Humanitext Reader

琉善 · 美尼普斯或亡灵书 §3-5

降入阴间的动机与对哲学家的幻灭

第 2 段,共 7 段 · 希腊语

内容简介

门尼普斯解释了他决意降入阴间的动机,叙述了自己曾因神话与法律的矛盾而苦恼,以及在向哲学家求教时,如何发现他们的理论相互矛盾且行为虚伪。

§3Μένιππος ὑπουργητέον καὶ ταῦτά σοι· τί γὰρ ἂν καὶ πάθοι τις, ὁπότε φίλος ἀνὴρ βιάζοιτο;
门尼普斯我也必须在这些事上协助你;因为当一位朋友强求时,人又能如何呢?
καὶ δὴ πρῶτά σοι δίειμι τὰ περὶ τῆς γνώμης τῆς ἐμῆς, ὅθεν ὡρμήθην πρὸς τὴν κατάβασιν.
所以,我首先向你叙述我的想法,即我是由于什么而决意下入阴间的。
ἐγὼ γάρ, ἄχρι μὲν ἐν παισὶν ἦν, ἀκούων Ὁμήρου καὶ Ἡσιόδου πολέμους καὶ στάσεις διηγουμένων οὐ μόνον τῶν ἡμιθέων, ἀλλὰ καὶ αὐτῶν ἤδη τῶν θεῶν, ἔτι δὲ καὶ μοιχείας αὐτῶν καὶ βίας καὶ ἁρπαγὰς καὶ δίκας καὶ πατέρων ἐξελάσεις καὶ ἀδελφῶν γάμους, πάντα ταῦτα ἐνόμιζον εἶναι καλὰ καὶ οὐ παρέργως ἐκινούμην πρὸς αὐτά.
因为当我还是个孩子的时候,听着荷马和赫西俄德讲述战争和冲突,不仅是半神的,甚至已经是诸神自身的战争与冲突,此外还有他们的通奸、暴力、掠夺、诉讼、驱逐父亲以及兄弟姐妹之间的通婚,我曾以为所有这些都是美好的事情,并且对它们抱有非同寻常的向往。
ἐπεὶ δὲ εἰς ἄνδρας τελεῖν ἠρξάμην, πάλιν αὖ ἐνταῦθα ἤκουον τῶν νόμων τἀναντία τοῖς ποιηταῖς κελευόντων, μήτε μοιχεύειν μήτε στασιάζειν μήτε ἁρπάζειν.
但是,当我开始步入成年时,又听到这边的法律下达了与诗人相反的命令:既不准通奸,也不准内讧,更不准掠夺。
ἐν μεγάλῃ οὖν καθειστήκειν ἀμφιβολίᾳ, οὐκ εἰδὼς ὅ τι χρησαίμην ἐμαυτῷ·
因此,我陷入了极大的困惑之中,不知该如何是好。
οὔτε γὰρ ἄν ποτε τοὺς θεοὺς μοιχεῦσαι καὶ στασιάσαι πρὸς ἀλλήλους ἡγούμην εἰ μὴ ὡς περὶ καλῶν τούτων ἐγίγνωσκον, οὔτʼ ἂν τοὺς νομοθέτας τἀναντία παραινεῖν εἰ μὴ λυσιτελεῖν ὑπελάμβανον.
因为我想,如果神明不认为这些事情是美好的,他们就绝不会通奸并互相争斗;而如果立法者不认为相反的行为是有益的,他们也绝不会提出相反的劝诫。
§4Μένιππος ἐπεὶ δὲ διηπόρουν, ἔδοξέ μοι ἐλθόντα παρὰ τοὺς καλουμένους τούτους φιλοσόφους ἐγχειρίσαι τε ἐμαυτὸν καὶ δεηθῆναι αὐτῶν χρῆσθαί μοι ὅ τι βούλοιντο καί τινα ὁδὸν ἁπλῆν καὶ βέβαιον ὑποδεῖξαι τοῦ βίου.
门尼普斯由于我陷入了困惑,我便决定去拜访这些所谓的哲学家,把自己交托给他们,恳求他们对我任意安排,并为我指出一条简单而坚实的人生道路。
ταῦτα μὲν δὴ φρονῶν προσῄειν αὐτοῖς, ἐλελήθειν δʼ ἐμαυτὸν εἰς αὐτό, φασί, τὸ πῦρ ἐκ τοῦ καπνοῦ βιαζόμενος.
怀着这样的想法,我走向了他们,却未曾料到自己正如俗话所说,“逃出了烟雾,却硬生生地跳进了火坑”。
παρὰ γὰρ δὴ τούτοις μάλιστα εὕρισκον ἐπισκοπῶν τὴν ἄγνοιαν καὶ τὴν ἀπορίαν πλείονα, ὥστε μοι τάχιστα χρυσοῦν ἀπέδειξαν οὗτοι τὸν τῶν ἰδιωτῶν τοῦτον βίον.
因为在观察中,我发现恰恰在这些人身上,无知和困惑更加严重,以至于他们很快向我证明,普通人的这种生活才是真正黄金般的生活。
