Humanitext Reader

ルキアノス · メニッポスまたは死霊の教え §3-5

冥界下降の動機と哲学者への失望

2 / 7 箇所 · ギリシア語

要旨

メニッポスは冥界へ下ることを決意した理由として、神話と法律の矛盾に苦しみ、その解決を求めた哲学者たちの議論や行動があまりにも不一致で理不尽であったことを語る。

§3Μένιππος ὑπουργητέον καὶ ταῦτά σοι·
メニッポス君のためにこれら(の問い)にも応じなければなるまい。
τί γὰρ ἂν καὶ πάθοι τις, ὁπότε φίλος ἀνὴρ βιάζοιτο;
何しろ、友人が強いるときに、どうして断ることができようか。
καὶ δὴ πρῶτά σοι δίειμι τὰ περὶ τῆς γνώμης τῆς ἐμῆς, ὅθεν ὡρμήθην πρὸς τὴν κατάβασιν.
そこで、まずは私の決意について、そもそもなぜ冥界へ下ろうと思い立ったのか、その経緯を語ろう。
ἐγὼ γάρ, ἄχρι μὲν ἐν παισὶν ἦν, ἀκούων Ὁμήρου καὶ Ἡσιόδου πολέμους καὶ στάσεις διηγουμένων οὐ μόνον τῶν ἡμιθέων, ἀλλὰ καὶ αὐτῶν ἤδη τῶν θεῶν, ἔτι δὲ καὶ μοιχείας αὐτῶν καὶ βίας καὶ ἁρπαγὰς καὶ δίκας καὶ πατέρων ἐξελάσεις καὶ ἀδελφῶν γάμους, πάντα ταῦτα ἐνόμιζον εἶναι καλὰ καὶ οὐ παρέργως ἐκινούμην πρὸς αὐτά.
というのも、私は子供だった頃、ホメロスやヘシオドスが、半神たちだけでなく、すでに神々そのものの戦争や内紛、さらには彼らの姦淫、暴力、略奪、裁判、父親たちの追放、そして兄弟姉妹の結婚を語るのを聞いて、これらすべてを素晴らしいことだと思い、おろそかならぬ熱意をもってそれらに惹きつけられていた。
ἐπεὶ δὲ εἰς ἄνδρας τελεῖν ἠρξάμην, πάλιν αὖ ἐνταῦθα ἤκουον τῶν νόμων τἀναντία τοῖς ποιηταῖς κελευόντων, μήτε μοιχεύειν μήτε στασιάζειν μήτε ἁρπάζειν.
しかし、私が大人の仲間入りをし始めると、今度はそこ(地上)の法律が、詩人たちとは正反対のことを命じ、姦淫してはならず、内紛を起こしてはならず、略奪してはならないとしているのを聞いた。
ἐν μεγάλῃ οὖν καθειστήκειν ἀμφιβολίᾳ, οὐκ εἰδὼς ὅ τι χρησαίμην ἐμαυτῷ·
そのため、私は大きな惑いの中に置かれ、自分自身をどう扱ってよいか分からなくなった。
οὔτε γὰρ ἄν ποτε τοὺς θεοὺς μοιχεῦσαι καὶ στασιάσαι πρὸς ἀλλήλους ἡγούμην εἰ μὴ ὡς περὶ καλῶν τούτων ἐγίγνωσκον, οὔτʼ ἂν τοὺς νομοθέτας τἀναντία παραινεῖν εἰ μὴ λυσιτελεῖν ὑπελάμβανον.
神々が姦淫し、互いに争うなどということは、それが素晴らしいことだと彼らが判断していない限りあり得ないと考えたし、他方で法律家たちがそれと正反対のことを勧めるのも、それが有益であると彼らが考えていない限りあり得ないと考えたからだ。
§4Μένιππος ἐπεὶ δὲ διηπόρουν, ἔδοξέ μοι ἐλθόντα παρὰ τοὺς καλουμένους τούτους φιλοσόφους ἐγχειρίσαι τε ἐμαυτὸν καὶ δεηθῆναι αὐτῶν χρῆσθαί μοι ὅ τι βούλοιντο καί τινα ὁδὸν ἁπλῆν καὶ βέβαιον ὑποδεῖξαι τοῦ βίου.
メニッポスそこで思い悩んだ末、これら「哲学者」と呼ばれる者たちのところへ行き、自分を彼らに委ね、彼らが望むように私を扱ってくれるよう懇願し、人生の何か単純で確実な道を示してくれるよう求めることにした。
ταῦτα μὲν δὴ φρονῶν προσῄειν αὐτοῖς, ἐλελήθειν δʼ ἐμαυτὸν εἰς αὐτό, φασί, τὸ πῦρ ἐκ τοῦ καπνοῦ βιαζόμενος.
このような考えを抱いて彼らのもとに赴いたのだが、自分自身、ことわざに言う「煙から逃れて、まさに火の中に飛び込む」ようなことをしているとは気づいていなかった。
παρὰ γὰρ δὴ τούτοις μάλιστα εὕρισκον ἐπισκοπῶν τὴν ἄγνοιαν καὶ τὴν ἀπορίαν πλείονα, ὥστε μοι τάχιστα χρυσοῦν ἀπέδειξαν οὗτοι τὸν τῶν ἰδιωτῶν τοῦτον βίον.
というのも、調べてみると、まさに彼らの間でこそ、無知と困惑がよりいっそう甚だしいことを見出したからだ。 その結果、彼らのおかげで、一般人のこの生活こそが黄金の生活であることがすぐに明らかになった。
