§12εἰκὸς δὲ πολλοὺς εἶναι τοὺς ἐναντία σοι φρονοῦντας καὶ ἄλλους ἀντὶ σοῦ τιθεμένους, ὧν ἕκαστος ὥσπερ ἐκ λόχου τοξεύων λέληθεν.
あなたに反対の考えを抱き、あなたの代わりに他の者を据えようとする者が多くいることは当然のことであり、彼らのそれぞれはあたかも伏兵から矢を射るように、人知れず狙っている。
εἶτʼ ἐννόησον ἄνδρα ἐν βαθεῖ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ ἐξεταζόμενον εἴ τι οἶδεν ὠφέλιμον, καὶ τοῖς μὲν δοκοῦντα εἰδέναι, τοῖς δὲ μή.
さらに、深く蓄えた髭と白髪の男が、何か有益なことを知っているかどうか試験されており、ある者たちには知っているように見え、他の者たちにはそうは見えない様子を心に描きなさい。
μέσος ἐν τοσούτῳ χρόνος, καὶ πολυπραγμονεῖταί σου ἅπας ὁ παρεληλυθὼς βίος, κἂν μέν τις ἢ πολίτης ὑπὸ φθόνου ἢ γείτων ἔκ τινος εὐτελοῦς αἰτίας προσκεκρουκὼς ἀνακρινόμενος εἴπῃ μοιχὸν ἢ παιδεραστήν, τοῦτʼ ἐκεῖνο, ἐκ τῶν Διὸς δέλτων ὁ μάρτυς, ἂν δὲ πάντες ἅμα ἑξῆς ἐπαινῶσιν, ὕποπτοι καὶ ἀμφίβολοι καὶ δεδεκασμένοι.
その間、長い時間が経過し、あなたの過去の全生涯が詮索される。 そして、もし嫉妬にかられた市民や、何かしら些細な理由で対立している隣人が、尋問されてあなたを不義密通の者や少年愛者と呼べば、これこそがまさにそれであり、ゼウスの粘土板から来た証人となる。 しかし、もし全員が同時に口を揃えてあなたを褒めちぎるなら、彼らは疑わしく、信頼できず、買収されているとされる。
χρὴ τοίνυν πολλὰ εὐτυχῆσαι καὶ μηδὲν ὅλως ἐναντιωθῆναι·
それゆえ、多くの幸運に恵まれ、何一つ逆境に遭わないことが必要である。
μόνως γὰρ ἂν οὕτως κρατήσειας.
なぜなら、そうして初めて勝利を収めることができるからである。
Εἶεν·
よろしい。
καὶ δὴ εὐτύχηταί σοι πάντα εὐχῆς μειζόνως·
そして、あなたの望み以上にすべてが幸運に進んだとしよう。
αὐτός τε γὰρ ἐπῄνεσε τοὺς λόγους καὶ τῶν φίλων οἱ ἐντιμότατοι καὶ οἷς μάλιστα πιστεύει τὰ τοιαῦτα οὐκ ἀπέτρεψαν·
彼自身があなたの話を称賛し、彼の友人たちの中で最も重んじられ、そうした事柄において彼が最も信頼している人々も引き止めなかった。
ἔτι δὲ καὶ ἡ γυνὴ βούλεται, οὐκ ἀντιλέγει δὲ οὔτε ὁ ἐπίτροπος οὔτε ὁ οἰκονόμος·
さらに妻も望んでおり、管理人(エピトロポス)も家計管理者(オイコノモス)も反対しない。
οὐδέ τις ἐμέμψατό σου τὸν βίον, ἀλλὰ πάντα ἵλεω καὶ πανταχόθεν αἴσια τὰ ἱερά.
また、誰もあなたの生き方を非難せず、生け贄はすべて慈悲深く、あらゆる点で不吉な兆候はない。
§13κεκράτηκας οὖν, ὦ μακάριε, καὶ ἔστεψαι τὰ Ὀλύμπια, μᾶλλον δὲ Βαβυλῶνα εἴληφας ἢ τὴν Σάρδεων ἀκρόπολιν καθῄρηκας, καὶ ἕξεις τὸ τῆς Ἀμαλθείας κέρας καὶ ἀμέλξεις ὀρνίθων γάλα.
それゆえ、恵まれた人よ、あなたは勝利し、オリンピアの冠を戴いたのだ。 いや、むしろバビロンを手に入れたか、サルディスの城塞を陥落させたのだ。 そしてアマルテイアの角を手にし、鳥の乳を搾るだろう。
δεῖ δή σοι ἀντὶ τῶν τοσούτων πόνων μέγιστα ἡλίκα γενέσθαι τἀγαθά, ἵνα μὴ φύλλινος μόνον ὁ στέφανος ᾖ, καὶ τόν τε μισθὸν οὐκ εὐκαταφρόνητον ὁρισθῆναι καὶ τοῦτον ἐν καιρῷ τῆς χρείας ἀπραγμόνως ἀποδίδοσθαι καὶ τὴν ἄλλην τιμὴν ὑπὲρ τοὺς πολλοὺς ὑπάρχειν, πόνων δὲ ἐκείνων καὶ πηλοῦ καὶ δρόμων καὶ ἀγρυπνιῶν ἀναπεπαῦσθαι, καὶ τοῦτο δὴ τὸ τῆς εὐχῆς, ἀποτείναντα τὼ πόδε καθεύδειν, μόνα ἐκεῖνα πράττοντα ὧν ἕνεκα τὴν ἀρχὴν παρελήφθης καὶ ὧν ἔμμισθος εἶ.