ἀμέλει ὁ μὲν αὐτῶν παρῄνει τὸ πᾶν ἥδεσθαι καὶ μόνον τοῦτο ἐκ παντὸς μετιέναι· τοῦτο γὰρ εἶναι τὸ εὔδαιμον.
果然,他们中的一个人劝人享受一切,并在所有事情中唯独追求这一点,因为这就是幸福。
ὁ δέ τις ἔμπαλιν, πονεῖν τὰ πάντα καὶ μοχθεῖν καὶ τὸ σῶμα καταναγκάζειν ῥυπῶντα καὶ αὐχμῶντα καὶ πᾶσι δυσαρεστοῦντα καὶ λοιδορούμενον, συνεχὲς ἐπιρραψῳδῶν τὰ πάνδημα ἐκεῖνα τοῦ Ἡσιόδου περὶ τῆς ἀρετῆς ἔπη καὶ τὸν ἱδρῶτα καὶ τὴν ἐπὶ τὸ ἄκρον ἀνάβασιν.
但另一个人却相反,劝人承受一切痛苦和劳作,折磨肉体,让自己肮脏、邋遢、讨人嫌、挨人骂,口中不断吟诵着赫西俄德关于美德、汗水以及向顶峰攀登的那些尽人皆知的诗句。
ἄλλος καταφρονεῖν χρημάτων παρεκελεύετο καὶ ἀδιάφορον οἴεσθαι τὴν κτῆσιν αὐτῶν· ὁ δέ τις ἔμπαλιν ἀγαθὸν εἶναι καὶ τὸν πλοῦτον ἀπεφαίνετο.
还有人劝人鄙视金钱,认为拥有金钱是无足轻重的事;而另一个人却相反,声称财富也是一种善。
περὶ μὲν γὰρ τοῦ κόσμου τί χρὴ καὶ λέγειν;
至于宇宙,又何必多提呢?
ὅς γε ἰδέας καὶ ἀσώματα καὶ ἀτόμους καὶ κενὰ καὶ τοιοῦτόν τινα ὄχλον ὀνομάτων ὁσημέραι παρʼ αὐτῶν ἀκούων ἐναυτίων.
我每天听他们讲什么理念、无形体、原子、虚空以及诸如此类的一大堆名词,听得我直作呕。
καὶ τὸ πάντων ἀτοπώτατον, ὅτι περὶ τῶν ἐναντιωτάτων ἕκαστος αὐτῶν λέγων σφόδρα νικῶντας καὶ πιθανοὺς λόγους ἐπορίζετο, ὥστε μήτε τῷ θερμὸν τὸ αὐτὸ πρᾶγμα λέγοντι μήτε τῷ ψυχρὸν ἀντιλέγειν ἔχειν, καὶ ταῦτʼ εἰδότα σαφῶς ὡς οὐκ ἄν ποτε θερμὸν εἴη τι καὶ ψυχρὸν ἐν ταὐτῷ χρόνῳ.
而最离奇的是,他们每个人在谈论最对立的观点时,都能提出极具压倒性和说服力的论证,以至于我既无法反驳那个说同一事物是热的人,也无法反驳那个说它是冷的人,尽管我清楚地知道,同一事物绝不可能在同一时间既是热的又是冷的。
ἀτεχνῶς οὖν ἔπασχον τοῖς νυστάζουσι τούτοις ὅμοιον, ἄρτι μὲν ἐπινεύων, ἄρτι δὲ ἀνανεύων ἔμπαλιν.
因此,我的处境简直就像那些打瞌睡的人一样,一会儿点头同意,一会儿又摇头否定。
§5Μένιππος πολλῷ δὲ τούτων ἐκεῖνο ἀλογώτερον· τοὺς γὰρ αὐτοὺς τούτους εὕρισκον ἐπιτηρῶν ἐναντιώτατα τοῖς αὑτῶν λόγοις ἐπιτηδεύοντας.
门尼普斯但比这些更荒谬的是:我通过观察发现,恰恰是这些人在实践中做着与他们自己的言论完全相反的事情。
τοὺς γοῦν καταφρονεῖν παραινοῦντας χρημάτων ἑώρων ἀπρὶξ ἐχομένους αὐτῶν καὶ περὶ τόκων διαφερομένους καὶ ἐπὶ μισθῷ παιδεύοντας καὶ πάντα ἕνεκα τούτων ὑπομένοντας, τούς τε τὴν δόξαν ἀποβαλλομένους αὐτῆς ταύτης χάριν τὰ πάντα καὶ πράττοντας καὶ λέγοντας, ἡδονῆς τε αὖ σχεδὸν ἅπαντας κατηγοροῦντας, ἰδίᾳ δὲ μόνῃ ταύτῃ προσηρτημένους.
至少,那些劝人鄙视金钱的人,我看到他们死死攥着钱不放,为利息争吵不休,为了酬金而授课,为了金钱忍受一切;而那些抛弃名望的人,正是为了这名望本身而做尽一切、说尽一切;至于享乐,几乎所有人都在口头上加以谴责,私底下却唯独依附于它。

