Humanitext Reader

琉善 · 好谎言者或怀疑者 §4-6

尤克拉底家哲学家的怪诞之谈

第 2 段,共 12 段 · 希腊语

内容简介

提奇亚德向菲洛克勒讲述了他拜访生病的哲学家尤克拉底的经历,在那里他震惊地听到一群受人尊敬的哲学家们在煞有介事地讲述荒谬怪异的谎言。

§4Φιλοκλῆς ἀλλʼ οἱ μὲν ποιηταί, ὦ Τυχιάδη, καὶ αἱ πόλεις δὲ συγγνώμης εἰκότως τυγχάνοιεν ἄν, οἱ μὲν τὸ ἐκ τοῦ μύθου τερπνὸν ἐπαγωγότατον ὂν ἐγκαταμιγνύντες τῇ γραφῇ, οὗπερ μάλιστα δέονται πρὸς τοὺς ἀκροατάς, Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι καὶ εἴ τινες ἄλλοι σεμνοτέρας ἀποφαίνοντες τὰς πατρίδας ἐκ τῶν τοιούτων.
Philocles:但是,提奇亚德,诗人们以及城邦也理应获得原谅。 前者是因为他们在作品中掺杂了神话带来的愉悦,这是极具吸引力的,也是他们面对听众时最需要的;而雅典人、底比斯人以及其他任何城邦,则是通过这些使祖国显得更加庄严。
εἰ γοῦν τις ἀφέλοι τὰ μυθώδη ταῦτα ἐκ τῆς Ἑλλάδος, οὐδὲν ἂν κωλύσειε λιμῷ τοὺς περιηγητὰς αὐτῶν διαφθαρῆναι μηδὲ ἀμισθὶ τῶν ξένων τἀληθὲς ἀκούειν ἐθελησάντων.
无论如何,如果有人把这些神话元素从希腊拿走,没有什么能阻止他们的导游因饥饿而灭亡,因为外邦人甚至不想免费听取真话。
οἱ δὲ μηδεμιᾶς ἕνεκα αἰτίας τοιαύτης ὅμως χαίροντες τῷ ψεύσματι παγγέλοιοι εἰκότως δοκοῖεν ἄν.
但是那些在没有任何此类原因的情况下,却仍然乐于说谎的人,理所当然会被认为极其可笑。
§5Τυχιάδης εὖ λέγεις·
Tychiades:说得好。
ἐγώ γέ τοι παρὰ Εὐκράτους ἥκω σοι τοῦ πάνυ, πολλὰ τὰ ἄπιστα καὶ μυθώδη ἀκούσας·
其实我刚从那位著名的尤克拉底家来到你这里,听到了许多难以置信的、神话般的故事。
μᾶλλον δὲ μεταξὺ λεγομένων ἀπιὼν ᾠχόμην οὐ φέρων τοῦ πράγματος τὴν ὑπερβολήν, ἀλλά με ὥσπερ αἱ Ἐρινύες ἐξήλασαν πολλὰ τεράστια καὶ ἀλλόκοτα διεξιόντες.
或者更确切地说,在他们讲述的过程中,我因无法忍受事情的荒谬程度而中途退席逃走了。 他们讲述了那么多怪异和奇特的事情,简直就像复仇女神把我赶出来一样。
Φιλοκλῆς καίτοι, ὦ Τυχιάδη, ἀξιόπιστός τις ὁ Εὐκράτης ἐστίν, καὶ οὐδεὶς ἂν οὐδὲ πιστεύσειεν ὡς ἐκεῖνος οὕτω βαθὺν πώγωνα καθειμένος ἑξηκοντούτης ἀνήρ, ἔτι καὶ φιλοσοφίᾳ συνὼν τὰ πολλά, ὑπομείνειεν ἂν καὶ ἄλλου τινὸς ψευδομένου ἐπακοῦσαι παρών, οὐχ ὅπως αὐτός τι τολμῆσαι τοιοῦτον.
