§6Μένιππος
σφαλεὶς οὖν καὶ τῆσδε τῆς ἐλπίδος ἔτι μᾶλλον ἐδυσχέραινον, ἠρέμα παραμυθούμενος ἐμαυτὸν ὅτι μετὰ πολλῶν καὶ σοφῶν καὶ σφόδρα ἐπὶ συνέσει διαβεβοημένων ἀνόητός τέ εἰμι καὶ τἀληθὲς ἔτι ἀγνοῶν περιέρχομαι.
门尼普斯因此,在这一希望也落空之后,我感到更加苦恼,但又默默地安慰自己:有那么多聪明且因智慧而享有盛名的人作伴,我自己愚蠢、至今仍对真理一无所知地到处游荡,倒也算不得什么。
καί μοί ποτε διαγρυπνοῦντι τούτων ἕνεκα ἔδοξεν εἰς Βαβυλῶνα ἐλθόντα δεηθῆναί τινος τῶν μάγων τῶν Ζωροάστρου μαθητῶν καὶ διαδόχων·
有一次,我因这些事而彻夜难眠,便觉得应该前往巴比伦,去恳求琐罗亚斯德的弟子和继承者——那些术士中的一员。
ἤκουον δʼ αὐτοὺς ἐπῳδαῖς τε καὶ τελεταῖς τισιν ἀνοίγειν τοῦ Ἅιδου τὰς πύλας καὶ κατάγειν ὃν ἂν βούλωνται ἀσφαλῶς καὶ ὀπίσω αὖθις ἀναπέμπειν.
因为我听说,他们能通过咒语和某些仪式打开冥府的大门,安全地将他们想带去的人送下去,并能再次把他们送上来。
ἄριστον οὖν ἡγούμην εἶναι παρά τινος τούτων διαπραξάμενον τὴν κατάβασιν ἐλθόντα παρὰ Τειρεσίαν τὸν Βοιώτιον μαθεῖν παρʼ αὐτοῦ ἅτε μάντεως καὶ σοφοῦ, τίς ἐστιν ὁ ἄριστος βίος καὶ ὃν ἄν τις ἕλοιτο εὖ φρονῶν.
因此,我认为最好的办法是,在这些人中某一员的协助下完成下凡,前往波奥提亚的泰瑞西阿斯那里,向他请教——因为他是一位先知和智者——什么是最完美的生活,以及一个神智清明的人应该选择怎样的人生。
καὶ δὴ ἀναπηδήσας ὡς εἶχον τάχους ἔτεινον εὐθὺ Βαβυλῶνος·
于是我立刻跳了起来,尽我所能以最快的速度径直朝巴比伦奔去。
ἐλθὼν δὲ συγγίγνομαί τινι τῶν Χαλδαίων σοφῷ ἀνδρὶ καὶ θεσπεσίῳ τὴν τέχνην, πολιῷ μὲν τὴν κόμην, γένειον δὲ μάλα σεμνὸν καθειμένῳ, τοὔνομα δὲ ἦν αὐτῷ Μιθροβαρζάνης.
到达后,我结识了一位迦勒底人,他是一位智者,其法术神乎其神,头发花白,蓄着极其庄严的胡须,名字叫米特罗巴尔赞。
δεηθεὶς δὲ καὶ καθικετεύσας μόγις ἐπέτυχον παρʼ αὐτοῦ, ἐφʼ ὅτῳ βούλοιτο μισθῷ, καθηγήσασθαί μοι τῆς ὁδοῦ.
在百般恳求和哀求之后,我终于勉强说服了他,不论他想要多少酬金,都愿意为我指引这条道路。
§7Μένιππος
παραλαβὼν δέ με ὁ ἀνὴρ πρῶτα μὲν ἡμέρας ἐννέα καὶ εἴκοσιν ἅμα τῇ σελήνῃ ἀρξάμενος ἔλουε κατάγων ἕωθεν ἐπὶ τὸν Εὐφράτην πρὸς ἀνίσχοντα τὸν ἥλιον, ῥῆσίν τινα μακρὰν ἐπιλέγων ἧς οὐ σφόδρα κατήκουον· ὥσπερ γὰρ οἱ φαῦλοι τῶν ἐν τοῖς ἀγῶσι κηρύκων ἐπίτροχόν τι καὶ ἀσαφὲς ἐφθέγγετο.
门尼普斯那人接纳我之后,首先在二十九天里,配合着月相,大清早带我下到幼发拉底河,迎着初升的太阳为我沐浴,同时口中诵读着一段长长的祝词,我听得不是很清楚;因为他就像竞技场上那些差劲的宣令官一样,说话又快又含混。
πλὴν ἐῴκει γέ τινας ἐπικαλεῖσθαι δαίμονας.
