- 底本
- Lucian, Vol. 4. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg035.humanitext-grc2:9-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
メニッポスとミトロバルザネスは儀式を行って冥界へ下り、カロンの渡し船で湖を渡った後、ミノスの裁判所で死者たちの生前の罪が「自らの影」によって告発される様子を目撃する。
Μένιππος ἤδη δʼ οὖν ὑπέφαινεν ἡμέρα, καὶ κατελθόντες ἐπὶ τὸν ποταμὸν περὶ ἀναγωγὴν ἐγιγνόμεθα. παρεσκεύαστο δʼ αὐτῷ καὶ σκάφος καὶ ἱερεῖα καὶ μελίκρατον καὶ ἄλλα ὅσα πρὸς τὴν τελετὴν χρήσιμα. ἐμβαλόμενοι οὖν ἅπαντα τὰ παρεσκευασμένα οὕτω δὴ καὶ αὐτοὶ βαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες. Καὶ μέχρι μέν τινος ὑπεφερόμεθα ἐν τῷ ποταμῷ, εἶτα δὲ εἰσεπλεύσαμεν εἰς τὸ ἕλος καὶ τὴν λίμνην εἰς ἣν ὁ Εὐφράτης ἀφανίζεται. περαιωθέντες δὲ καὶ ταύτην ἀφικνούμεθα εἰς τι χωρίον ἔρημον καὶ ὑλῶδες καὶ ἀνήλιον, εἰς ὃ καὶ δὴ ἀποβάντες — ἡγεῖτο δὲ ὁ Μιθροβαρζάνης — βόθρον τε ὠρυξάμεθα καὶ τὰ μῆλα κατεσφάξαμεν καὶ τὸ αἷμα περὶ αὐτὸν1 ἐσπείσαμεν. ὁ δὲ μάγος ἐν τοσούτῳ δᾷδα καιομένην ἔχων οὐκέτʼ ἠρεμαίᾳ τῇ φωνῇ, παμμέγεθες δέ, ὡς οἷός τε ἦν, ἀνακραγὼν δαίμονάς τε ὁμοῦ πάντας ἐπεβοᾶτο καὶ Ποινὰς καὶ Ἐρινύας "καὶ νυχίαν Ἑκάτην καὶ ἐπαινὴν Περσεφόνειαν," παραμιγνὺς ἅμα βαρβαρικά τινα καὶ ἄσημα ὀνόματα καὶ πολυσύλλαβα.
メニッポス やがて夜が明け始め、私たちは川へ下って出帆の準備に取りかかった。彼によって、小舟、犠牲の獣、蜜水、その他儀式に必要なすべてのものがすでに準備されていた。そこで、準備されたものすべてを積み込み、このようにして私たち自身も、嘆き悲しみながら、豊かな涙を流して乗り込んだ。 そして、しばらくの間は川の流れを下っていったが、その後、ユーフラテス川がその中に消え去る沼地と湖に入り込んだ。そこをも渡りきると、私たちは、荒涼とした、木々が生い茂る、陽の差し込まないある場所へと到着した。そこに上陸すると――ミトロバルザネスが先導していたのだが――私たちは穴を掘り、羊たちを屠り、その血を穴の周りに注いだ。その間、魔術師は燃え盛る松明を手に持ち、もはや静かな声ではなく、できる限りの大声を張り上げて、すべての精霊たちを、また復讐の女神たちや憤怒の女神たち、「そして夜のヘカテ、恐るべきペルセポネイア」を一度に呼び求め、同時にいくつかの野蛮で意味不明な多音節の言葉を混ぜ合わせた。
Μένιππος εὐθὺς οὖν ἅπαντα ἐκεῖνα ἐσαλεύετο καὶ ὑπὸ τῆς ἐπῳδῆς τοὔδαφος ἀνερρήγνυτο καὶ ὑλακὴ τοῦ Κερβέρου πόρρωθεν ἠκούετο καὶ τὸ πρᾶγμα ὑπερκατηφὲς ἦν καὶ σκυθρωπόν. "ἔδδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς — "κατεφαίνετο γὰρ ἤδη τὰ πλεῖστα, καὶ ἡ λίμνη καὶ ὁ Πυριφλεγέθων καὶ τοῦ Πλούτωνος τὰ βασίλεια. κατελθόντες δʼ ὅμως διὰ τοῦ χάσματος τὸν μὲν Ῥαδάμανθυν εὕρομεν τεθνεῶτα μικροῦ δεῖν2 ὑπὸ τοῦ δέους· ὁ δὲ Κέρβερος ὑλάκτησε μέν τι καὶ παρεκίνησε, ταχὺ δέ μου κρούσαντος τὴν λύραν παραχρῆμα ἐκηλήθη ὑπὸ τοῦ μέλους. ἐπεὶ δὲ πρὸς τὴν λίμνην