§9τοὐντεῦθεν τὴν σκέψιν ἐποιοῦντο, πρῶτον μὲν περὶ τοῦ χωρίου, δεύτερον δὲ ἥτις ἡ ἀρχὴ καὶ ὁ τρόπος ἂν γένοιτο τῆς ἐπιχειρήσεως.
それから彼らは、第一に場所について、第二に事業の開始と方法がどうあるべきかについて検討を重ねた。
ὁ μὲν οὖν Κοκκωνᾶς τὴν Καλχηδόνα ἐδοκίμαζεν ἐπιτήδειον εἶναι καὶ εὔκαιρον χωρίον, τῇ τε Θρᾴκῃ καὶ τῇ Βιθυνίᾳ πρόσοικον, οὐχ ἑκὰς οὐδὲ τῆς Ἀσίας καὶ Γαλατίας καὶ τῶν ὑπερκειμένων ἐθνῶν ἁπάντων·
ココナスは、カルケドンが、トラキアとビテュニアに隣接し、アジアやガラティア、さらにその北方に位置するすべての諸民族からも遠くない、好都合で適した場所であると承認した。
ὁ δὲ Ἀλέξανδρος ἔμπαλιν τὰ οἴκοι προὔκρινεν, λέγων ὅπερ ἀληθὲς ἦν, πρὸς τὴν τῶν τοιούτων ἀρχὴν καὶ ἐπιχείρησιν ἀνθρώπων δεῖν παχέων καὶ ἠλιθίων τῶν ὑποδεξομένων, οἵους τοὺς Παφλαγόνας εἶναι ἔφασκεν ὑπεροικοῦντας τὸ τοῦ Ἀβώνου τεῖχος, δεισιδαίμονας τοὺς πολλοὺς καὶ πλουσίους, καὶ μόνον εἰ φανείη τις αὐλητὴν ἢ τυμπανιστὴν ἢ κυμβάλοις κροτοῦντα ἐπαγόμενος, κοσκίνῳ τὸ τοῦ λόγου μαντευόμενος, αὐτίκα μάλα πάντας κεχηνότας πρὸς αὐτὸν καὶ ὥσπερ τινὰ τῶν ἐπουρανίων προσβλέποντας.
一方、アレクサンドロスは反対に自らの故郷を選び、事実その通りであったのだが、このような事業の開始と企てには、それを受け入れる「太って」まぬけな人々が必要であり、アボノテイコス(アボノスの城壁)の周辺に住むパフラゴニア人たちがまさにそのような者たちであると主張した。 彼らは大部分が迷信深く、金持ちであり、誰かがフルート奏者や太鼓奏者、あるいはシンバルを鳴らす者を連れて現れ、諺にいう「ふるいを使って」予言するだけで、たちまち全員が口をぽかんと開けて彼のもとに集まり、まるで天上から来た神聖な者のように見つめるのだ、と。
§10οὐκ ὀλίγης δὲ τῆς περὶ τοῦτο στάσεως αὐτοῖς γενομένης τέλος ἐνίκησεν ὁ Ἀλέξανδρος, καὶ ἀφικόμενοι εἰς τὴν Χαλκηδόνα — χρήσιμον γάρ τι ὅμως ἡ πόλις αὐτοῖς ἔχειν ἔδοξε — ἐν τῷ Ἀπόλλωνος ἱερῷ, ὅπερ ἀρχαιότατόν ἐστι τοῖς Χαλκηδονίοις, κατορύττουσι δέλτους χαλκᾶς, λεγούσας ὡς αὐτίκα μάλα ὁ Ἀσκληπιὸς σὺν τῷ πατρὶ Ἀπόλλωνι μέτεισιν εἰς τὸν Πόντον καὶ καθέξει τὸ τοῦ Ἀβώνου τεῖχος.
このことを巡って彼らの間で少なからぬ対立があったが、ついにアレクサンドロスが勝利した。 そして彼らはカルケドンに到着すると、――それでもやはりこの都市は自分たちにとって何かと役に立つと思われたので、――カルケドン人にとって最も古いアポロンの神殿の中に、青銅の板を埋めた。 それには、アスクレピオスが父アポロンとともに、まもなくポントスへと移り、アボノテイコスを占有するだろう、と記されていた。
αὗται αἱ δέλτοι ἐξεπίτηδες εὑρεθεῖσαι διαφοιτῆσαι ῥᾳδίως τὸν λόγον τοῦτον εἰς πᾶσαν τὴν Βιθυνίαν καὶ τὸν Πόντον ἐποίησαν, καὶ πολὺ πρὸ τῶν ἄλλων εἰς τὸ τοῦ Ἀβώνου τεῖχος·
これらの青銅板がわざとらしく発見されると、この噂はビテュニア全土およびポントス、そして何よりも真っ先にアボノテイコスへと容易に広まった。
κἀκεῖνοι γὰρ καὶ νεὼν αὐτίκα ἐψηφίσαντο ἐγεῖραι καὶ τοὺς θεμελίους ἤδη ἔσκαπτον.
アボノテイコスの人々は、すぐに神殿を建てることを決議し、すでに土台を掘り始めていたのである。
κἀνταῦθα ὁ μὲν Κοκκωνᾶς ἐν Χαλκηδόνι καταλείπεται, διττούς τινας καὶ ἀμφιβόλους καὶ λοξοὺς χρησμοὺς συγγράφων, καὶ μετʼ ὀλίγον ἐτελεύτησε τὸν βίον, ὑπὸ ἐχίδνης, οἶμαι, δηχθείς.
