§12Μένιππος
ὁ δʼ οὖν Μίνως ἐπιμελῶς ἐξετάζων ἀπέπεμπεν ἕκαστον εἰς τὸν τῶν ἀσεβῶν χῶρον δίκην ὑφέξοντα κατʼ ἀξίαν τῶν τετολμημένων, καὶ μάλιστα ἐκείνων ἥπτετο τῶν ἐπὶ πλούτοις τε καὶ ἀρχαῖς τετυφωμένων καὶ μονονουχὶ καὶ προσκυνεῖσθαι περιμενόντων, τήν τε ὀλιγοχρόνιον ἀλαζονείαν αὐτῶν καὶ τὴν ὑπεροψίαν μυσαττόμενος, καὶ ὅτι μὴ ἐμέμνηντο θνητοί τε ὄντες αὐτοὶ καὶ θνητῶν ἀγαθῶν τετυχηκότες.
メニッポスミノスは綿密に詮索しながら、あえて犯した罪に見合う罰を受けさせるために、各人を不信心な者たちの場所へと送り出していたが、とりわけ、富や権力に驕り高ぶり、ほとんど礼拝されることすら待ち望んでいた者たちを厳しく責め立てた。 彼は、彼らの一時的な傲慢さと見下した態度、そして自分たち自身も死すべき身であり、死すべきはかない良きものを得ていたにすぎないことを覚えていなかったことを忌み嫌っていた。
οἳ δὲ ἀποδυσάμενοι τὰ λαμπρὰ ἐκεῖνα πάντα, πλούτους λέγω καὶ γένη καὶ δυναστείας, γυμνοὶ κάτω νενευκότες παρειστήκεσαν ὥσπερ τινὰ ὄνειρον ἀναπεμπαζόμενοι τὴν παρʼ ἡμῖν εὐδαιμονίαν·
彼らは、それらすべての輝かしいもの――すなわち富、家柄、権力を脱ぎ捨てて、裸で、うつむいて立ち、私たちの世界の幸福を、まるである種の夢であるかのように思い返していた。
ὥστʼ ἔγωγε ταῦτα ὁρῶν ὑπερέχαιρον καὶ εἴ τινα γνωρίσαιμι αὐτῶν, προσιὼν ἂν ἡσυχῇ πως ὑπεμίμνησκον οἷος ἦν παρὰ τὸν βίον καὶ ἡλίκον ἐφύσα τότε, ἡνίκα πολλοὶ μὲν ἕωθεν ἐπὶ τῶν πυλώνων παρειστήκεσαν τὴν πρόοδον αὐτοῦ περιμένοντες ὠθούμενοί τε καὶ ἀποκλειόμενοι πρὸς τῶν οἰκετῶν·
それゆえ私は、これを見て大いに喜び、もし彼らの中に知人を見出すと、近づいて静かに、生涯において彼がどのような者であったか、また当時どれほど威張り返していたかを思い出させてやったものだ。 当時は朝早くから多くの人々が門の前に立ち、彼のお出ましを待ちわび、召使いたちによって押し分けられ、締め出されていた。
ὁ δὲ μόλις ἄν ποτε ἀνατείλας αὐτοῖς πορφυροῦς τις ἢ περίχρυσος ἢ διαποίκιλος εὐδαίμονας ᾤετο καὶ μακαρίους ἀποφαίνειν τοὺς προσειπόντας, εἰ τὸ στῆθος ἢ τὴν δεξιὰν προτείνων δοίη καταφιλεῖν.
しかし彼は、ようやく彼らの前に姿を現すと、紫衣をまとい、あるいは金に飾られ、あるいは刺繍を施されて、もし胸や右手を差し出して口づけすることを許すならば、挨拶する者たちを幸福で祝福された者にするのだと考えていたのだ。
ἐκεῖνοι μὲν οὖν ἠνιῶντο ἀκούοντες.
