城市,每个人都张大嘴巴、尽情地祈祷,向他祈求宝藏、财富、健康以及其他一切福祉。
ὁ δὲ δρομαῖος αὖθις ἐπὶ τὴν οἰκίαν ἵετο φέρων ἅμα καὶ τὸν ἀρτιγέννητον Ἀσκληπιόν,
δὶς τεχθέντα, ὅτε ἄλλοι ἅπαξ τίκτοντʼ ἄνθρωποι,
οὐκ ἐκ Κορωνίδος μὰ Δίʼ οὐδέ γε κορώνης, ἀλλʼ ἐκ χηνὸς γεγεννημένον.
而他再次跑回自己的住宅,随身带着那新生的阿斯克勒庇俄斯——他诞生了两次,而其他人类只诞生一次,凭宙斯起誓,他不是由科罗尼斯所生,也不是由乌鸦所生,而是由一只鹅所生。
ὁ δὲ λεὼς ἅπας ἠκολούθει, πάντες ἔνθεοι καὶ μεμηνότες ὑπὸ τῶν ἐλπίδων.
所有的民众都跟随其后,人人因希望而神魂颠倒、近乎疯狂。
§15ἡμέρας μὲν οὖν τινας οἴκοι ἔμεινεν ἐλπίζων ὅπερ ἦν, ὑπὸ τῆς φήμης αὐτίκα μάλα παμπόλλους τῶν Παφλαγόνων συνδραμεῖσθαι.
因此,他在家里待了几天,预料着正如事实所发生的那样,由于传闻,极多的帕弗拉戈尼亚人会立刻聚集而来。
ἐπεὶ δὲ ὑπερεπέπληστο ἀνθρώπων ἡ πόλις, ἁπάντων τοὺς ἐγκεφάλους καὶ τὰς καρδίας προεξῃρημένων οὐδὲν ἐοικότων σιτοφάγοις ἀνδράσιν, ἀλλὰ μόνῃ τῇ μορφῇ μὴ οὐχὶ πρόβατα εἶναι διαφερόντων, ἐν οἰκίσκῳ τινὶ ἐπὶ κλίνης καθεζόμενος μάλα θεοπρεπῶς ἐσταλμένος ἐλάμβανεν εἰς τὸν κόλπον τὸν Πελλαῖον ἐκεῖνον Ἀσκληπιόν, μέγιστόν τε καὶ κάλλιστον, ὡς ἔφην, ὄντα, καὶ ὅλον τῷ αὑτοῦ τραχήλῳ περιειλήσας καὶ τὴν οὐρὰν ἔξω ἀφείς — πολὺς δὲ ἦν — ἐν τῷ προκολπίῳ προκεχύσθαι αὐτοῦ καὶ χαμαὶ τὸ μέρος ἐπισύρεσθαι, μόνην τὴν κεφαλὴν ὑπὸ μάλης ἔχων καὶ ἀποκρύπτων, ἀνεχομένου πάντα ἐκείνου, προὔφαινεν τὴν ὀθονίνην κεφαλὴν κατὰ θάτερον τοῦ πώγωνος, ὡς δῆθεν ἐκείνου τοῦ φαινομένου πάντως οὖσαν.
当城市里挤满了人时,这些人的大脑和心脑仿佛早被掏空,一点也不像吃粮食的人,而仅仅在外形上不同于绵羊,他坐在一间小屋子的长椅上,穿着极显神圣的华服,将那条来自佩拉的阿斯克勒庇俄斯抱在怀里——正如我所说,那是一条极大且极美丽的蛇——并把它完全缠在自己的脖子上,让尾巴露在外面——尾巴很长——垂在他的胸前,有一部分还拖在地上,只把蛇自己的头藏在腋下,因为那只动物顺从一切,他从胡须的一侧露出了那个亚麻制的蛇头,仿佛那个显意出来的头完全是那条巨蛇的头一样。