そこでココナスはカルケドンに残り、二枚舌の、曖昧で、回りくどい神託を執筆していたが、まもなく命を落とした。 思うに、クサリヘビに噛まれたのだろう。
§11προεισπέμπεται δὲ ὁ Ἀλέξανδρος, κομῶν ἤδη καὶ πλοκάμους καθειμένος καὶ μεσόλευκον χιτῶνα πορφυροῦν ἐνδεδυκὼς καὶ ἱμάτιον ὑπὲρ αὐτοῦ λευκὸν ἀναβεβλημένος, ἅρπην ἔχων κατὰ τὸν Περσέα, ἀφʼ οὗ ἑαυτὸν ἐγενεαλόγει μητρόθεν·
一方、アレクサンドロスは先発隊として送り出された。 彼はすでに髪を長く伸ばし、巻き毛を垂らし、白地のストライプが入った紫のキトンを着て、その上に白いヒマティオンを羽織り、ペルセウスのように大鎌を手に持っていた。 彼は母方からペルセウスの血を引いていると自称していた。
καὶ οἱ ὄλεθροι ἐκεῖνοι Παφλαγόνες, εἰδότες αὐτοῦ ἄμφω τοὺς γονέας ἀφανεῖς καὶ ταπεινούς, ἐπίστευον τῷ χρησμῷ λέγοντι
"
Περσείδης γενεὴν Φοίβῳ φίλος οὗτος ὁρᾶται,
δῖος Ἀλέξανδρος, Ποδαλειρίου αἷμα λελογχώς.
そして、あの破滅的なパフラゴニア人たちは、彼の両親がどちらも無名で卑しい身分であることを知っていたにもかかわらず、次のように告げる神託を信じた。 "珀耳修スの末裔、フォイボスに愛されし者がここに現れる。 神のごときアレクサンドロス、ポダレイリオスの血を引く者なり。
"
οὕτως ἄρα ὁ Ποδαλείριος μάχλος καὶ γυναικομανὴς τὴν φύσιν, ὡς ἀπὸ Τρίκκης μέχρι Παφλαγονίας στύεσθαι ἐπὶ τὴν Ἀλεξάνδρου μητέρα.
"このポダレイリオスという男は、生まれつき実に好色で女狂いであったため、トリッケからパフラゴニアまで、アレクサンドロスの母親を求めて発情していたというわけだ。
εὕρητο δὲ χρησμὸς ἤδη, ὡς Σιβύλλης προμαντευσαμένης·
また、あたかもシビュラが予言していたかのような神託が、すでに発見されていた。
"
Εὐξείνου Πόντοιο παρʼ ᾐόσιν ἄγχι Σινώπης
ἔσται τις κατὰ Τύρσιν ὑπʼ Αὐσονίοισι προφήτης,
ἐκ πρώτης δεικνὺς μονάδος τρισσῶν δεκάδων τε
πένθʼ ἑτέρας μονάδας καὶ εἰκοσάδα τρισάριθμον,
ἀνδρὸς ἀλεξητῆρος ὁμωνυμίην τετράκυκλον.
"エウクセイノス・ポントスの岸辺、シノペの近くに、イタリア人たちの支配のもと、塔のそばにある預言者が現れるだろう。 最初の1と、3つの10、さらに別の5、そして3倍された20を示す。 避ける者の名と同じであり、4つの輪を持つ。
" §12εἰσβαλὼν οὖν ὁ Ἀλέξανδρος μετὰ τοιαύτης τραγῳδίας διὰ πολλοῦ εἰς τὴν πατρίδα περίβλεπτός τε καὶ λαμπρὸς ἦν, μεμηνέναι προσποιούμενος ἐνίοτε καὶ ἀφροῦ ὑποπιμπλάμενος τὸ στόμα·
"こうして、このような芝居じみた演出を伴って久しぶりに故郷に帰還したアレクサンドロスは、衆目を集める華麗な存在となり、時には狂ったふりをして口から泡を吹いて見せた。
ῥᾳδίως δὲ τοῦτο ὑπῆρχεν αὐτῷ, στρουθίου τῆς βαφικῆς βοτάνης τὴν ῥίζαν διαμασησαμένῳ·
これは、染色に用いられるハコベの根を噛み砕くだけで、彼にとって容易にできることであった。
τοῖς δὲ θεῖόν τι καὶ φοβερὸν ἐδόκει καὶ ὁ ἀφρός.
人々には、その泡も何か神聖で恐るべきものと思われた。
ἐπεποίητο δὲ αὐτοῖς πάλαι καὶ κατεσκεύαστο κεφαλὴ δράκοντος ὀθονίνη ἀνθρωπόμορφόν τι ἐπιφαίνουσα, κατάγραφος, πάνυ εἰκασμένη, ὑπὸ θριξὶν ἱππείαις ἀνοίγουσά τε καὶ αὖθις ἐπικλείουσα τὸ στόμα· , καὶ γλῶττα οἵα δράκοντος διττὴ μέλαινα προέκυπτεν, ὑπὸ τριχῶν καὶ αὐτὴ ἑλκομένη.
一方、彼らの間では、ずっと前から、亜麻布製の蛇の頭が作られ準備されていた。 それはどこか人間に似た容貌をしており、彩色が施され、極めて本物そっくりに作られていた。 馬の毛を用いて口を開閉することができ、蛇のような二股に分かれた黒い舌が、やはり毛で引っ張られることによって突き出るようになっていた。
καὶ ὁ Πελλαῖος δὲ δράκων προϋπῆρχεν καὶ οἴκοι ἐτρέφετο, κατὰ καιρὸν ἐπιφανησόμενος αὐτοῖς καὶ συντραγῳδήσων, μᾶλλον δὲ πρωταγωνιστὴς ἐσόμενος.
また、ペラから連れてきた蛇もすでに用意されていて、家で飼育されており、好機に人々の前に現れて芝居を盛り上げるため、というよりはむしろ主役を演じることになっていた。