彼らはこれを聞いて苦悩していた。
§13Μένιππος
τῷ δὲ Μίνῳ μία τις καὶ πρὸς χάριν ἐδικάσθη·
メニッポスしかしミノスによって、ただ一つの裁判だけは恩情によって裁かれた。
τὸν γάρ τοι Σικελιώτην Διονύσιον πολλά γε καὶ δεινὰ καὶ ἀνόσια ὑπό τε Δίωνος κατηγορηθέντα καὶ ὑπὸ τῆς σκιᾶς καταμαρτυρηθέντα παρελθὼν Ἀρίστιππος ὁ Κυρηναῖος — ἄγουσι δʼ αὐτὸν ἐν τιμῇ καὶ δύναται μέγιστον ἐν τοῖς κάτω — μικροῦ δεῖν τῇ Χιμαίρᾳ προσδεθέντα παρέλυσε τῆς καταδίκης λέγων πολλοῖς αὐτὸν τῶν πεπαιδευμένων πρὸς ἀργύριον γενέσθαι δεξιόν.
というのも、シケリアのディオニュシオスが、ディオンによって多くの恐ろしく不敬な罪で告発され、またその影によって証言されたのを、キュレネのアリスティッポスが――冥界の人々は彼を重んじており、彼はあの世で最大の勢力を持っているのだが――進み出て、キマイラに危うく縛り付けられそうになっていた彼を有罪判決から免れさせた。 彼が多くの教養ある人々に対して、金銭の面で気前がよかったと言って。
§14Μένιππος
ἀποστάντες δὲ ὅμως τοῦ δικαστηρίου πρὸς τὸ κολαστήριον ἀφικνούμεθα.
メニッポスしかし、ともかく私たちは裁判所を離れて、刑罰の場所へと到着した。
ἔνθα δή, ὦ φιλότης, πολλὰ καὶ ἐλεεινὰ ἦν καὶ ἀκοῦσαι καὶ ἰδεῖν·
そこでは、わが友よ、聞くにも見るにも多くの哀れなことがあった。
μαστίγων τε γὰρ ὁμοῦ ψόφος ἠκούετο καὶ οἰμωγὴ τῶν ἐπὶ τοῦ πυρὸς ὀπτωμένων καὶ στρέβλαι καὶ κύφωνες καὶ τροχοί, καὶ ἡ Χίμαιρα ἐσπάραττεν καὶ ὁ Κέρβερος ἐδάρδαπτεν.
鞭の音が聞こえると同時に、火の上で焼かれる者たちのうめき声、拷問台、首かせ、車輪があり、キマイラが引き裂き、ケルベロスが食い荒らしていた。
ἐκολάζοντό τε ἅμα πάντες, βασιλεῖς, δοῦλοι, σατράπαι, πένητες, πλούσιοι, πτωχοί, καὶ μετέμελε πᾶσι τῶν τετολμημένων.
そして、王も奴隷も、総督も貧者も、富者も物乞いも、皆が一様に罰せられており、全員があえて犯した罪を後悔していた。
ἐνίους δὲ αὐτῶν καὶ ἐγνωρίσαμεν ἰδόντες, ὁπόσοι ἦσαν τῶν ἔναγχος τετελευτηκότων·
私たちは、彼らのうちの何人かを見て認識した。 彼らは最近亡くなったばかりの人々であった。
οἱ δὲ ἐνεκαλύπτοντό τε καὶ ἀπεστρέφοντο, εἰ δὲ καὶ προσβλέποιεν, μάλα δουλοπρεπές τι καὶ κολακευτικόν, καὶ ταῦτα πῶς οἴει βαρεῖς ὄντες καὶ ὑπερόπται παρὰ τὸν βίον;
彼らは顔を覆い、背を向けた。 そして、もしこちらを見ることがあっても、極めて奴隷のようで、へつらうような態度であった。 しかも、生涯においては、彼らがどれほど尊大で傲慢であったか、お前はどう思うかね。
τοῖς μέντοι πένησιν ἡμιτέλεια τῶν κακῶν ἐδίδοτο, καὶ διαναπαυόμενοι πάλιν ἐκολάζοντο.
しかしながら、貧しい者たちには苦痛の半分が免除されており、休息を得てはまた罰せられていた。
καὶ μὴν κἀκεῖνα εἶδον τὰ μυθώδη, τὸν Ἰξίονα καὶ τὸν Σίσυφον καὶ τὸν Φρύγα Τάνταλον, χαλεπῶς γε ἔχοντα, καὶ τὸν γηγενῆ Τιτυόν, Ἡράκλεις ὅσος·
さらに、私は神話でおなじみの者たち、イクシオンやシシュポス、そしてフリュギアのタンタロスをも見たが、彼らは実につらい目にあっていた。 また大地の申し子ティテュオスもいたが、ヘラクレスよ、何と巨大だったことか。
ἔκειτο γοῦν τόπον ἐπέχων ἀγροῦ.