不过,他似乎是在召唤某些神灵。
μετὰ δʼ οὖν τὴν ἐπῳδὴν τρὶς ἄν μου πρὸς τὸ πρόσωπον ἀποπτύσας, ἐπανῄει πάλιν οὐδένα τῶν ἀπαντώντων προσβλέπων.
总之,在念完咒语后,他朝我的脸上吐了三次口水,然后就往回走,对路上遇到的任何人都不看一眼。
καὶ σιτία μὲν ἦν ἡμῖν τὰ ἀκρόδρυα, ποτὸν δὲ γάλα καὶ μελίκρατον καὶ τὸ τοῦ Χοάσπου ὕδωρ, εὐνὴ δὲ ὑπαίθριος ἐπὶ τῆς πόας.
我们的食物是木本果实,饮料是牛奶、蜜水以及科阿斯佩斯河的水,而床铺则是露天在草地上。
ἐπεὶ δʼ ἅλις εἶχε τῆς προδιαιτήσεως, περὶ μέσας νύκτας ἐπὶ τὸν Τίγρητα ποταμὸν ἀγαγὼν ἐκάθηρέν τέ με καὶ ἀπέμαξε καὶ περιήγνισεν δᾳδὶ καὶ σκίλλῃ καὶ ἄλλοις πλείοσιν, ἅμα καὶ τὴν ἐπῳδὴν ἐκείνην ὑποτονθορύσας.
当这种前期的调理足够之后,大约在半夜,他把我带到底格里斯河,为我净化、擦拭,并用火把、海葱及其他多种物品为我举行辟邪仪式,同时还低声念叨着那同一个咒语。
εἶτά με ὅλον καταμαγεύσας καὶ περιελθών, ἵνα μὴ βλαπτοίμην ὑπὸ τῶν φασμάτων, ἐπανάγει εἰς τὴν οἰκίαν, ὡς εἶχον, ἀναποδίζοντα, καὶ τὸ λοιπὸν ἀμφὶ πλοῦν εἴχομεν.
接着,他对我施展了完整的法术,并在我周围绕行,以免我受到幻影的伤害,然后让我保持原样,倒退着走,把我带回了家。 接下来的时间里,我们便忙于船旅的准备。
§8Μένιππος
αὐτὸς μὲν οὖν μαγικήν τινα ἐνέδυ στολὴν τὰ πολλὰ ἐοικυῖαν τῇ Μηδικῇ, ἐμὲ δὲ τουτοισὶ φέρων ἐνεσκεύασε, τῷ πίλῳ καὶ τῇ λεοντῇ καὶ προσέτι τῇ λύρᾳ, καὶ παρεκελεύσατο, ἤν τις ἔρηταί με τοὔνομα, Μένιππον μὴ λέγειν, Ἡρακλέα δὲ ἢ Ὀδυσσέα ἢ Ὀρφέα.
门尼普斯他自己穿上了一件法衣,大体上很像米底人的服饰,而给我装备了这些东西:便帽、狮皮,此外还有竖琴,并嘱咐我,如果有人问起我的名字,不要说是门尼普斯,而要说是赫拉克勒斯、奥德修斯或奥菲斯。
Φίλος
ὡς δὴ τί τοῦτο, ὦ Μένιππε;
朋友门尼普斯,这究竟是为什么呢?
οὐ γὰρ συνίημι τὴν αἰτίαν οὔτε τοῦ σχήματος οὔτε τῶν ὀνομάτων.
我实在不明白这身装束和这些名字的原因。
Μένιππος
καὶ μὴν πρόδηλόν γε τοῦτο καὶ οὐ παντελῶς ἀπόρρητον·
门尼普斯其实这很明显,也完全不是什么秘密。
ἐπεὶ γὰρ οὗτοι πρὸ ἡμῶν ζῶντες εἰς Ἅιδου κατεληλύθεσαν, ἡγεῖτο, εἴ με ἀπεικάσειεν αὐτοῖς, ῥᾳδίως ἂν τὴν τοῦ Αἰακοῦ φρουρὰν διαλαθεῖν καὶ ἀκωλύτως ἂν παρελθεῖν ἅτε συνηθέστερον, τραγικῶς μάλα παραπεμπόμενον ὑπὸ τοῦ σχήματος.
因为既然这些人是在我们之前活着下到冥府的,他便认为,如果让我模仿他们,我就能轻易避开埃阿科斯的看守,在装束的大力戏剧化护送下,作为更熟悉的人而畅通无阻地通过。