§19τοῦτο μὲν δή σοι τὸ πρῶτον, ὦ ἑταῖρε, καὶ ἥδιστον ἐκεῖνο δεῖπνον, οὐκ ἔμοιγε τοῦ θύμου καὶ τῶν λευκῶν ἁλῶν ἥδιον ὁπηνίκα βούλομαι καὶ ὁπόσον ἐλευθέρως ἐσθιομένων.
友よ、これがいわば君にとっての最初であり、あの最も愉快な晩餐なのだ。 だが、私にとっては、自分が望む時に望むだけ、自由に食べるタイムや白い塩よりも愉快なものではない。
ἵνα γοῦν σοι τὴν ὀξυρεγμίαν τὴν ἐπὶ τούτοις παρῶ καὶ τὸν ἐν τῇ νυκτὶ ἔμετον, ἕωθεν δεήσει περὶ τοῦ μισθοῦ συμβῆναι ὑμᾶς, ὁπόσον τε καὶ ὁπότε τοῦ ἔτους χρὴ λαμβάνειν.
さて、その後の酸っぱいゲップや夜間の嘔吐については君のために省略するとして、朝には、報酬について、一年にどれほど、またいつ受け取るべきか、君たちが合意に達する必要があるだろう。
παρόντων οὖν ἢ δύο ἢ τριῶν φίλων προσκαλέσας σε καὶ καθίζεσθαι κελεύσας ἄρχεται λέγειν·
そこで、二、三人ほどの友人が同席する中、彼は君を呼び寄せ、座るように勧めて、語り始めるのである。
τὰ μὲν ἡμέτερα ὁποῖά ἐστιν ἑώρακας ἤδη, καὶ ὡς τῦφος ἐν αὐτοῖς οὐδὲ εἷς, ἀτραγῴδητα δὲ καὶ πεζὰ πάντα καὶ δημοτικά, χρὴ δέ σε οὕτως ἔχειν ὡς ἁπάντων ἡμῖν κοινῶν ἐσομένων·
「私たちの様子がどのようなものであるかは君もすでに見た通りであり、そこには何の虚飾もなく、すべてが気取らず、平易で、庶民的なものだ。 そして君は、私たちにとってすべてが共有されることになるのだと、そのように考えておくべきだ。
γελοῖον γὰρ εἰ τὸ κυριώτατον, τὴν ψυχήν σοι τὴν ἐμαυτοῦ ἢ καὶ νὴ Δία τῶν παίδων. — εἰ παῖδες εἶεν αὐτῷ παιδεύσεως δεόμενοι —
ἐπιτρέπων τῶν ἄλλων μὴ ἐπʼ ἴσης ἡγοίμην δεσπότην.
というのも、最も重要なもの、すなわち私自身の魂、あるいは、ゼウスにかけて、子どもたちのそれを ――もし彼に教育を必要とする子どもたちがいるならばだが―― 君に委ねておきながら、その他のことにおいて、君を対等な権利を持つ主人とみなさないとしたら、滑稽なことだからね。
ἐπεὶ δὲ καὶ ὡρίσθαι τι δεῖ, — ὁρῶ μὲν τὸ μέτριον καὶ αὔταρκες τοῦ σοῦ τρόπου καὶ συνίημι ὡς οὐχὶ μισθοῦ ἐλπίδι προσελήλυθας ἡμῶν τῇ οἰκίᾳ, τῶν δὲ ἄλλων ἕνεκα, τῆς εὐνοίας τῆς παρʼ ἡμῶν καὶ τιμῆς, ἣν παρὰ πᾶσιν ἕξεις·
しかし、何かを決定しておくことも必要であるから――私は君の控えめで自足的な気性を知っているし、君が報酬への期待からではなく、他のこと、すなわち私たちからの好意や、君が皆の間で得るであろう敬意のために私たちの家に入ってきたのだと理解している。
ὅμως δʼ οὖν καὶ ὡρίσθω τι, — σὺ δʼ αὐτὸς ὅ τι καὶ βούλει λέγε, μεμνημένος, ὦ φίλτατε, κἀκείνων ἅπερ ἐν ἑορταῖς διετησίοις εἰκὸς ἡμᾶς παρέξειν·
とはいえ、やはり何かを決めておこう――君自身、望む額を言ってくれ。 最愛の友よ、私たちが毎年の祝祭において提供するであろう、あの慣例の贈り物も念頭に置いてね。
οὐ γὰρ ἀμελήσομεν οὐδὲ τῶν τοιούτων, εἰ καὶ μὴ νῦν αὐτὰ συντιθέμεθα·
というのも、今それらを契約の中に盛り込まないとしても、そのようなことを私たちは怠るつもりはないからだ。
πολλαὶ δέ, οἶσθα, τοῦ ἔτους αἱ τοιαῦται ἀφορμαί.
知っての通り、一年のうちでそのような機会はたくさんあるのだから。
καὶ πρὸς ἐκεῖνα τοίνυν ἀποβλέπων μετριώτερον δῆλον ὅτι ἐπιβαλεῖς ἡμῖν τὸν μισθόν.
