Humanitext Reader

ルキアノス · メニッポスまたは死霊の教え §6-8

魔術師ミトロバルザネスによる冥界行きの準備

3 / 7 箇所 · ギリシア語

要旨

哲学者たちに失望したメニッポスは、冥界に下ってテイレシアスに正しい生き方を尋ねるため、バビロンの魔術師ミトロバルザネスに道案内を依頼する。魔術師はメニッポスに様々な清めの儀式を施し、冥界の番兵を欺くためにギリシア神話の英雄の姿へと変装させる。

§6Μένιππος σφαλεὶς οὖν καὶ τῆσδε τῆς ἐλπίδος ἔτι μᾶλλον ἐδυσχέραινον, ἠρέμα παραμυθούμενος ἐμαυτὸν ὅτι μετὰ πολλῶν καὶ σοφῶν καὶ σφόδρα ἐπὶ συνέσει διαβεβοημένων ἀνόητός τέ εἰμι καὶ τἀληθὲς ἔτι ἀγνοῶν περιέρχομαι.
メニッポスそこで、この希望も打ち砕かれたため、私はさらにいっそう不快に思ったが、多くの賢者や知性において大いに名を馳せている人々とともに、自分も愚かであり、いまだに真理を知らずに歩き回っているのだと、静かに自分を慰めていた。
καί μοί ποτε διαγρυπνοῦντι τούτων ἕνεκα ἔδοξεν εἰς Βαβυλῶνα ἐλθόντα δεηθῆναί τινος τῶν μάγων τῶν Ζωροάστρου μαθητῶν καὶ διαδόχων·
そしてある時、これらのことで眠れずに夜を過ごしていた私に、バビロンに行って、ゾロアスターの弟子であり後継者である魔術師の一人に頼み込むのが良いと思われた。
ἤκουον δʼ αὐτοὺς ἐπῳδαῖς τε καὶ τελεταῖς τισιν ἀνοίγειν τοῦ Ἅιδου τὰς πύλας καὶ κατάγειν ὃν ἂν βούλωνται ἀσφαλῶς καὶ ὀπίσω αὖθις ἀναπέμπειν.
というのも、彼らは呪文やある種の儀式によってハデスの門を開け、望む者を誰でも安全に連れ下り、再び連れ戻すことができると聞いていたからである。
ἄριστον οὖν ἡγούμην εἶναι παρά τινος τούτων διαπραξάμενον τὴν κατάβασιν ἐλθόντα παρὰ Τειρεσίαν τὸν Βοιώτιον μαθεῖν παρʼ αὐτοῦ ἅτε μάντεως καὶ σοφοῦ, τίς ἐστιν ὁ ἄριστος βίος καὶ ὃν ἄν τις ἕλοιτο εὖ φρονῶν.
したがって、これらの一人の助けを得て冥界下りを遂げ、ボイオティアのテイレシアスのもとへ行って、彼が預言者であり賢者であることから、いかなる生活が最善であり、思慮ある人ならいかなる生活を選ぶべきであるかを、彼から学び知ることが最善であると考えたのだ。
καὶ δὴ ἀναπηδήσας ὡς εἶχον τάχους ἔτεινον εὐθὺ Βαβυλῶνος·
そこで私はすぐに飛び起き、できる限りの速さでバビロンへと真っ直ぐ向かった。
ἐλθὼν δὲ συγγίγνομαί τινι τῶν Χαλδαίων σοφῷ ἀνδρὶ καὶ θεσπεσίῳ τὴν τέχνην, πολιῷ μὲν τὴν κόμην, γένειον δὲ μάλα σεμνὸν καθειμένῳ, τοὔνομα δὲ ἦν αὐτῷ Μιθροβαρζάνης.
到着すると、私はカルデア人の一人で、その術において神がかり的な賢者に出会った。 髪は白髪で、非常に立派な髭を蓄えており、名はミトロバルザネスといった。
δεηθεὶς δὲ καὶ καθικετεύσας μόγις ἐπέτυχον παρʼ αὐτοῦ, ἐφʼ ὅτῳ βούλοιτο μισθῷ, καθηγήσασθαί μοι τῆς ὁδοῦ.
私は彼に懇願し、哀願して、彼が望むいかなる報酬という条件であれ、私に道を案内してもらうことを、かろうじて承諾してもらった。
§7Μένιππος παραλαβὼν δέ με ὁ ἀνὴρ πρῶτα μὲν ἡμέρας ἐννέα καὶ εἴκοσιν ἅμα τῇ σελήνῃ ἀρξάμενος ἔλουε κατάγων ἕωθεν ἐπὶ τὸν Εὐφράτην πρὸς ἀνίσχοντα τὸν ἥλιον, ῥῆσίν τινα μακρὰν ἐπιλέγων ἧς οὐ σφόδρα κατήκουον·
メニッポスその男は私を引き取ると、まず新月から始めて二十九日間、夜明けに東る太陽に向かってユーフラテス川へ私を連れて行き、身体を洗った。 その際、彼は長い呪文を唱えていたが、私はそれをよく聞き取れなかった。