とにかく、畑一反分もの場所を占めて横たわっていたのだ。
§15Μένιππος
διελθόντες δὲ καὶ τούτους εἰς τὸ πεδίον εἰσβάλλομεν τὸ Ἀχερούσιον, εὑρίσκομέν τε αὐτόθι τοὺς ἡμιθέους τε καὶ τὰς ἡρωΐνας καὶ τὸν ἄλλον ὅμιλον τῶν νεκρῶν κατὰ ἔθνη καὶ κατὰ φῦλα διαιτωμένους, τοὺς μὲν παλαιούς τινας καὶ εὐρωτιῶντας καὶ ὥς φησιν Ὅμηρος, ἀμενηνούς, τοὺς δʼ ἔτι νεαλεῖς καὶ συνεστηκότας, καὶ μάλιστα τοὺς Αἰγυπτίους αὐτῶν διὰ τὸ πολυαρκὲς τῆς ταριχείας.
メニッポスそして彼らの間をも通り抜けて、私たちはアケロンの平原に入り、そこでは半神たちや女の英雄たち、そして死者たちのその他の群れが、民族ごと、部族ごとに暮らしているのを見出した。 ある者はかなり古く、カビが生えており、ホメロスが言うように力のない影であったが、別の者たちはまだ新しく、しっかりとした体をとどめており、特に彼らのうちのエジプト人たちは、ミイラ処置が長持ちするためにしっかりとしていた。
τὸ μέντοι διαγιγνώσκειν ἕκαστον οὐ πάνυ τι ἦν ῥᾴδιον·
しかしながら、それぞれを識別することは全く容易ではなかった。
ἅπαντες γὰρ ἀτεχνῶς ἀλλήλοις γίγνονται ὅμοιοι τῶν ὀστῶν γεγυμνωμένων.
なぜなら、骨がむき出しになると、誰もがまったくお互いにそっくりになってしまうからだ。
πλὴν ἀλλὰ μόγις τε καὶ διὰ πολλοῦ ἀναθεωροῦντες αὐτοὺς ἐγιγνώσκομεν.
ただ、私たちは彼らをじっくりと、また時間をかけて観察することによって、かろうじて見分けることができた。
ἔκειντο δʼ ἐπʼ ἀλλήλοις ἀμαυροὶ καὶ ἄσημοι καὶ οὐδὲν ἔτι τῶν παρʼ ἡμῖν καλῶν φυλάττοντες.
彼らは互いに重なり合って横たわっており、おぼろげで区別がつかず、私たちの世界の美しいものの名残を何一つとどめていなかった。
ἀμέλει πολλῶν ἐν ταὐτῷ σκελετῶν κειμένων καὶ πάντων ὁμοίως φοβερόν τι καὶ διάκενον δεδορκότων καὶ γυμνοὺς τοὺς ὀδόντας προφαινόντων, ἠπόρουν πρὸς ἐμαυτὸν ᾧτινι διακρίναιμι τὸν Θερσίτην ἀπὸ τοῦ καλοῦ Νιρέως ἢ τὸν μεταίτην Ἶρον ἀπὸ τοῦ Φαιάκων βασιλέως ἢ Πυρρίαν τὸν μάγειρον ἀπὸ τοῦ Ἀγαμέμνονος.
実際、多くの骸骨が同じ場所に横たわり、皆が一様に、恐ろしく虚ろな眼差しを向け、むき出しの歯をのぞかせているので、私は、どうすればテルシテスを美男子ニレウスから、あるいは物乞いのイロスをパイアケス人の王から、あるいは料理人のピュリアスをアガメムノンから区別できるだろうかと、自問して途方に暮れた。
οὐδὲν γὰρ ἔτι τῶν παλαιῶν γνωρισμάτων αὐτοῖς παρέμενεν, ἀλλʼ ὅμοια τὰ ὀστᾶ ἦν, ἄδηλα καὶ ἀνεπίγραφα καὶ ὑπʼ οὐδενὸς ἔτι διακρίνεσθαι δυνάμενα.
というのも、かつての特徴的な目印は彼らには何一つ残っておらず、骨はどれも似たり寄ったりで、不明瞭で、名前が刻まれておらず、もはや誰によっても区別されることができなかったからである。