それゆえ、それらのことも考慮に入れて、君は私たちに請求する報酬を、当然のことながら、より控えめなものにするだろう。
ἄλλως τε καὶ πρέπον ἂν εἴη τοῖς πεπαιδευμένοις ὑμῖν κρείττοσιν εἶναι χρημάτων. §20ὁ μὲν ταῦτα εἰπὼν καὶ ὅλον σε διασείσας ταῖς ἐλπίσι τιθασὸν ἑαυτῷ πεποίηκε, σὺ δὲ πάλαι τάλαντα καὶ μυριάδας ὀνειροπολήσας καὶ ἀγροὺς ὅλους καὶ συνοικίας συνίης μὲν ἠρέμα τῆς μικρολογίας, σαίνεις δὲ ὅμως τὴν ὑπόσχεσιν καὶ τό,
πάντα ἡμῖν κοινὰ ἔσται,
βέβαιον καὶ ἀληθὲς ἔσεσθαι νομίζεις, οὐκ εἰδὼς ὅτι τὰ τοιαῦτα
"χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
それに、教養ある君たちのような人々にとっては、金銭を超越していることこそがふさわしいのだからね」彼はこのように語り、希望によって君をすっかり揺さぶった上で、自分に従順にさせてしまった。 一方、かねてより数タラントンや莫大な富、丸ごとの農地やアパートを夢想していた君は、彼のケチ臭さを薄々感じ取りながらも、それでもその約束に尾を振り、「すべてが私たちにとって共有されるだろう」という言葉が、確実で真実のものになると信じ込んでいる。 このような言葉が、「唇は濡らすが、口蓋は濡らさない」ものであることを知らずに。
"
τελευταῖον δʼ ὑπʼ αἰδοῦς αὐτῷ ἐπέτρεψας.
そして最後には、君は遠慮から、決定を彼に委ねてしまう。
ὁ δὲ αὐτὸς μὲν οὔ φησιν ἐρεῖν, τῶν φίλων δέ τινα τῶν παρόντων κελεύει μέσον ἐλθόντα τοῦ πράγματος εἰπεῖν ὃ μήτʼ αὐτῷ γίγνοιτʼ ἂν βαρὺ καὶ πρὸς ἄλλα τούτων ἀναγκαιότερα δαπανῶντι μήτε τῷ ληψομένῳ εὐτελές.
すると、彼自身は自分からは言わないと言い、居合わせた友人の一人に、中立の立場に立って、彼にとっても、他の一層必要な出費がある中で負担にならず、受け取る側にとっても安すぎない額を言うように命じるのである。
ὁ δὲ ὠμογέρων τις ἐκ παίδων κολακείᾳ σύντροφος,
ὡς μὲν οὐκ εὐδαιμονέστατος εἶ
, φησίν,
τῶν ἐν τῇ πόλει ἁπάντων, ὦ οὗτος, οὐκ ἂν εἴποις, ᾧ γε τοῦτο πρῶτον ὑπῆρχεν ὃ πολλοῖς πάνυ γλιχομένοις μόλις ἂν γένοιτο παρὰ τῆς Τύχης·
すると、子供の頃からお世辞の中で育ってきた、元気な老人の一人がこう言う。 「おい君、君がこの街のすべての人々の中で最も幸福な者ではないなどとは言えまい。 何しろ君には、非常に多くの人々が切望しながらも運命の女神から滅多に得られないような、次のような恩恵がまず最初から与えられているのだからね。
λέγω δὲ ὁμιλίας ἀξιωθῆναι καὶ ἑστίας κοινωνῆσαι καὶ εἰς τὴν πρώτην οἰκίαν τῶν ἐν τῇ Ῥωμαίων ἀρχῇ καταδεχθῆναι·
すなわち、お付き合いをするに値すると見なされ、食卓を共にし、ローマ帝国の第一の家に迎え入れられるということだ。
τοῦτο γὰρ ὑπὲρ τὰ Κροίσου τάλαντα καὶ τὸν Μίδου πλοῦτον, εἰ σωφρονεῖν οἶσθα.
もし君に分別があるならば、これこそがクロイソスの富やミダスの富を超えるものなのだ。
ἰδὼν δὲ πολλοὺς τῶν εὐδοκίμων ἐθελήσαντας ἄν, εἰ καὶ προσδιδόναι δέοι, μόνης τῆς δόξης ἕνεκα συνεῖναι τούτῳ καὶ ὁρᾶσθαι περὶ αὐτὸν ἑταίρους καὶ φίλους εἶναι δοκοῦντας, οὐκ ἔχω ὅπως σε τῆς εὐποτμίας μακαρίσω, ὃς καὶ προσλήψῃ μισθὸν τῆς τοιαύτης εὐδαιμονίας.
そして、高名な人々の多くが、たとえ自分から金を支払ってでも、単に名誉のためだけにこのお方と交わり、その周囲にいて仲間や友人であると思われることを望んだであろうことを見るにつけ、このような幸福の上にさらに報酬まで受け取る君の幸運を、私はどのように祝福してよいか分からないほどだ。
ἀρκεῖν οὖν νομίζω, εἰ μὴ πάνυ ἄσωτος εἶ, τοσόνδε τι· —
εἰπὼν ἐλάχιστον καὶ μάλιστα πρὸς τὰς σὰς ἐκείνας ἐλπίδας.
したがって、君がまったくの放蕩者でない限り、これくらいの額で十分だと思う」 ――と言って、彼はきわめて少額を、とりわけ君のあの期待に対しては極小の額を口にするのである。