ἀμέλει ὁ μὲν αὐτῶν παρῄνει τὸ πᾶν ἥδεσθαι καὶ μόνον τοῦτο ἐκ παντὸς μετιέναι·
実際、彼らの一人は、ひたすら快楽を楽しむべきであり、あらゆることの中でこれだけを追求すべきだと勧めた。
τοῦτο γὰρ εἶναι τὸ εὔδαιμον.
これこそが幸福であるというのだから。
ὁ δέ τις ἔμπαλιν, πονεῖν τὰ πάντα καὶ μοχθεῖν καὶ τὸ σῶμα καταναγκάζειν ῥυπῶντα καὶ αὐχμῶντα καὶ πᾶσι δυσαρεστοῦντα καὶ λοιδορούμενον, συνεχὲς ἐπιρραψῳδῶν τὰ πάνδημα ἐκεῖνα τοῦ Ἡσιόδου περὶ τῆς ἀρετῆς ἔπη καὶ τὸν ἱδρῶτα καὶ τὴν ἐπὶ τὸ ἄκρον ἀνάβασιν.
ところが別の者は逆に、あらゆる苦労をし、骨折り、垢にまみれて汚れ、すべての人から疎まれ、罵られながらも、身体を虐待すべきだと勧め、ヘシオドスのあの徳に関する有名な詩、すなわち汗や頂上への登攀についての詩を絶えず口ずさんでいた。
ἄλλος καταφρονεῖν χρημάτων παρεκελεύετο καὶ ἀδιάφορον οἴεσθαι τὴν κτῆσιν αὐτῶν· ὁ δέ τις ἔμπαλιν ἀγαθὸν εἶναι καὶ τὸν πλοῦτον ἀπεφαίνετο.
また別の者は財産を軽蔑し、その所有などどうでもよいことと考えるよう命じたが、さらに別の者は逆に、富は善であると断言した。
περὶ μὲν γὰρ τοῦ κόσμου τί χρὴ καὶ λέγειν;
宇宙のことについては、何を言う必要があろうか。
ὅς γε ἰδέας καὶ ἀσώματα καὶ ἀτόμους καὶ κενὰ καὶ τοιοῦτόν τινα ὄχλον ὀνομάτων ὁσημέραι παρʼ αὐτῶν ἀκούων ἐναυτίων.
イデア、非物体、原子、空虚、そしてその種の雑多な言葉を連日のように彼らから聞かされて、私は吐き気がするほどだった。
καὶ τὸ πάντων ἀτοπώτατον, ὅτι περὶ τῶν ἐναντιωτάτων ἕκαστος αὐτῶν λέγων σφόδρα νικῶντας καὶ πιθανοὺς λόγους ἐπορίζετο, ὥστε μήτε τῷ θερμὸν τὸ αὐτὸ πρᾶγμα λέγοντι μήτε τῷ ψυχρὸν ἀντιλέγειν ἔχειν, καὶ ταῦτʼ εἰδότα σαφῶς ὡς οὐκ ἄν ποτε θερμὸν εἴη τι καὶ ψυχρὸν ἐν ταὐτῷ χρόνῳ.
そして何よりも奇妙なのは、彼らの一人ひとりが、正反対のことについて語りながら、極めて強力で説得力のある議論を展開することだった。 その結果、同じ事柄を熱いと言う者にも、冷たいと言う者にも、反論することができなかったのだ。 同じものが同時に熱くもあり冷たくもあることなど決してあり得ないということをはっきりと知っていながら、である。
ἀτεχνῶς οὖν ἔπασχον τοῖς νυστάζουσι τούτοις ὅμοιον, ἄρτι μὲν ἐπινεύων, ἄρτι δὲ ἀνανεύων ἔμπαλιν.
それゆえ、私はまさに居眠りしている者と全く同じ状態になり、ある時は(同意して)首を縦に振り、またある時は逆に(否定して)首を横に振っていた。
§5Μένιππος πολλῷ δὲ τούτων ἐκεῖνο ἀλογώτερον·
メニッポスしかし、これらよりもはるかに理不尽だったのは次のことだ。
τοὺς γὰρ αὐτοὺς τούτους εὕρισκον ἐπιτηρῶν ἐναντιώτατα τοῖς αὑτῶν λόγοις ἐπιτηδεύοντας.
これらと同じ人々が、観察してみると、自分たちの言論とは全く正反対の生活態度をとっているのを見出したことだ。
τοὺς γοῦν καταφρονεῖν παραινοῦντας χρημάτων ἑώρων ἀπρὶξ ἐχομένους αὐτῶν καὶ περὶ τόκων διαφερομένους καὶ ἐπὶ μισθῷ παιδεύοντας καὶ πάντα ἕνεκα τούτων ὑπομένοντας, τούς τε τὴν δόξαν ἀποβαλλομένους αὐτῆς ταύτης χάριν τὰ πάντα καὶ πράττοντας καὶ λέγοντας, ἡδονῆς τε αὖ σχεδὸν ἅπαντας κατηγοροῦντας, ἰδίᾳ δὲ μόνῃ ταύτῃ προσηρτημένους.
実際、金銭を軽蔑するよう勧める者たちが、金にしがみつき、利息をめぐって争い、報酬を得て教え、金のためにあらゆることに耐え忍んでいるのを目にしたし、また名声を退ける者たちが、まさにその名声のためにあらゆることを行い、語るのを目にした。 さらに、快楽を非難する者たちが、ほぼ例外なく、私生活ではこれ(快楽)だけに耽溺しているのを目にしたのだ。

