Humanitext Reader

ルキアノス · メニッポスまたは死霊の教え §1-2

冥界からの帰還と友人との再会

1 / 7 箇所 · ギリシア語

要旨

メニッポスが冥界から奇妙な服装で地上に戻り、友人と再会する。地上の不道徳ぶりを嘆き、冥界で富者に対して可決された恐るべき新たな決議を暴露しようとするが、友人は本題に入る前に冥界に下った経緯を尋ねる。

§1Μένιππος ὦ χαῖρε μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς, ὡς ἄσμενός ς’ ἐσεῖδον ἐς φάος μολών.
メニッポスああ、我が我が家の門口たる住処よ、汝に挨拶を。 光へと戻り、いかに喜びつつ汝を仰ぎ見ることか。
Φίλος οὐ Μένιππος οὗτός ἐστιν ὁ κύων;
友人これは犬(クニコス派)のメニッポスではないか?
οὐ μὲν οὖν ἄλλος, εἰ μὴ ἐγὼ παραβλέπω·
いや、私の見間違いでなければ、彼以外の誰でもない。
Μένιππος ὅλος.
まさにメニッポスその人だ。
τί οὖν αὐτῷ βούλεται τὸ ἀλλόκοτον τοῦ σχήματος, πῖλος καὶ λύρα καὶ λεοντῆ;
しかし、あの奇妙な格好は一体どういうつもりだ? 帽子に、竪琴に、獅子の皮とは?
πλὴν ἀλλὰ προσιτέον γε αὐτῷ.
ともかく、彼に近づいてみよう。
χαῖρε, ὦ Μένιππε·
ごきげんよう、メニッポス。
πόθεν ἡμῖν ἀφῖξαι;
どこから我々のところへやってきたのだ?
πολὺς γὰρ χρόνος οὐ πέφηνας ἐν τῇ πόλει.
もう長いこと、街で見かけなかったが。
Μένιππος ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν.
メニッポス私は、死者の隠れ家と暗黒の冥府の門を後にし、神々から離れてハデスが住まう場所から帰ってきたのだ。
Φίλος Ἡράκλεις, ἐλελήθει Μένιππος ἡμᾶς ἀποθανών, κᾆτα ἐξ ὑπαρχῆς ἀναβεβίωκεν;
友人ヘラクレスよ! メニッポスが死んでいたとは我々は気づかなかった、それなのにまた最初から生き返ったというのか?
Μένιππος οὔκ, ἀλλʼ ἔτʼ ἔμπνουν Ἀΐδης μʼ ἐδέξατο.
メニッポスいや、そうではない。 まだ息のあるうちにハデスが私を受け入れたのだ。
Φίλος τίς δὴ αἰτία σοι τῆς καινῆς καὶ παραδόξου ταύτης ἀποδημίας;
友人君がそのような新奇で思いもよらぬ旅に出た理由はいったい何なのだ?
Μένιππος νεότης μʼ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον.
メニッポス若さと、それ以上に心の無謀さが私を駆り立てたのだ。
Φίλος παῦσαι, μακάριε, τραγῳδῶν καὶ λέγε οὑτωσί πως ἁπλῶς καταβὰς ἀπὸ τῶν ἰαμβείων, τίς ἡ στολή;
友人やめてくれ、お前、悲劇を演じるのは。 ヤンボスから降りてきて、普通に単純に話してくれ。 その格好は何だ?
τί σοι τῆς κάτω πορείας ἐδέησεν;
なぜ冥界への旅が必要だったのだ?
ἄλλως γὰρ οὐχ ἡδεῖά τις οὐδὲ ἀσπάσιος ἡ ὁδός.
何しろ、その道は決して愉快なものでも、喜ばしいものでもないのだからな。
Μένιππος ὦ φιλότης, χρειώ με κατήγαγεν εἰς Ἀΐδαο ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο.
メニッポス友よ、必要が私をハデスへと連れ下ろしたのだ、テーバイのテイレシアースの魂の神託を求めるために。
Φίλος οὗτος, ἀλλʼ ἦ παραπαίεις·
友人おいおい、君は頭がおかしくなったのか。
οὐ γὰρ ἂν οὕτως ἐμμέτρως ἐρραψῴδεις πρὸς ἄνδρας φίλους.
そうでなければ、友人たちに向かってこんなに韻律正しく詩を吟じたりはしないだろう。
Μένιππος μὴ θαυμάσῃς, ὦ ἑταῖρε·
メニッポス驚かないでくれ、友よ。