これほど多くの労苦の代わりに、あなたの得る善きものはどれほど巨大でなければならないことか。 冠がただの木の葉の冠で終わらぬように、報酬も軽蔑すべきでない額に定められ、これが必要な時に面倒なく支払われ、他の栄誉も大衆をはるかに凌駕し、あの労苦や泥、奔走や不眠から解放され、そしてまさに祈りにあるように、両足を伸ばして眠り、そもそもあなたが雇われ、そのために報酬を受け取っているあの事柄だけを行うために。
ἐχρῆν μὲν οὕτως, ὦ Τιμόκλεις, καὶ οὐδὲν ἂν ἦν μέγα κακὸν ὑποκύψαντα φέρειν τὸν ζυγὸν ἐλαφρόν τε καὶ εὔφορον καὶ τὸ μέγιστον, ἐπίχρυσον ὄντα.
本来ならそうあるべきだったのだ、ティモクレスよ。 そうであれば、首を垂れて、軽くて担ぎやすく、何よりも金箔を貼られた軛を負うことも、何ら大きな災いではなかっただろう。
ἀλλὰ πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς δεῖ·
しかし、現実はそれとは程遠く、むしろ全く正反対である。
μυρία γάρ ἐστιν ἀφόρητα ἐλευθέρῳ ἀνδρὶ ἐν αὐταῖς ἤδη ταῖς συνουσίαις γιγνόμενα.
なぜなら、すでに実際の交際そのものの中で、自由な男にとって耐え難いことが無数に生じるからである。
σκέψαι δὲ αὐτὸς ἑξῆς ἀκούων, εἴ τις ἂν αὐτὰ ὑπομεῖναι δύναιτο παιδείᾳ κἂν ἐπʼ ἐλάχιστον ὡμιληκώς.
これらを順に聴いて、教養に少しでも触れたことのある者なら、誰がこれらに耐えられるか自分自身で考えてみなさい。
§14ἄρξομαι δὲ ἀπὸ τοῦ πρώτου δείπνου, ἢν δοκῇ, ὅ σε εἰκὸς δειπνήσειν τὰ προτέλεια τῆς μελλούσης συνουσίας.
もしよろしければ、最初の晩餐から始めよう。 それは、これからの交際の前祝いとしてあなたが食すことになるはずの晩餐である。
εὐθὺς οὖν πρόσεισιν παραγγέλλων τις ἥκειν ἐπὶ τὸ δεῖπνον, οὐκ ἀνομίλητος οἰκέτης, ὃν χρὴ πρῶτον ἵλεων ποιήσασθαι, παραβύσαντα εἰς τὴν χεῖρα, ὡς μὴ ἀδέξιος εἶναι δοκῇς, τοὐλάχιστον πέντε δραχμάς·
するとすぐに、誰かが晩餐に来るようにと告げにやって来る。 それは人慣れした召使いであり、気が利かない者と思われぬよう、まず彼の手の中に少なくとも5ドラクマをねじ込んで、機嫌をよくしておかねばならない。
ὁ δὲ ἀκκισάμενος καί,
ἄπαγε, παρὰ σοῦ δὲ ἐγώ;
すると彼は、いやいやするふりをして、「とんでもない、あなたから私などがいただくのですか?
καί,
Ἡράκλεις, μὴ γένοιτο,
ὑπειπὼν τέλος ἐπείσθη, καὶ ἄπεισί σοι πλατὺ ἐγχανών.
」とか、「ヘラクレスよ、滅相もありません」と小声で言った挙句、ついに説得され、口を大きく開けてにやにや笑いながら去っていく。
σὺ δὲ ἐσθῆτα καθαρὰν προχειρισάμενος καὶ σεαυτὸν ὡς κοσμιώτατα σχηματίσας λουσάμενος ἥκεις, δεδιὼς μὴ πρὸ τῶν ἄλλων ἀφίκοιο·
あなたは清潔な衣服を用意し、自分をできるだけ端正に整えて入浴し、他の人々より先に到着してしまわないか恐れながらやって来る。
ἀπειρόκαλον γάρ, ὥσπερ καὶ τὸ ὕστατον ἥκειν φορτικόν.
というのも、あまりに早く来るのは無調法であり、最後に到着するのもまた無作法だからである。
αὐτὸ οὖν τηρήσας τὸ μέσον τοῦ καιροῦ εἰσελήλυθας, καί σε πάνυ ἐντίμως ἐδέξατο, καὶ παραλαβών τις κατέκλινε μικρὸν ὑπὲρ τοῦ πλουσίου μετὰ δύο που σχεδὸν τῶν παλαιῶν φίλων.
そこで、ちょうど中間となるタイミングを見計らってあなたは中に入り、彼はあなたを非常に丁重に迎え、案内係があなたを、主人の少し上の、おそらく二人の古い友人たちのすぐ隣の席へと案内して座らせる。