語釈・文法注

  1. §3ἀκούων Ὁμήρου καὶ Ἡσιόδου πολέμους καὶ στάσεις διηγουμένων — 知覚の動詞 ἀκούω は、直接聞く内容の主体を属格(Ὁμήρου καὶ Ἡσιόδου)で取り、その行為を分詞の属格(διηγουμένων)で表す。πολέμους καὶ στάσεις 以下の対格は、分詞 διηγουμένων の直接目的語である。
  2. §3οὐκ εἰδὼς ὅ τι χρησαίμην ἐμαυτῷ — 間接疑問節 ὅ τι χρησαίμην ἐμαυτῷ は、主節の時制(過去完了 καθειστήκειν)に伴う二次時制の規則により、本来の熟慮の接続法(deliberative subjunctive)が希求法(optative)に変形したもの。χράομαι(用いる、処置する)は、手段を表す中性代名詞の対格 ὅ τι と、対象の与格 ἐμαυτῷ を伴い、「自分自身をどう扱ってよいか」を意味する。
  3. §4ἐλελήθειν δʼ ἐμαυτὸν εἰς αὐτό, φασί, τὸ πῦρ ἐκ τοῦ καπνοῦ βιαζόμενος — λανθάνω(気づかずに〜する)が再帰代名詞の対格(ἐμαυτόν)と分詞(βιαζόμενος)を伴う構文で、「自分でも気づかないうちに〜していた」という意味になる。挿入語 φασί(人々が言うには)は、これが「煙を避けて火に飛び込む(一難去ってまた一難)」という人口に膾炙した諺であることを示している。
  4. §4ὥστε μοι τάχιστα χρυσοῦν ἀπέδειξαν οὗτοι τὸν τῶν ἰδιωτῶν τοῦτον βίον — 接続詞 ὥστε は直説法(ἀπέδειξαν)を伴い、現実の結果を表す。動詞 ἀποδείκνυμι(示す、証明する)は二重対格を支配しており、τὸν τῶν ἰδιωτῶν τοῦτον βίον(一般人のこの生活)が直接目的語、χρυσοῦν(黄金の)が述語対格である。
  5. §5τοὺς γοῦν καταφρονεῖν παραινοῦντας χρημάτων ἑώρων ἀπρὶξ ἐχομένους αὐτῶν — 知覚動詞 ὁράω(未完了過去 ἑώρων)が、対格の主体(τοὺς ... παραινοῦντας、「勧める者たち」)と現在分詞(ἐχομένους、「しがみついている」)を伴う知覚の分詞構文。分詞 ἐχομένους は「〜にしがみつく」を意味する中動態 ἔχομαι の分詞で、属格 αὐτῶν(金銭)を支配している。

この箇所を引用する

ルキアノス, メニッポスまたは死霊の教え §3-5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg035.humanitext-grc2:3-5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。