νεωστὶ γὰρ Εὐριπίδῃ καὶ Ὁμήρῳ συγγενόμενος οὐκ οἶδʼ ὅπως ἀνεπλήσθην τῶν ἐπῶν καὶ αὐτόματά μοι τὰ μέτρα ἐπὶ τὸ στόμα ἔρχεται.
ついさきほどエウリピデスやホメロスと一緒に過ごしたせいで、どういうわけか詩が頭に満ちてしまって、自然と韻律が口から出てきてしまうのだ。
§2Μένιππος ἀτὰρ εἰπέ μοι, πῶς τὰ ὑπὲρ γῆς ἔχει καὶ τί ποιοῦσιν οἱ ἐν τῇ πόλει;
メニッポスそれはそうと教えてくれ、地上はどうなっている? 街の人々は何をしている?
Φίλος καινὸν οὐδέν, ἀλλʼ οἷα καὶ πρὸ τοῦ·
友人新しいことは何もない、以前と同じことさ。
ἁρπάζουσιν, ἐπιορκοῦσιν, τοκογλυφοῦσιν, ὀβολοστατοῦσιν.
略奪し、偽証し、高利を貪り、金貸しをしている。
Μένιππος ἄθλιοι καὶ κακοδαίμονες·
メニッポス哀れで不幸な奴らめ。
οὐ γὰρ ἴσασιν οἷα ἔναγχος κεκύρωται παρὰ τοῖς κάτω καὶ οἷα κεχειροτόνηται τὰ ψηφίσματα κατὰ τῶν πλουσίων, ἃ μὰ τὸν Κέρβερον οὐδεμία μηχανὴ τὸ διαφυγεῖν αὐτούς.
彼らは知らないのだ、冥界でつい最近どんな決定が下され、富める者たちに対してどのような決議が採択されたかを。 ケルベロスにかけて誓うが、彼らがそれから逃れる手段は全くないのだ。
Φίλος τί φής;
友人何だって?
δέδοκταί τι νεώτερον τοῖς κάτω περὶ τῶν ἐνθάδε;
冥界でこちらの者たちについて、何か新たなことが決定されたというのか?
Μένιππος νὴ Δία, καὶ πολλά γε·
メニッポスああ、それもたくさんな。
ἀλλʼ οὐ θέμις ἐκφέρειν αὐτὰ πρὸς ἅπαντας οὐδὲ ἐξαγορεύειν τὰ ἀπόρρητα, μὴ καί τις ἡμᾶς γράψηται γραφὴν ἀσεβείας ἐπὶ τοῦ Ῥαδαμάνθυος.
だが、それらを誰にでも漏らすことは許されないし、秘密を暴露することもできない。 ラダマンテュスの前で誰かに不敬虔の罪で訴えられでもしたら大変だからな。
Φίλος μηδαμῶς, ὦ Μένιππε, πρὸς τοῦ Διός, μὴ φθονήσῃς τῶν λόγων φίλῳ ἀνδρί·
友人とんでもない、メニッポス、ゼウスにかけて、友人にその話を惜しまないでくれ。
πρὸς γὰρ εἰδότα σιωπᾶν ἐρεῖς, τά τʼ ἄλλα καὶ πρὸς μεμυημένον.
君が話す相手は、沈黙を守ることを心得ている男であり、とりわけ(秘密を)伝授された者(入信者)なのだから。
Μένιππος χαλεπὸν μὲν ἐπιτάττεις τὸ ἐπίταγμα καὶ οὐ πάντῃ εὐσεβές·
メニッポス君の頼みは困難なことだし、完全に敬虔とは言えない。
πλὴν ἀλλὰ σοῦ γε ἕνεκα τολμητέον.
だが、君のためならあえて話さねばなるまい。
ἔδοξε δὴ τοὺς πλουσίους τούτους καὶ πολυχρημάτους καὶ τὸ χρυσίον κατάκλειστον ὥσπερ τὴν Δανάην φυλάττοντας — Φίλος μὴ πρότερον εἴπῃς, ὦγαθέ, τὰ δεδογμένα πρὶν ἐκεῖνα διελθεῖν ἃ μάλιστʼ ἂν ἡδέως ἀκούσαιμί σου, τίς ἡ ἐπίνοιά σοι τῆς καθόδου ἐγένετο, τίς δʼ ὁ τῆς πορείας ἡγεμών, εἶθʼ ἑξῆς ἅ τε εἶδες ἅ τε ἤκουσας παρʼ αὐτοῖς·
これら富裕で、莫大な財産を持ち、ダナエーのように黄金を閉じ込めて守っている者たちを―― 友人待ってくれ、友よ、決議の内容を言う前に、私が最も喜んで君から聞きたいと思っていることをまず話してくれ。 冥界へ降ろうという思いつきはどのようにして生じたのか、旅の案内人は誰だったのか、そして次に、あちらで君が見たことや聞いたことを順序よく。
εἰκὸς γὰρ δὴ φιλόκαλον ὄντα σε μηδὲν τῶν ἀξίων θέας ἢ ἀκοῆς παραλιπεῖν.
美を愛する君のことだから、見るに値することや聞くに値することを見過ごしたはずはないのだから。

