§12Μένιππος
ὁ δʼ οὖν Μίνως ἐπιμελῶς ἐξετάζων ἀπέπεμπεν ἕκαστον εἰς τὸν τῶν ἀσεβῶν χῶρον δίκην ὑφέξοντα κατʼ ἀξίαν τῶν τετολμημένων, καὶ μάλιστα ἐκείνων ἥπτετο τῶν ἐπὶ πλούτοις τε καὶ ἀρχαῖς τετυφωμένων καὶ μονονουχὶ καὶ προσκυνεῖσθαι περιμενόντων, τήν τε ὀλιγοχρόνιον ἀλαζονείαν αὐτῶν καὶ τὴν ὑπεροψίαν μυσαττόμενος, καὶ ὅτι μὴ ἐμέμνηντο θνητοί τε ὄντες αὐτοὶ καὶ θνητῶν ἀγαθῶν τετυχηκότες.
门尼普斯于是,米诺斯仔细审问,把每个人送往不敬者的住所,让他们为所犯的恶行遭受应得的惩罚,而且他特别严厉地惩治那些因财富和权势而骄傲自满、几乎等着被人膜拜的人,他憎恶他们短暂的狂妄自大和目空一切,以及他们忘记了自己也是凡人,所得到的也不过是凡人身后的身外之物。
οἳ δὲ ἀποδυσάμενοι τὰ λαμπρὰ ἐκεῖνα πάντα, πλούτους λέγω καὶ γένη καὶ δυναστείας, γυμνοὶ κάτω νενευκότες παρειστήκεσαν ὥσπερ τινὰ ὄνειρον ἀναπεμπαζόμενοι τὴν παρʼ ἡμῖν εὐδαιμονίαν·
而他们脱去了所有那些辉煌的东西,我指的是财富、出身和权势,赤条条地低着头站在那里,回想着我们这边的幸福,宛如回想一场梦境。
ὥστʼ ἔγωγε ταῦτα ὁρῶν ὑπερέχαιρον καὶ εἴ τινα γνωρίσαιμι αὐτῶν, προσιὼν ἂν ἡσυχῇ πως ὑπεμίμνησκον οἷος ἦν παρὰ τὸν βίον καὶ ἡλίκον ἐφύσα τότε, ἡνίκα πολλοὶ μὲν ἕωθεν ἐπὶ τῶν πυλώνων παρειστήκεσαν τὴν πρόοδον αὐτοῦ περιμένοντες ὠθούμενοί τε καὶ ἀποκλειόμενοι πρὸς τῶν οἰκετῶν· ὁ δὲ μόλις ἄν ποτε ἀνατείλας αὐτοῖς πορφυροῦς τις ἢ περίχρυσος ἢ διαποίκιλος εὐδαίμονας ᾤετο καὶ μακαρίους ἀποφαίνειν τοὺς προσειπόντας, εἰ τὸ στῆθος ἢ τὴν δεξιὰν προτείνων δοίη καταφιλεῖν.
因此,我看到这些景象,感到无比痛快,如果我认出他们中的某个人,就会走上前去,悄悄地提醒他生前是个什么样的人,当时又是何等神气,那时许多人清晨就守在门口,等待着他出门,还被仆人们推搡、拒之门外;而他好不容易才像太阳一样在他们面前现身,身穿紫衣、佩戴金饰或身着华丽刺绣,还以为只要自己伸出胸膛或右手让人亲吻,就会让向他问候的人感到幸福和快乐。
ἐκεῖνοι μὲν οὖν ἠνιῶντο ἀκούοντες.