ὥσπερ γὰρ οἱ φαῦλοι τῶν ἐν τοῖς ἀγῶσι κηρύκων ἐπίτροχόν τι καὶ ἀσαφὲς ἐφθέγγετο.
競技会の下手な触れ役のように、早口で不明瞭に呟いていたからである。
πλὴν ἐῴκει γέ τινας ἐπικαλεῖσθαι δαίμονας.
ただし、何らかの精霊たちを呼び出しているようではあった。
μετὰ δʼ οὖν τὴν ἐπῳδὴν τρὶς ἄν μου πρὸς τὸ πρόσωπον ἀποπτύσας, ἐπανῄει πάλιν οὐδένα τῶν ἀπαντώντων προσβλέπων.
とにかく、その呪文の後、私の顔に向かって三回唾を吐きかけ、行き交う人を誰も見ることなく、再び戻って行った。
καὶ σιτία μὲν ἦν ἡμῖν τὰ ἀκρόδρυα, ποτὸν δὲ γάλα καὶ μελίκρατον καὶ τὸ τοῦ Χοάσπου ὕδωρ, εὐνὴ δὲ ὑπαίθριος ἐπὶ τῆς πόας.
そして私たちの食事は木の実であり、飲み物は牛乳、蜜水、そしてコアスペス川の水であり、寝床は草の上の野宿であった。
ἐπεὶ δʼ ἅλις εἶχε τῆς προδιαιτήσεως, περὶ μέσας νύκτας ἐπὶ τὸν Τίγρητα ποταμὸν ἀγαγὼν ἐκάθηρέν τέ με καὶ ἀπέμαξε καὶ περιήγνισεν δᾳδὶ καὶ σκίλλῃ καὶ ἄλλοις πλείοσιν, ἅμα καὶ τὴν ἐπῳδὴν ἐκείνην ὑποτονθορύσας.
前段階の養生が十分になると、真夜中にティグリス川へ私を連れて行き、私を清め、身体を拭い、松明、海葱、その他多くのものを用いてお祓いをした。 同時に、あの呪文を低く呟きながら。
εἶτά με ὅλον καταμαγεύσας καὶ περιελθών, ἵνα μὴ βλαπτοίμην ὑπὸ τῶν φασμάτων, ἐπανάγει εἰς τὴν οἰκίαν, ὡς εἶχον, ἀναποδίζοντα, καὶ τὸ λοιπὸν ἀμφὶ πλοῦν εἴχομεν.
それから私をすっかり呪縛し、幻影から害を受けないように私の周りを回った後、私をそのままの状態で、後ろ向きに歩かせながら家へと連れ戻した。 そしてその後は船旅の準備をしていた。
§8Μένιππος αὐτὸς μὲν οὖν μαγικήν τινα ἐνέδυ στολὴν τὰ πολλὰ ἐοικυῖαν τῇ Μηδικῇ, ἐμὲ δὲ τουτοισὶ φέρων ἐνεσκεύασε, τῷ πίλῳ καὶ τῇ λεοντῇ καὶ προσέτι τῇ λύρᾳ, καὶ παρεκελεύσατο, ἤν τις ἔρηταί με τοὔνομα, Μένιππον μὴ λέγειν, Ἡρακλέα δὲ ἢ Ὀδυσσέα ἢ Ὀρφέα.
メニッポス彼自身はメディア風の衣服に非常によく似た魔術的な衣装を身にまとい、私にはこれら、すなわちフェルト帽、ライオンの皮、さらには竪琴を持たせて装わせた。 そして、もし誰かが私の名前を尋ねたら、メニッポスとは言わず、ヘラクレス、オデュッセウス、あるいはオルフェウスと言うようにと命じた。
Φίλος ὡς δὴ τί τοῦτο, ὦ Μένιππε;
友メニッポスよ、いったいそれはどういう目的でかね。
οὐ γὰρ συνίημι τὴν αἰτίαν οὔτε τοῦ σχήματος οὔτε τῶν ὀνομάτων.
私はその格好の理由も、それらの名前の理由も理解できないのだが。
Μένιππος καὶ μὴν πρόδηλόν γε τοῦτο καὶ οὐ παντελῶς ἀπόρρητον·
メニッポスいや、これは極めて明白であり、まったく秘密のことでもない。
ἐπεὶ γὰρ οὗτοι πρὸ ἡμῶν ζῶντες εἰς Ἅιδου κατεληλύθεσαν, ἡγεῖτο, εἴ με ἀπεικάσειεν αὐτοῖς, ῥᾳδίως ἂν τὴν τοῦ Αἰακοῦ φρουρὰν διαλαθεῖν καὶ ἀκωλύτως ἂν παρελθεῖν ἅτε συνηθέστερον, τραγικῶς μάλα παραπεμπόμενον ὑπὸ τοῦ σχήματος.
というのも、彼らは我々より前に、生きたまま冥界へ下ったことがあったので、もし彼が私を彼らに似せれば、アイアコスの番兵を容易に欺き、見慣れた者として、その格好によって大いに劇的な演出を伴って送り出されながら、何の手出しもされずに通り抜けることができるだろう、と考えたからだ。