語釈・文法注

  1. 1τί οὖν αὐτῷ βούλεται — 動詞 βούλομαι を「与格(人)+対格(物・事)」の形で用いると、「(与格の人)にとって(対格の物・事)は〜を意味する、〜という意図である」というイディオムになる。ここでは「なぜ彼にとってこの奇妙な格好(τὸ ἀλλόκοτον τοῦ σχήματος)が求められているのか」、すなわち「なぜそのような奇妙な格好をしているのか」の意。
  2. 1ἐλελήθει Μένιππος ἡμᾶς ἀποθανών — λανθάνω +分詞(ここでは過去完了 ἐλελήθει とアオリスト分詞 ἀποθανών)の構文で、「主語が〜するのを(対格の人が)気づかずにいる」を表す。直訳すると「メニッポスが死んだ状態にあるのを我々は気づかずにいた」となり、「メニッポスが死んでいたとは知らなかった」という意味になる。
  3. 1οὐ γὰρ ἂν ... ἐρραψῴδεις — 小辞 ἄν +直説法過去(未完了過去 ἐρραψῴδεις)による、現在の事実に反する仮定の帰結節。「(もしそうでなければ=正気であれば)これほど韻律正しく吟じることはないだろうに」という含みを表し、文脈上、条件節(εἰ μὴ παρεπαίες など)が省略されている。
  4. 2οὐδεμία μηχανὴ τὸ διαφυγεῖν αὐτούς — 関係代名詞 ἃ(Ψηφίσματα を先行詞とする)の節の中。冠詞付き不定詞句 τὸ διαφυγεῖν αὐτούς が名詞句 οὐδεμία μηχανὴ(いかなる手段もない)と同格的に機能し、その具体的な内容を示す。αὐτούς は不定詞の意味上の主語(富者たち)で、διαφυγεῖν(逃れること)の目的語 ἃ は省略されている。
  5. 2πρὸς γὰρ εἰδότα σιωπᾶν ἐρεῖς — 前置詞 πρός は「〜に向かって(話す)」の意。εἰδότα は οἶδα(知る)の完了分詞対格単数男性で、ここでは不定詞 σιωπᾶν(沈黙を守る、黙っている)を伴って「沈黙を守ることを知っている者、すなわち秘密を厳守できる人」という実名詞的に機能している。

この箇所を引用する

ルキアノス, メニッポスまたは死霊の教え §1-2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg035.humanitext-grc2:1-2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。