ἀφικόμεθα, μικροῦ μὲν οὐδὲ ἐπεραιώθημεν·3 ἦν γὰρ πλῆρες ἤδη τὸ πορθμεῖον καὶ οἰμωγῆς ἀνάπλεων, τραυματίαι δὲ πάντες ἐπέπλεον, ὁ μὲν τὸ σκέλος, ὁ δὲ τὴν κεφαλήν, ὁ δὲ ἄλλο τι συντετριμμένος, ἐμοὶ δοκεῖν,4 ἔκ τινος πολέμου παρόντες. ὅμως δʼ οὖν ὁ βέλτιστος Χάρων ὡς εἶδε τὴν λεοντῆν, οἰηθείς με τὸν Ἡρακλέα εἶναι, εἰσεδέξατο καὶ διεπόρθμευσέν τε ἄσμενος καὶ ἀποβᾶσι διεσήμηνε τὴν ἀτραπόν.
メニッポス するとたちまち、あたりのものすべてが揺れ動き、呪文によって地面が裂け、遠くからケルベロスの吠え声が聞こえ、事態は極めて重苦しく陰鬱なものとなった。 「地下では死者の王アイドネウスが恐れおののいた――」というのも、冥界の大部分がすでに姿を現し、あの湖も、ピュリプレゲトン川も、プルトンの王宮も現れたからである。しかし私たちはその割れ目を通って下っていき、ラダマンテュスが恐怖のためにあやうく死にそうになっているのを見出した。また、ケルベロスは少し吠えて身動きをしたが、私が素早く竪琴を弾くと、たちまちその旋律によって宥められた。そして湖に到着したとき、私たちはあやうく渡ることができないところだった。というのも、渡し船はすでに満員で、哀歌に満ちており、乗っているのは全員が負傷者で、ある者は脚を、ある者は頭を、またある者は他のどこかを砕かれており、私に思われるところでは、どこかの戦争からやって来た人々であったからだ。 しかしともかく、親切なカロンは、ライオンの皮を見るや私をヘラクレスだと思い込み、喜んで船に乗せて渡してくれたうえに、上陸した私たちに道を教えてくれた。
Μένιππος ἐπεὶ δὲ ἦμεν ἐν τῷ σκότῳ, προῄει μὲν ὁ Μιθροβαρζάνης, εἱπόμην δὲ ἐγὼ κατόπιν ἐχόμενος αὐτοῦ,5 ἕως πρὸς λειμῶνα μέγιστον ἀφικνούμεθα τῷ ἀσφοδέλῳ κατάφυτον, ἔνθα δὴ περιεπέτοντο ἡμᾶς τετριγυῖαι τῶν νεκρῶν αἱ σκιαί. κατʼ ὀλίγον δὲ προϊόντες παραγιγνόμεθα πρὸς τὸ τοῦ Μίνωος δικαστήριον· ἐτύγχανε δὲ ὁ μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καθήμενος, παρειστήκεσαν δὲ αὐτῷ Ποιναὶ καὶ Ἐρινύες καὶ Ἀλάστορες. ἑτέρωθεν δὲ προσήγοντο πολλοί τινες ἐφεξῆς, ἁλύσει μακρᾷ δεδεμένοι· ἐλέγοντο δὲ εἶναι μοιχοὶ καὶ πορνοβοσκοὶ καὶ τελῶναι καὶ κόλακες καὶ συκοφάνται καὶ τοιοῦτος ὅμιλος τῶν πάντα κυκώντων ἐν τῷ βίῳ. χωρὶς δὲ οἵ τε πλούσιοι καὶ τοκογλύφοι προσῄεσαν ὠχροὶ καὶ προγάστορες καὶ ποδαγροί, κλοιὸν ἕκαστος αὐτῶν καὶ κόρακα διτάλαντον ἐπικείμενος. ἐφεστῶτες οὖν ἡμεῖς ἑωρῶμέν τε τὰ γιγνόμενα καὶ ἠκούομεν τῶν ἀπολογουμένων· κατηγόρουν δὲ αὐτῶν καινοί τινες καὶ παράδοξοι ῥήτορες. Φίλος τίνες οὗτοι, πρὸς Διός; μὴ γὰρ ὀκνήσῃς καὶ τοῦτο εἰπεῖν. Μένιππος οἶσθά που ταυτασὶ τὰς πρὸς τὸν ἥλιον ἀποτελουμένας σκιὰς ὑπὸ τῶν σωμάτων; Φίλος πάνυ μὲν οὖν. Μένιππος αὗται τοίνυν, ἐπειδὰν ἀποθάνωμεν, κατηγοροῦσί τε καὶ καταμαρτυροῦσι καὶ διελέγχουσι τὰ πεπραγμένα ἡμῖν παρὰ τὸν βίον, καὶ σφόδρα τινὲς ἀξιόπιστοι δοκοῦσιν ἅτε ἀεὶ συνοῦσαι καὶ μηδέποτε ἀφιστάμεναι τῶν σωμάτων.
