§9Μένιππος
ἤδη δʼ οὖν ὑπέφαινεν ἡμέρα, καὶ κατελθόντες ἐπὶ τὸν ποταμὸν περὶ ἀναγωγὴν ἐγιγνόμεθα.
门尼普斯黎明甫现,我们下到河边,准备启航。
παρεσκεύαστο δʼ αὐτῷ καὶ σκάφος καὶ ἱερεῖα καὶ μελίκρατον καὶ ἄλλα ὅσα πρὸς τὴν τελετὴν χρήσιμα.
他已准备好了小舟、祭品、蜜水以及其他一切仪式所需之物。
ἐμβαλόμενοι οὖν ἅπαντα τὰ παρεσκευασμένα οὕτω δὴ καὶ αὐτοὶ βαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες.
于是我们把所有准备好的东西都装上船,自己也这样忧伤地登船,流下大滴的眼泪。
Καὶ μέχρι μέν τινος ὑπεφερόμεθα ἐν τῷ ποταμῷ, εἶτα δὲ εἰσεπλεύσαμεν εἰς τὸ ἕλος καὶ τὴν λίμνην εἰς ἣν ὁ Εὐφράτης ἀφανίζεται.
我们在河里顺流漂行了一阵,然后驶入了幼发拉底河消失在其中的沼泽和湖泊。
περαιωθέντες δὲ καὶ ταύτην ἀφικνούμεθα εἰς τι χωρίον ἔρημον καὶ ὑλῶδες καὶ ἀνήλιον, εἰς ὃ καὶ δὴ ἀποβάντες — ἡγεῖτο δὲ ὁ Μιθροβαρζάνης — βόθρον τε ὠρυξάμεθα καὶ τὰ μῆλα κατεσφάξαμεν καὶ τὸ αἷμα περὶ αὐτὸν ἐσπείσαμεν.
渡过这片水域后,我们来到一个荒凉、茂密且没有阳光的地方。 在此上陆后——由米特罗巴尔赞领路——我们挖了一个坑,宰杀了羊,并把血洒在坑的周围。
ὁ δὲ μάγος ἐν τοσούτῳ δᾷδα καιομένην ἔχων οὐκέτʼ ἠρεμαίᾳ τῇ φωνῇ, παμμέγεθες δέ, ὡς οἷός τε ἦν, ἀνακραγὼν δαίμονάς τε ὁμοῦ πάντας ἐπεβοᾶτο καὶ Ποινὰς καὶ Ἐρινύας
"καὶ νυχίαν Ἑκάτην καὶ ἐπαινὴν Περσεφόνειαν,"
παραμιγνὺς ἅμα βαρβαρικά τινα καὶ ἄσημα ὀνόματα καὶ πολυσύλλαβα.
与此同时,术士手持燃烧的火把,不再用温和的声音,而是尽其所能地大声呼喊,同时召唤出所有的神灵、惩罚女神和复仇女神, “黑夜的赫卡忒和可怖的珀耳塞福涅,” 同时夹杂着一些野蛮、晦涩且多音节的名字。
§10Μένιππος
εὐθὺς οὖν ἅπαντα ἐκεῖνα ἐσαλεύετο καὶ ὑπὸ τῆς ἐπῳδῆς τοὔδαφος ἀνερρήγνυτο καὶ ὑλακὴ τοῦ Κερβέρου πόρρωθεν ἠκούετο καὶ τὸ πρᾶγμα ὑπερκατηφὲς ἦν καὶ σκυθρωπόν.
门尼普斯于是,周围的一切立刻动摇起来,在大地因咒语而开裂,远处传来了刻耳杯洛斯的吠叫,景象变得极其阴沉可怕。
"ἔδδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς —"
κατεφαίνετο γὰρ ἤδη τὰ πλεῖστα, καὶ ἡ λίμνη καὶ ὁ Πυριφλεγέθων καὶ τοῦ Πλούτωνος τὰ βασίλεια.
“深处阴间的死者之王爱多纽斯也感到惊恐——” 因为此时冥间的大部分景象已清晰可见:那湖泊、皮里弗勒革同河以及普路托的王宫。
κατελθόντες δʼ ὅμως διὰ τοῦ χάσματος τὸν μὲν Ῥαδάμανθυν εὕρομεν τεθνεῶτα μικροῦ δεῖν ὑπὸ τοῦ δέους·
尽管如此,我们还是顺着裂口下去了,发现拉达曼提斯几乎要被吓死了。
ὁ δὲ Κέρβερος ὑλάκτησε μέν τι καὶ παρεκίνησε, ταχὺ δέ μου κρούσαντος τὴν λύραν παραχρῆμα ἐκηλήθη ὑπὸ τοῦ μέλους.
刻耳杯洛斯吠叫了几声,蠢蠢欲动,但我迅速弹起竖琴,它立刻被这旋律驯服了。
ἐπεὶ δὲ πρὸς τὴν λίμνην ἀφικόμεθα, μικροῦ μὲν οὐδὲ ἐπεραιώθημεν· ἦν γὰρ πλῆρες ἤδη τὸ πορθμεῖον καὶ οἰμωγῆς ἀνάπλεων, τραυματίαι δὲ πάντες ἐπέπλεον, ὁ μὲν τὸ σκέλος, ὁ δὲ τὴν κεφαλήν, ὁ δὲ ἄλλο τι συντετριμμένος, ἐμοὶ δοκεῖν, ἔκ τινος πολέμου παρόντες.