Philocles:然而,提奇亚德,尤克拉底是个值得信赖的人,谁也不会相信,像他那样留着长胡子、年过六旬、而且大半生都在研究哲学的男子,会容忍听别人在他面前说谎,更不用说他自己竟敢做出这种事情了。
Τυχιάδης οὐ γὰρ οἶσθα, ὦ ἑταῖρε, οἷα μὲν εἶπεν, ὅπως δὲ αὐτὰ ἐπιστώσατο, ὡς δὲ καὶ ἐπώμνυτο τοῖς πλείστοις, παραστησάμενος τὰ παιδία, ὥστε με ἀποβλέποντα εἰς αὐτὸν ποικίλα ἐννοεῖν, ἄρτι μὲν ὡς μεμήνοι καὶ ἔξω εἴη τοῦ καθεστηκότος, ἄρτι δὲ ὡς γόης ὢν ἄρα τοσοῦτον χρόνον ἐλελήθει με ὑπὸ τῇ λεοντῇ γελοῖόν τινα πίθηκον περιστέλλων·
Tychiades:因为你不知道,我的朋友,他说了些什么,又是如何证明这些事的,而且他甚至在对大多数事情发誓时,还把孩子们叫到身边,以至于我看着他时产生了一些复杂的想法:一会儿觉得他疯了,失去了理智,一会儿又觉得他其实是个骗子,这么长时间以来我竟然没有察觉,在狮皮之下隐藏着一个可笑的猴子。
οὕτως ἄτοπα διηγεῖτο.
他讲述的事情就是如此离奇。
Φιλοκλῆς τίνα ταῦτα πρὸς τῆς Ἑστίας, ὦ Τυχιάδη;
Philocles:凭灶神发誓,提奇亚德,这些到底是什么事?
ἐθέλω γὰρ εἰδέναι ἥντινα τὴν ἀλαζονείαν ὑπὸ τηλικούτῳ τῷ πώγωνι ἔσκεπεν.
我想知道在那么长的胡须下,他到底掩盖了怎样的吹嘘。
§6Τυχιάδης εἰώθειν μὲν καὶ ἄλλοτε, ὦ Φιλόκλεις, φοιτᾶν παρʼ αὐτόν, εἴ ποτε πολλὴν τὴν σχολὴν ἄγοιμι, τήμερον δὲ Λεοντίχῳ συγγενέσθαι δεόμενος — ἑταῖρος δέ μοι, ὡς οἶσθα — ἀκούσας τοῦ παιδὸς ὡς παρὰ τὸν Εὐκράτην ἕωθεν ἁπέλθοι νοσοῦντα ἐπισκεψόμενος, ἀμφοῖν ἕνεκα, ὡς καὶ τῷ Λεοντίχῳ συγγενοίμην κἀκεῖνον ἴδοιμι — ἠγνοήκειν γὰρ ὡς νοσοίη — παραγίγνομαι πρὸς αὐτόν.
Tychiades:菲洛克勒,我以前在闲暇时间很多的时候也经常去他家,但今天我需要和雷翁提科斯见面——如你所知,他是我的朋友。 我从仆人那里听说,他一大早就去生病的尤克拉底家探望了,为了这两个目的——既能见到雷翁提科斯,也能探望他(因为我之前不知道他生病了)——我就来到了他家。
εὑρίσκω δὲ αὐτόθι τὸν μὲν Λεόντιχον οὐκέτι — ἐφθάκει γάρ, ὡς ἔφασκον, ὀλίγον προεξεληλυθώς — ἄλλους δὲ συχνούς, ἐν οἷς Κλεόδημός τε ἦν ὁ ἐκ τοῦ Περιπάτου καὶ Δεινόμαχος ὁ Στωϊκὸς καὶ Ἴων, οἶσθα τὸν ἐπὶ τοῖς Πλάτωνος λόγοις θαυμάζεσθαι ἀξιοῦντα ὡς μόνον ἀκριβῶς κατανενοηκότα τὴν γνώμην τοῦ ἀνδρὸς καὶ τοῖς ἄλλοις ὑποφητεῦσαι δυνάμενον.
