§9Μένιππος
ἤδη δʼ οὖν ὑπέφαινεν ἡμέρα, καὶ κατελθόντες ἐπὶ τὸν ποταμὸν περὶ ἀναγωγὴν ἐγιγνόμεθα.
メニッポスやがて夜が明け始め、私たちは川へ下って出帆の準備に取りかかった。
παρεσκεύαστο δʼ αὐτῷ καὶ σκάφος καὶ ἱερεῖα καὶ μελίκρατον καὶ ἄλλα ὅσα πρὸς τὴν τελετὴν χρήσιμα.
彼によって、小舟、犠牲の獣、蜜水、その他儀式に必要なすべてのものがすでに準備されていた。
ἐμβαλόμενοι οὖν ἅπαντα τὰ παρεσκευασμένα οὕτω δὴ καὶ αὐτοὶ βαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες.
そこで、準備されたものすべてを積み込み、このようにして私たち自身も、嘆き悲しみながら、豊かな涙を流して乗り込んだ。
Καὶ μέχρι μέν τινος ὑπεφερόμεθα ἐν τῷ ποταμῷ, εἶτα δὲ εἰσεπλεύσαμεν εἰς τὸ ἕλος καὶ τὴν λίμνην εἰς ἣν ὁ Εὐφράτης ἀφανίζεται.
そして、しばらくの間は川の流れを下っていったが、その後、ユーフラテス川がその中に消え去る沼地と湖に入り込んだ。
περαιωθέντες δὲ καὶ ταύτην ἀφικνούμεθα εἰς τι χωρίον ἔρημον καὶ ὑλῶδες καὶ ἀνήλιον, εἰς ὃ καὶ δὴ ἀποβάντες — ἡγεῖτο δὲ ὁ Μιθροβαρζάνης — βόθρον τε ὠρυξάμεθα καὶ τὰ μῆλα κατεσφάξαμεν καὶ τὸ αἷμα περὶ αὐτὸν ἐσπείσαμεν.
そこをも渡りきると、私たちは、荒涼とした、木々が生い茂る、陽の差し込まないある場所へと到着した。 そこに上陸すると――ミトロバルザネスが先導していたのだが――私たちは穴を掘り、羊たちを屠り、その血を穴の周りに注いだ。
ὁ δὲ μάγος ἐν τοσούτῳ δᾷδα καιομένην ἔχων οὐκέτʼ ἠρεμαίᾳ τῇ φωνῇ, παμμέγεθες δέ, ὡς οἷός τε ἦν, ἀνακραγὼν δαίμονάς τε ὁμοῦ πάντας ἐπεβοᾶτο καὶ Ποινὰς καὶ Ἐρινύας
"καὶ νυχίαν Ἑκάτην καὶ ἐπαινὴν Περσεφόνειαν,"
παραμιγνὺς ἅμα βαρβαρικά τινα καὶ ἄσημα ὀνόματα καὶ πολυσύλλαβα.
その間、魔術師は燃え盛る松明を手に持ち、もはや静かな声ではなく、できる限りの大声を張り上げて、すべての精霊たちを、また復讐の女神たちや憤怒の女神たち、「そして夜のヘカテ、恐るべきペルセポネイア」を一度に呼び求め、同時にいくつかの野蛮で意味不明な多音節の言葉を混ぜ合わせた。
§10Μένιππος
εὐθὺς οὖν ἅπαντα ἐκεῖνα ἐσαλεύετο καὶ ὑπὸ τῆς ἐπῳδῆς τοὔδαφος ἀνερρήγνυτο καὶ ὑλακὴ τοῦ Κερβέρου πόρρωθεν ἠκούετο καὶ τὸ πρᾶγμα ὑπερκατηφὲς ἦν καὶ σκυθρωπόν.
メニッポスするとたちまち、あたりのものすべてが揺れ動き、呪文によって地面が裂け、遠くからケルベロスの吠え声が聞こえ、事態は極めて重苦しく陰鬱なものとなった。
"ἔδδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς —"
κατεφαίνετο γὰρ ἤδη τὰ πλεῖστα, καὶ ἡ λίμνη καὶ ὁ Πυριφλεγέθων καὶ τοῦ Πλούτωνος τὰ βασίλεια.
「地下では死者の王アイドネウスが恐れおののいた――」というのも、冥界の大部分がすでに姿を現し、あの湖も、ピュリプレゲトン川も、プルトンの王宮も現れたからである。
κατελθόντες δʼ ὅμως διὰ τοῦ χάσματος τὸν μὲν Ῥαδάμανθυν εὕρομεν τεθνεῶτα μικροῦ δεῖν ὑπὸ τοῦ δέους·
しかし私たちはその割れ目を通って下っていき、ラダマンテュスが恐怖のためにあやうく死にそうになっているのを見出した。
ὁ δὲ Κέρβερος ὑλάκτησε μέν τι καὶ παρεκίνησε, ταχὺ δέ μου κρούσαντος τὴν λύραν παραχρῆμα ἐκηλήθη ὑπὸ τοῦ μέλους.
また、ケルベロスは少し吠えて身動きをしたが、私が素早く竪琴を弾くと、たちまちその旋律によって宥められた。
ἐπεὶ δὲ πρὸς τὴν λίμνην ἀφικόμεθα, μικροῦ μὲν οὐδὲ ἐπεραιώθημεν·
そして湖に到着したとき、私たちはあやうく渡ることができないところだった。
ἦν γὰρ πλῆρες ἤδη τὸ πορθμεῖον καὶ οἰμωγῆς ἀνάπλεων, τραυματίαι δὲ πάντες ἐπέπλεον, ὁ μὲν τὸ σκέλος, ὁ δὲ τὴν κεφαλήν, ὁ δὲ ἄλλο τι συντετριμμένος, ἐμοὶ δοκεῖν, ἔκ τινος πολέμου παρόντες.