词汇与语法注释

  1. §3ἀκούων Ὁμήρου καὶ Ἡσιόδου πολέμους καὶ στάσεις διηγουμένων — 感官动词 ἀκούω 支配所听到的人的属格(Ὁμήρου καὶ Ἡσιόδου)以及表示其动作的属格分词(διηγουμένων)。从 πολέμους καὶ στάσεις 开始的宾格词群是分词 διηγουμένων 的直接宾语。
  2. §3οὐκ εἰδὼς ὅ τι χρησαίμην ἐμαυτῷ — 间接疑问从句 ὅ τι χρησαίμην ἐμαυτῷ 中的 χρησαίμην 是希求法,这是由于主句动词为过去时态(过去完成时 καθειστήκειν),从而由原本的深思熟虑虚拟法(deliberative subjunctive)转变为间接疑问希求法。动词 χράομαι 支配中性代词宾格 ὅ τι(作为同源宾格或副词性宾格)和与格 ἐμαυτῷ,意思是“我该如何对待自己”。
  3. §4ἐλελήθειν δʼ ἐμαυτὸν εἰς αὐτό, φασί, τὸ πῦρ ἐκ τοῦ καπνοῦ βιαζόμενος — 这是 λανθάνω(不知不觉做某事)支配反身代词宾格(ἐμαυτόν)和分词(βιαζόμενος)的句式,意为“我自己也未曾察觉正在……”。插入语 φασί(正如人们所说)表明“从烟雾里逃进火坑”是一个家喻户晓的谚语。
  4. §4ὥστε μοι τάχιστα χρυσοῦν ἀπέδειξαν οὗτοι τὸν τῶν ἰδιωτῶν τοῦτον βίον — 连词 ὥστε 后接直说法的过去时(ἀπέδειξαν),表示客观结果。动词 ἀποδείκνυμι(证明、表明)支配双宾格,其中 τὸν τῶν ἰδιωτῶν τοῦτον βίον(普通人的这种生活)是直接宾语,χρυσοῦν(黄金般的)作宾语补足语(谓语性宾格)。
  5. §5τοὺς γοῦν καταφρονεῖν παραινοῦντας χρημάτων ἑώρων ἀπρὶξ ἐχομένους αὐτῶν — 这是感官动词 ὁράω(未完成过去时 ἑώρων)支配宾格主体(τοὺς ... παραινοῦντας,“那些劝告……的人”)和分词(ἐχομένους,“紧抓不放”)的感官分词结构。分词 ἐχομένους 源自中动语态的 ἔχομαι(紧抓、执着于),它支配属格 αὐτῶν(指代金钱 χρημάτων)。

引用这一段

琉善, 美尼普斯或亡灵书 §3-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg035.humanitext-grc2:3-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。