因此,他们听了这些话,感到十分痛苦。
§13Μένιππος
τῷ δὲ Μίνῳ μία τις καὶ πρὸς χάριν ἐδικάσθη· τὸν γάρ τοι Σικελιώτην Διονύσιον πολλά γε καὶ δεινὰ καὶ ἀνόσια ὑπό τε Δίωνος κατηγορηθέντα καὶ ὑπὸ τῆς σκιᾶς καταμαρτυρηθέντα παρελθὼν Ἀρίστιππος ὁ Κυρηναῖος — ἄγουσι δʼ αὐτὸν ἐν τιμῇ καὶ δύναται μέγιστον ἐν τοῖς κάτω — μικροῦ δεῖν τῇ Χιμαίρᾳ προσδεθέντα παρέλυσε τῆς καταδίκης λέγων πολλοῖς αὐτὸν τῶν πεπαιδευμένων πρὸς ἀργύριον γενέσθαι δεξιόν.
门尼普斯不过,米诺斯也有一次审判是出于人情而判决的:对于那西西里的狄奥尼修斯,虽然他被狄翁指控犯有许多可怕而不敬的罪行,并被他的影子证实了罪状,但库雷内的阿里斯提普斯走上前去——冥府的人很器重他,他在地底下拥有极大的权势——把几乎要被绑在奇美拉身上的他从定罪中解救了出来,说他对许多有教养的人在金钱上十分慷慨。
§14Μένιππος
ἀποστάντες δὲ ὅμως τοῦ δικαστηρίου πρὸς τὸ κολαστήριον ἀφικνούμεθα.
门尼普斯尽管如此,我们离开审判庭后来到了受罚之地。
ἔνθα δή, ὦ φιλότης, πολλὰ καὶ ἐλεεινὰ ἦν καὶ ἀκοῦσαι καὶ ἰδεῖν· μαστίγων τε γὰρ ὁμοῦ ψόφος ἠκούετο καὶ οἰμωγὴ τῶν ἐπὶ τοῦ πυρὸς ὀπτωμένων καὶ στρέβλαι καὶ κύφωνες καὶ τροχοί, καὶ ἡ Χίμαιρα ἐσπάραττεν καὶ ὁ Κέρβερος ἐδάρδαπτεν.
在那里,我的朋友,有许多令人哀怜的声音和景象:因为鞭子声不绝于耳,还有在火上被炙烤者的哀号,以及拷问台、颈枷和车轮,奇美拉在撕扯,刻耳杯洛斯在撕咬。
ἐκολάζοντό τε ἅμα πάντες, βασιλεῖς, δοῦλοι, σατράπαι, πένητες, πλούσιοι, πτωχοί, καὶ μετέμελε πᾶσι τῶν τετολμημένων.
所有人都一同受罚,国王、奴隶、总督、穷人、富人、乞丐,人人都对自己的恶行感到后悔。
ἐνίους δὲ αὐτῶν καὶ ἐγνωρίσαμεν ἰδόντες, ὁπόσοι ἦσαν τῶν ἔναγχος τετελευτηκότων·
我们看着他们,还认出了其中的一些人,也就是那些最近刚死的人。
οἱ δὲ ἐνεκαλύπτοντό τε καὶ ἀπεστρέφοντο, εἰ δὲ καὶ προσβλέποιεν, μάλα δουλοπρεπές τι καὶ κολακευτικόν, καὶ ταῦτα πῶς οἴει βαρεῖς ὄντες καὶ ὑπερόπται παρὰ τὸν βίον;
他们遮住脸,转过身去,如果偶尔看我们一眼,那眼神也极其卑微和谄媚,而这些人在生前,你想想看,是何等威严和傲慢?
τοῖς μέντοι πένησιν ἡμιτέλεια τῶν κακῶν ἐδίδοτο, καὶ διαναπαυόμενοι πάλιν ἐκολάζοντο.
然而,穷人们却得到了惩罚减半的待遇,他们在休息之后会再次受罚。
καὶ μὴν κἀκεῖνα εἶδον τὰ μυθώδη, τὸν Ἰξίονα καὶ τὸν Σίσυφον καὶ τὸν Φρύγα Τάνταλον, χαλεπῶς γε ἔχοντα, καὶ τὸν γηγενῆ Τιτυόν, Ἡράκλεις ὅσος·
此外,我还看到了神话中的那些人,伊克西翁、西绪福斯以及弗里吉亚的坦塔洛斯,他们处境极其悲惨,还有大地之子提堤奥斯,凭赫拉克勒斯起誓,他是何等巨大啊!