というのも、渡し船はすでに満員で、哀歌に満ちており、乗っているのは全員が負傷者で、ある者は脚を、ある者は頭を、またある者は他のどこかを砕かれており、私に思われるところでは、どこかの戦争からやって来た人々であったからだ。
ὅμως δʼ οὖν ὁ βέλτιστος Χάρων ὡς εἶδε τὴν λεοντῆν, οἰηθείς με τὸν Ἡρακλέα εἶναι, εἰσεδέξατο καὶ διεπόρθμευσέν τε ἄσμενος καὶ ἀποβᾶσι διεσήμηνε τὴν ἀτραπόν.
しかしともかく、親切なカロンは、ライオンの皮を見るや私をヘラクレスだと思い込み、喜んで船に乗せて渡してくれたうえに、上陸した私たちに道を教えてくれた。
§11Μένιππος
ἐπεὶ δὲ ἦμεν ἐν τῷ σκότῳ, προῄει μὲν ὁ Μιθροβαρζάνης, εἱπόμην δὲ ἐγὼ κατόπιν ἐχόμενος αὐτοῦ, ἕως πρὸς λειμῶνα μέγιστον ἀφικνούμεθα τῷ ἀσφοδέλῳ κατάφυτον, ἔνθα δὴ περιεπέτοντο ἡμᾶς τετριγυῖαι τῶν νεκρῶν αἱ σκιαί.
メニッポス私たちが暗闇の中にいるとき、ミトロバルザネスが先頭を進み、私は彼にぴったりとついて後ろから従い、ついにはアスフォデロスの生い茂る非常に広い野原へと到着した。 そこでは、死者たちの影がキィキィと鳴きながら私たちの周りを飛び回っていた。
κατʼ ὀλίγον δὲ προϊόντες παραγιγνόμεθα πρὸς τὸ τοῦ Μίνωος δικαστήριον·
少しずつ進んでいくと、私たちはミノスの裁判所に到着した。
ἐτύγχανε δὲ ὁ μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καθήμενος, παρειστήκεσαν δὲ αὐτῷ Ποιναὶ καὶ Ἐρινύες καὶ Ἀλάστορες.
彼は高い玉座に腰掛けており、彼の傍らには復讐の女神たちや憤怒の女神たち、そして復讐の悪霊たちが控えていた。
ἑτέρωθεν δὲ προσήγοντο πολλοί τινες ἐφεξῆς, ἁλύσει μακρᾷ δεδεμένοι·
もう一方からは、長い鎖に縛られた多くの人々が順々に連れて来られていた。
ἐλέγοντο δὲ εἶναι μοιχοὶ καὶ πορνοβοσκοὶ καὶ τελῶναι καὶ κόλακες καὶ συκοφάνται καὶ τοιοῦτος ὅμιλος τῶν πάντα κυκώντων ἐν τῷ βίῳ.
彼らは、姦通者、女衒、徴税人、へつらい者、密告者、その他、生涯においてあらゆる混乱を引き起こした者たちの群れであると言われていた。
χωρὶς δὲ οἵ τε πλούσιοι καὶ τοκογλύφοι προσῄεσαν ὠχροὶ καὶ προγάστορες καὶ ποδαγροί, κλοιὸν ἕκαστος αὐτῶν καὶ κόρακα διτάλαντον ἐπικείμενος.
また別には、富裕な者たちや高利貸したちが、青白い顔をし、太鼓腹で、痛風を患った様子で近づいてきたが、彼らはそれぞれ、首かせと二タラントンの重さのある烏(刑具)を課せられていた。
ἐφεστῶτες οὖν ἡμεῖς ἑωρῶμέν τε τὰ γιγνόμενα καὶ ἠκούομεν τῶν ἀπολογουμένων·
そこで私たちは傍らに立ち、起こっていることを見つめ、弁明する者たちの言い分を聞いていた。
κατηγόρουν δὲ αὐτῶν καινοί τινες καὶ παράδοξοι ῥήτορες.
すると、ある奇妙で思いがけない弁論者たちが彼らを告発していたのだ。
Φίλος
τίνες οὗτοι, πρὸς Διός;
友:ゼウスにかけて、それは誰かね。
μὴ γὰρ ὀκνήσῃς καὶ τοῦτο εἰπεῖν.
どうかそれを話すのをためらわないでくれ。
Μένιππος
οἶσθά που ταυτασὶ τὰς πρὸς τὸν ἥλιον ἀποτελουμένας σκιὰς ὑπὸ τῶν σωμάτων;
メニッポス:太陽に向き合うことで、身体によって作り出されるあの影のことを知っているだろう?
Φίλος
πάνυ μὲν οὖν.
友:もちろん知っているとも。
Μένιππος
αὗται τοίνυν, ἐπειδὰν ἀποθάνωμεν, κατηγοροῦσί τε καὶ καταμαρτυροῦσι καὶ διελέγχουσι τὰ πεπραγμένα ἡμῖν παρὰ τὸν βίον, καὶ σφόδρα τινὲς ἀξιόπιστοι δοκοῦσιν ἅτε ἀεὶ συνοῦσαι καὶ μηδέποτε ἀφιστάμεναι τῶν σωμάτων.
メニッポス:じつはそれらが、私たちが死んだとき、生涯の間に私たちがおこなったことを告発し、証言し、暴き立てるのだ。 そしてそれらは、常に身体とともにあり、決して離れることがなかったために、極めて信頼に値するものと思われるのだ。