メニッポス 私たちが暗闇の中にいるとき、ミトロバルザネスが先頭を進み、私は彼にぴったりとついて後ろから従い、ついにはアスフォデロスの生い茂る非常に広い野原へと到着した。そこでは、死者たちの影がキィキィと鳴きながら私たちの周りを飛び回っていた。少しずつ進んでいくと、私たちはミノスの裁判所に到着した。彼は高い玉座に腰掛けており、彼の傍らには復讐の女神たちや憤怒の女神たち、そして復讐の悪霊たちが控えていた。もう一方からは、長い鎖に縛られた多くの人々が順々に連れて来られていた。彼らは、姦通者、女衒、徴税人、へつらい者、密告者、その他、生涯においてあらゆる混乱を引き起こした者たちの群れであると言われていた。また別には、富裕な者たちや高利貸したちが、青白い顔をし、太鼓腹で、痛風を患った様子で近づいてきたが、彼らはそれぞれ、首かせと二タラントンの重さのある烏(刑具)を課せられていた。そこで私たちは傍らに立ち、起こっていることを見つめ、弁明する者たちの言い分を聞いていた。すると、ある奇妙で思いがけない弁論者たちが彼らを告発していたのだ。 友:ゼウスにかけて、それは誰かね。どうかそれを話すのをためらわないでくれ。 メニッポス:太陽に向き合うことで、身体によって作り出されるあの影のことを知っているだろう? 友:もちろん知っているとも。 メニッポス:じつはそれらが、私たちが死んだとき、生涯の間に私たちがおこなったことを告発し、証言し、暴き立てるのだ。そしてそれらは、常に身体とともにあり、決して離れることがなかったために、極めて信頼に値するものと思われるのだ。
- 9περὶ αὐτόν
人称代名詞 αὐτόν は直前の男性名詞 βόθρον(穴)を指しており、「穴の周りに(血を注いだ)」という意味である。直前に出てくるミトロバルザネス(Mithrobarzanes)や、生贄となった羊(μῆλα)を指すわけではない。
- 10μικροῦ δεῖν
非人称動詞 δεῖ の不定詞を用いた慣用表現で、副詞的に「あやうく」「ほとんど」の意味をなす。ここでは、ラダマンテュスが恐怖のあまり「あやうく死にそうになっていた(死ぬばかりであった)」という状態を表す。
- 10μικροῦ μὲν οὐδὲ ἐπεραιώθημεν
μικροῦ(あやうく)と否定の οὐδέ が組み合わさった構文で、「私たちはあやうく渡ることすらできないところだった」という、実際には何とか渡れたが不可能に近い状況であったことを示す。
- 10ἐμοὶ δοκεῖν
関係制限の絶対不定詞(infinitive absolute)の慣用表現で、「私に思われるところでは」「私の意見では」という意味を表し、主節から独立した副詞的な挿入句として機能している。
- 11ἐχόμενος αὐτοῦ
動詞 ἔχω の中動態(または受動態)分詞 ἐχόμενος が属格支配を伴い、「〜にぴったり従う」「〜に掴まる」を意味する。ここでは、メニッポスが暗闇の中で先導するミトロバルザネス(αὐτοῦ)に密着して従っている様子を描写している。