当我们到达湖边时,差一点连渡船都没法坐上去;因为渡船已经塞得满满当当,充斥着哀号,而且船上的人全都是伤兵,有的断了腿,有的破了头,有的伤了其他部位,在我看来,他们显然刚从某场战争中来。
ὅμως δʼ οὖν ὁ βέλτιστος Χάρων ὡς εἶδε τὴν λεοντῆν, οἰηθείς με τὸν Ἡρακλέα εἶναι, εἰσεδέξατο καὶ διεπόρθμευσέν τε ἄσμενος καὶ ἀποβᾶσι διεσήμηνε τὴν ἀτραπόν.
不过,好心的卡戎一看到那张狮皮,以为我是赫拉克勒斯,便欣然接纳我们并渡我们过去,还在我们上岸后指明了道路。
§11Μένιππος
ἐπεὶ δὲ ἦμεν ἐν τῷ σκότῳ, προῄει μὲν ὁ Μιθροβαρζάνης, εἱπόμην δὲ ἐγὼ κατόπιν ἐχόμενος αὐτοῦ, ἕως πρὸς λειμῶνα μέγιστον ἀφικνούμεθα τῷ ἀσφοδέλῳ κατάφυτον, ἔνθα δὴ περιεπέτοντο ἡμᾶς τετριγυῖαι τῶν νεκρῶν αἱ σκιαί.
门尼普斯当我们置身于黑暗之中时,米特罗巴尔赞在前引路,我紧贴在他身后跟随,直到我们来到一片长满阿斯福德尔的极广阔的草地,在那里,死者们尖叫着的阴魂在我们周围飞来飞去。
κατʼ ὀλίγον δὲ προϊόντες παραγιγνόμεθα πρὸς τὸ τοῦ Μίνωος δικαστήριον· ἐτύγχανε δὲ ὁ μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καθήμενος, παρειστήκεσαν δὲ αὐτῷ Ποιναὶ καὶ Ἐρινύες καὶ Ἀλάστορες.
我们渐渐前行,来到了米诺斯的审判庭;他正坐在一张高高的宝座上,身旁侍立着惩罚女神、复仇女神和复仇恶灵。
ἑτέρωθεν δὲ προσήγοντο πολλοί τινες ἐφεξῆς, ἁλύσει μακρᾷ δεδεμένοι· ἐλέγοντο δὲ εἶναι μοιχοὶ καὶ πορνοβοσκοὶ καὶ τελῶναι καὶ κόλακες καὶ συκοφάνται καὶ τοιοῦτος ὅμιλος τῶν πάντα κυκώντων ἐν τῷ βίῳ.
从另一侧,许多人被一条长长的锁链拴着,依次被带了上来;据说他们是通奸犯、拉皮条者、税吏、阿谀奉承者、诬告者,以及在世时把一切搞得乌烟瘴气的这一类群氓。
χωρὶς δὲ οἵ τε πλούσιοι καὶ τοκογλύφοι προσῄεσαν ὠχροὶ καὶ προγάστορες καὶ ποδαγροί, κλοιὸν ἕκαστος αὐτῶν καὶ κόρακα διτάλαντον ἐπικείμενος.
而在另一旁,那些富人和高利贷者走上前来,面色苍白、大腹便便、患着痛风,他们每个人都戴着颈枷,身上压着一个重达两塔兰同的“铁鸦”。
ἐφεστῶτες οὖν ἡμεῖς ἑωρῶμέν τε τὰ γιγνόμενα καὶ ἠκούομεν τῶν ἀπολογουμένων· κατηγόρουν δὲ αὐτῶν καινοί τινες καὶ παράδοξοι ῥήτορες.
于是我们站在一旁,看着发生的一切,听着被告们的辩护;而指控他们的,却是一些奇特而令人意想不到的控告者。
Φίλος
τίνες οὗτοι, πρὸς Διός;
朋友:凭宙斯起誓,这些人是谁?
μὴ γὰρ ὀκνήσῃς καὶ τοῦτο εἰπεῖν.
请千万不要犹豫,把这也告诉我吧。
Μένιππος
οἶσθά που ταυτασὶ τὰς πρὸς τὸν ἥλιον ἀποτελουμένας σκιὰς ὑπὸ τῶν σωμάτων;
门尼普斯:你大概知道,身体迎着太阳时所投下的那些影子吧?
Φίλος
πάνυ μὲν οὖν.
朋友:当然知道。
Μένιππος
αὗται τοίνυν, ἐπειδὰν ἀποθάνωμεν, κατηγοροῦσί τε καὶ καταμαρτυροῦσι καὶ διελέγχουσι τὰ πεπραγμένα ἡμῖν παρὰ τὸν βίον, καὶ σφόδρα τινὲς ἀξιόπιστοι δοκοῦσιν ἅτε ἀεὶ συνοῦσαι καὶ μηδέποτε ἀφιστάμεναι τῶν σωμάτων.
门尼普斯:那么,当我们死后,就是它们指控、作证并揭露我们在生前所做的事情。 而且它们显得非常可信,因为它们总是与身体相伴,从未离开。