§4Φιλοκλῆς
ἀλλʼ οἱ μὲν ποιηταί, ὦ Τυχιάδη, καὶ αἱ πόλεις δὲ συγγνώμης εἰκότως τυγχάνοιεν ἄν, οἱ μὲν τὸ ἐκ τοῦ μύθου τερπνὸν ἐπαγωγότατον ὂν ἐγκαταμιγνύντες τῇ γραφῇ, οὗπερ μάλιστα δέονται πρὸς τοὺς ἀκροατάς, Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι καὶ εἴ τινες ἄλλοι σεμνοτέρας ἀποφαίνοντες τὰς πατρίδας ἐκ τῶν τοιούτων.
フィロクレス:しかし、チュキアデスよ、詩人たちや、あるいは都市たちも、当然ながら許されてよいだろう。 詩人たちは、神話の与える歓びがこの上なく人を引きつけるものであるため、それを記述の中に混ぜ合わせているのだし、それこそが聞き手に対して最も必要とされるものだからだ。 またアテナイ人やテーバイ人、そしてもし他の人々がいるなら彼らもまた、そのようなものによって祖国をより厳かなものに見せているのだ。
εἰ γοῦν τις ἀφέλοι τὰ μυθώδη ταῦτα ἐκ τῆς Ἑλλάδος, οὐδὲν ἂν κωλύσειε λιμῷ τοὺς περιηγητὰς αὐτῶν διαφθαρῆναι μηδὲ ἀμισθὶ τῶν ξένων τἀληθὲς ἀκούειν ἐθελησάντων.
ともかく、もし誰かがギリシアからこれらの神話的な事柄を取り去ってしまったら、旅行案内人たちが飢えで滅びるのを妨げるものは何もないだろう。 異邦人たちは真実をただで聞こうとは望まないのだから。
οἱ δὲ μηδεμιᾶς ἕνεκα αἰτίας τοιαύτης ὅμως χαίροντες τῷ ψεύσματι παγγέλοιοι εἰκότως δοκοῖεν ἄν.
しかし、そのような理由が何もないにもかかわらず、それでも嘘を喜んでいる者たちは、当然ながらこの上なく滑稽に見えるだろう。
§5Τυχιάδης
εὖ λέγεις·
チュキアデス:その通りだ。
ἐγώ γέ τοι παρὰ Εὐκράτους ἥκω σοι τοῦ πάνυ, πολλὰ τὰ ἄπιστα καὶ μυθώδη ἀκούσας·
実は私は、あの名高いエウクラテスの家から君のところへやって来たばかりなのだが、そこで信じがたい神話めいた話をたくさん聞かされたのだ。
μᾶλλον δὲ μεταξὺ λεγομένων ἀπιὼν ᾠχόμην οὐ φέρων τοῦ πράγματος τὴν ὑπερβολήν, ἀλλά με ὥσπερ αἱ Ἐρινύες ἐξήλασαν πολλὰ τεράστια καὶ ἀλλόκοτα διεξιόντες.
というのも、話の途中で、私はその事の常軌を逸した度合いに耐えかねて、立ち去って逃げてきたのだ。 彼らが多くの奇怪で奇妙な話を詳しく語るものだから、まるで復讐の女神たちが私を追い出したかのようだった。
Φιλοκλῆς
καίτοι, ὦ Τυχιάδη, ἀξιόπιστός τις ὁ Εὐκράτης ἐστίν, καὶ οὐδεὶς ἂν οὐδὲ πιστεύσειεν ὡς ἐκεῖνος οὕτω βαθὺν πώγωνα καθειμένος ἑξηκοντούτης ἀνήρ, ἔτι καὶ φιλοσοφίᾳ συνὼν τὰ πολλά, ὑπομείνειεν ἂν καὶ ἄλλου τινὸς ψευδομένου ἐπακοῦσαι παρών, οὐχ ὅπως αὐτός τι τολμῆσαι τοιοῦτον.
フィロクレス:しかしチュキアデスよ、エウクラテスは信頼のおける人物だ。 あの立派な髭を蓄えた六十代の男が、しかもその生涯の大部分を哲学に費やしてきたのに、他人が嘘をつくのをその場でじっと聞いていることなど耐えられるわけがないし、ましてや自分自身でそのような大胆な嘘をつくなど、誰も信じはしないだろう。
Τυχιάδης
οὐ γὰρ οἶσθα, ὦ ἑταῖρε, οἷα μὲν εἶπεν, ὅπως δὲ αὐτὰ ἐπιστώσατο, ὡς δὲ καὶ ἐπώμνυτο τοῖς πλείστοις, παραστησάμενος τὰ παιδία, ὥστε με ἀποβλέποντα εἰς αὐτὸν ποικίλα ἐννοεῖν, ἄρτι μὲν ὡς μεμήνοι καὶ ἔξω εἴη τοῦ καθεστηκότος, ἄρτι δὲ ὡς γόης ὢν ἄρα τοσοῦτον χρόνον ἐλελήθει με ὑπὸ τῇ λεοντῇ γελοῖόν τινα πίθηκον περιστέλλων·
チュキアデス:君は彼がどんなことを言い、それをどのように証明しようとしたか、そしてそのほとんどについて子供たちをそばに立たせてどのように誓いを立てたかを知らないのだ、わが友よ。 だから私は彼を見つめながら、様々なことを考えていた。 ある時は彼が狂ってしまって正気を失っているのではないかと思い、またある時は、彼が実はこれほど長い間詐欺師であって、獅子の皮の下に滑稽な猿を隠し持っていたのを私が気づかずにいたのではないかと思ったのだ。
οὕτως ἄτοπα διηγεῖτο.