語釈・文法注

  1. §6ὡς εἶχον τάχους — 接続詞 ὡς と ἔχω(未完了過去 εἶχον)に部分属格 τάχους が結合した慣用表現で、「持ちうる限りの速さで」「大急ぎで」を意味する。
  2. §6ἐφʼ ὅτῳ βούλοιτο μισθῷ — 条件を表す前置詞 ἐπί(縮約形 ἐφʼ)に関係代名詞 ὅστις が従う構文。希求法 βούλοιτο は、主節の動詞 ἐπέτυχον が過去形(アオリスト)であることによる斜格の希求法であり、「彼が望むいかなる報酬という条件のもとでも」という不確定な条件を示す。
  3. §7ἅμα τῇ σελήνῃ ἀρξάμενος — 分詞 ἀρξάμενος(ἄρχομαι のアオリスト中道態分詞)が前置詞句 ἅμα τῇ σελήνῃ(月と同時に、すなわち新月の時に)を伴い、「新月(の時期)から始めて」を意味する。主語は文の主語である「その男(魔術師)」であり、彼が儀式を開始したタイミングを示している。
  4. ¦p.v.4.p.86¦ὡς εἶχον, ἀναποδίζοντα — ὡς εἶχον は「(私がその時)あったままの状態で」という慣用表現。対格分詞 ἀναποδίζοντα(後ろ向きに歩きながら)は、主動詞 ἐπανάγει の目的語(省略されている「私(メニッポス)」)の動態を修飾している。
  5. §8ὡς δὴ τί τοῦτο — 極めて省略の多い口語的な疑問文。疑問副詞としての ὡς τί(何のために、どういう目的で)に、強意の小辞 δή と指示代名詞 τοῦτο が結びつき、後ろに γένηται などの動詞を補って「いったいそれは何のために(行われるの)か」と解釈する。

この箇所を引用する

ルキアノス, メニッポスまたは死霊の教え §6-8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg035.humanitext-grc2:6-8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。