ἔκειτο γοῦν τόπον ἐπέχων ἀγροῦ.
反正他躺在那里,占了一整块田地的面积。
§15Μένιππος
διελθόντες δὲ καὶ τούτους εἰς τὸ πεδίον εἰσβάλλομεν τὸ Ἀχερούσιον, εὑρίσκομέν τε αὐτόθι τοὺς ἡμιθέους τε καὶ τὰς ἡρωΐνας καὶ τὸν ἄλλον ὅμιλον τῶν νεκρῶν κατὰ ἔθνη καὶ κατὰ φῦλα διαιτωμένους, τοὺς μὲν παλαιούς τινας καὶ εὐρωτιῶντας καὶ ὥς φησιν Ὅμηρος, ἀμενηνούς, τοὺς δʼ ἔτι νεαλεῖς καὶ συνεστηκότας, καὶ μάλιστα τοὺς Αἰγυπτίους αὐτῶν διὰ τὸ πολυαρκὲς τῆς ταριχείας.
门尼普斯穿过这些人后,我们进入了阿刻戎平原,并在那里发现了半神、女英雄以及其他死者的群体,他们按民族和部落聚居。 有些已经很古老,长满了霉,就像荷马所说的那样,是力不胜任的阴魂;而另一些还很新鲜、完整,尤其是他们之中的埃及人,因为木乃伊防腐处理极其持久。
τὸ μέντοι διαγιγνώσκειν ἕκαστον οὐ πάνυ τι ἦν ῥᾴδιον· ἅπαντες γὰρ ἀτεχνῶς ἀλλήλοις γίγνονται ὅμοιοι τῶν ὀστῶν γεγυμνωμένων.
然而,要辨认出每一个人并不容易,因为当肉体消逝、白骨裸露时,所有人简直变得一模一样。
πλὴν ἀλλὰ μόγις τε καὶ διὰ πολλοῦ ἀναθεωροῦντες αὐτοὺς ἐγιγνώσκομεν.
只是,我们费了很大劲,观察了很久,才勉强认出他们。
ἔκειντο δʼ ἐπʼ ἀλλήλοις ἀμαυροὶ καὶ ἄσημοι καὶ οὐδὲν ἔτι τῶν παρʼ ἡμῖν καλῶν φυλάττοντες.
他们彼此重叠地躺着,暗淡无光,毫无特征,不再保留任何我们这边的美丽事物。
ἀμέλει πολλῶν ἐν ταὐτῷ σκελετῶν κειμένων καὶ πάντων ὁμοίως φοβερόν τι καὶ διάκενον δεδορκότων καὶ γυμνοὺς τοὺς ὀδόντας προφαινόντων, ἠπόρουν πρὸς ἐμαυτὸν ᾧτινι διακρίναιμι τὸν Θερσίτην ἀπὸ τοῦ καλοῦ Νιρέως ἢ τὸν μεταίτην Ἶρον ἀπὸ τοῦ Φαιάκων βασιλέως ἢ Πυρρίαν τὸν μάγειρον ἀπὸ τοῦ Ἀγαμέμνονος.
的确,许多骸骨躺在同一处,所有人都同样用可怕而空洞的眼神注视着,露出光秃秃的牙齿,我不禁自问,该用什么方法才能把瑟西提斯与英俊的尼柔斯分开,或者把乞丐伊罗斯与法埃亚科斯人的国王分开,或者把厨子皮里亚斯与阿伽门农分开。
οὐδὲν γὰρ ἔτι τῶν παλαιῶν γνωρισμάτων αὐτοῖς παρέμενεν, ἀλλʼ ὅμοια τὰ ὀστᾶ ἦν, ἄδηλα καὶ ἀνεπίγραφα καὶ ὑπʼ οὐδενὸς ἔτι διακρίνεσθαι δυνάμενα.
因为他们身上已经没有任何过去特征的痕迹,骨头都是相似的,模糊不清,没有标记,再也无法被任何人辨认出来了。