それほど風変わりなことを彼は語っていたのだ。
Φιλοκλῆς
τίνα ταῦτα πρὸς τῆς Ἑστίας, ὦ Τυχιάδη;
フィロクレス:竈の女神にかけて、チュキアデスよ、それはいったいどういうことかね。
ἐθέλω γὰρ εἰδέναι ἥντινα τὴν ἀλαζονείαν ὑπὸ τηλικούτῳ τῷ πώγωνι ἔσκεπεν.
あれほど立派な髭の下に、どのような大言壮語を隠していたのか知りたいものだ。
§6Τυχιάδης
εἰώθειν μὲν καὶ ἄλλοτε, ὦ Φιλόκλεις, φοιτᾶν παρʼ αὐτόν, εἴ ποτε πολλὴν τὴν σχολὴν ἄγοιμι, τήμερον δὲ Λεοντίχῳ συγγενέσθαι δεόμενος — ἑταῖρος δέ μοι, ὡς οἶσθα — ἀκούσας τοῦ παιδὸς ὡς παρὰ τὸν Εὐκράτην ἕωθεν ἁπέλθοι νοσοῦντα ἐπισκεψόμενος, ἀμφοῖν ἕνεκα, ὡς καὶ τῷ Λεοντίχῳ συγγενοίμην κἀκεῖνον ἴδοιμι — ἠγνοήκειν γὰρ ὡς νοσοίη — παραγίγνομαι πρὸς αὐτόν.
チュキアデス:フィロクレスよ、私は他の時にも、暇がたっぷりあるときには彼のところを訪ねるのが常だったのだが、今日はレオンティコスに会う必要があって――君も知っての通り、彼は私の友人だ――彼が朝早くにエウクラテスが病気で見舞いに行ったと召使から聞いたので、両方の目的、つまりレオンティコスに会うことと、彼を見舞うこと――彼が病気だとは知らなかったので――のために、彼の家へとやって来たのだ。
εὑρίσκω δὲ αὐτόθι τὸν μὲν Λεόντιχον οὐκέτι — ἐφθάκει γάρ, ὡς ἔφασκον, ὀλίγον προεξεληλυθώς — ἄλλους δὲ συχνούς, ἐν οἷς Κλεόδημός τε ἦν ὁ ἐκ τοῦ Περιπάτου καὶ Δεινόμαχος ὁ Στωϊκὸς καὶ Ἴων, οἶσθα τὸν ἐπὶ τοῖς Πλάτωνος λόγοις θαυμάζεσθαι ἀξιοῦντα ὡς μόνον ἀκριβῶς κατανενοηκότα τὴν γνώμην τοῦ ἀνδρὸς καὶ τοῖς ἄλλοις ὑποφητεῦσαι δυνάμενον.
そこで行ってみると、レオンティコスはもういなかった――人々が言うには、少し前に先に出て行ってしまったとのことだった。 しかし他の多くの人々がそこにいて、その中には逍遥学派のクレオデモス、ストア派のデイノマコス、そしてイオンがいた。 イオンはプラトンの対話について、その哲学者の意図を唯一正確に理解しており、他人に解説することができる者として尊敬されるべきだと自任している男で、君も知っているだろう。
ὁρᾷς οἵους ἄνδρας σοί φημι, πανσόφους καὶ παναρέτους, ὅ τι περ τὸ κεφάλαιον αὐτὸ ἐξ ἑκάστης προαιρέσεως, αἰδεσίμους ἅπαντας καὶ μονονουχὶ φοβεροὺς τὴν πρόσοψιν;
私が言っているのがどのような男たちか、わかるだろう。 あらゆる知恵と徳を備え、各学派の代表そのものであり、誰もが敬意を払わざるを得ず、その容貌を見るだけで恐ろしくなるほどの人物たちだ。
ἔτι καὶ ὁ ἰατρὸς Ἀντίγονος παρῆν, κατὰ χρείαν, οἶμαι, τῆς νόσου ἐπικληθείς.
さらに、医師のアンティゴノスも同席していた。 思うに、病気のために必要があって招かれたのだろう。
καὶ ῥᾷον ἐδόκει ἤδη ἔχειν ὁ Εὐκράτης καὶ τὸ νόσημα τῶν συντρόφων ἦν·
エウクラテスはすでに少し楽になっているようで、その病気は彼にとって馴染みのものであった。
τὸ ῥεῦμα γὰρ εἰς τοὺς πόδας αὖθις αὐτῷ κατεληλύθει.
というのも、カタルが再び彼の足へと下りてきていたからだ。
Καθέζεσθαι οὖν με παρʼ αὐτὸν ἐπὶ τῆς κλίνης ὁ Εὐκράτης ἐκέλευεν, ἠρέμα ἐγκλίνας τῇ φωνῇ εἰς τὸ ἀσθενικὸν ὁπότε εἶδέ με, καίτοι βοῶντος αὐτοῦ καὶ διατεινομένου τι μεταξὺ εἰσιὼν ἐπήκουον.
そこでエウクラテスは、私を見ると声をか細く衰弱した調子に和らげながら、ベッドの彼のそばに座るように私に促した。 もっとも、私が部屋に入るときには、彼が何かを大声で主張しているのが聞こえていたのだが。
κἀγὼ μάλα πεφυλαγμένως, μὴ ψαύσαιμι τοῖν ποδοῖν αὐτοῦ, ἀπολογησάμενος τὰ συνήθη ταῦτα, ὡς ἀγνοήσαιμι νοσοῦντα καὶ ὡς ἐπεὶ ἔμαθον δρομαῖος ἔλθοιμι, ἐκαθεζόμην πλησίον.
私は彼の足に触れないよう細心の注意を払いながら、彼が病気であるとは知らなかったこと、それを知って急いでやって来たことなど、お決まりの挨拶を言い訳として述べてから、彼の近くに腰を下ろした。