可是我发现雷翁提科斯已经不在那里了——因为正如他们所说,他稍微早一点就已经出去了。 但在那里还有许多其他人,其中有逍遥学派的克里奥德摩斯、斯多葛学派的戴诺马科斯和离子。 你认识那个自认为因研究柏拉图学说而应该受到敬佩的人,他自称是唯一精确理解了那位哲学家的意图并能向其他人阐释的人。
ὁρᾷς οἵους ἄνδρας σοί φημι, πανσόφους καὶ παναρέτους, ὅ τι περ τὸ κεφάλαιον αὐτὸ ἐξ ἑκάστης προαιρέσεως, αἰδεσίμους ἅπαντας καὶ μονονουχὶ φοβεροὺς τὴν πρόσοψιν;
你看到我向你提到的是什么样的人了吧,全智全德、每个学派的顶尖代表,全都是德高望重、甚至面容令人敬畏的人。
ἔτι καὶ ὁ ἰατρὸς Ἀντίγονος παρῆν, κατὰ χρείαν, οἶμαι, τῆς νόσου ἐπικληθείς.
此外,医生安提戈诺斯也在场,我想是因为病情的需要而被请来的。
καὶ ῥᾷον ἐδόκει ἤδη ἔχειν ὁ Εὐκράτης καὶ τὸ νόσημα τῶν συντρόφων ἦν· τὸ ῥεῦμα γὰρ εἰς τοὺς πόδας αὖθις αὐτῷ κατεληλύθει.
尤克拉底似乎已经感觉轻松了一些,而且这种疾病是他常见的老毛病了,因为卡他体液再次流到了他的脚上。
Καθέζεσθαι οὖν με παρʼ αὐτὸν ἐπὶ τῆς κλίνης ὁ Εὐκράτης ἐκέλευεν, ἠρέμα ἐγκλίνας τῇ φωνῇ εἰς τὸ ἀσθενικὸν ὁπότε εἶδέ με, καίτοι βοῶντος αὐτοῦ καὶ διατεινομένου τι μεταξὺ εἰσιὼν ἐπήκουον.
于是,尤克拉底一看到我,就用极度微弱的虚弱声音对我说,让我坐在他床边的椅子上。 然而,就在我走进来的时候,我还听到他大声叫喊着,在激烈地辩论着什么。
κἀγὼ μάλα πεφυλαγμένως, μὴ ψαύσαιμι τοῖν ποδοῖν αὐτοῦ, ἀπολογησάμενος τὰ συνήθη ταῦτα, ὡς ἀγνοήσαιμι νοσοῦντα καὶ ὡς ἐπεὶ ἔμαθον δρομαῖος ἔλθοιμι, ἐκαθεζόμην πλησίον.
我非常小心翼翼,以免碰到他的双脚,在说了些通常的客套话——说不知道他生病了,听说后就急忙跑来——表示歉意之后,便在他身边坐了下来。

词汇与语法注释

  1. p.v.3.p.326μηδὲ ἀμισθὶ τῶν ξένων τἀληθὲς ἀκούειν ἐθελησάντων — 这是一个独立属格分词结构,以 των ξενων 为分词 εθελησαντων 的逻辑主语。伴随否定词 μηδε 以及主句中的潜能祈愿神态 αν κωλυσειε,它带有一种条件性语气:“如果外邦人甚至不想免费听真话的话”。
  2. §5οὐχ ὅπως — 这是一个表示“更不用说”、“何况”或“更不用提”的惯用表达。在此处跟在否定主句之后,表示“更不用说他自己竟敢做出这种事情了”。
  3. p.v.3.p.328ἐλελήθει με ... περιστέλλων — 动词 λανθανω(此处为过去完成时 ελεληθει)带分词(περιστελλων)的结构,表示“(主语)在不被发觉的情况下做某事”。带宾格 με,表示“他(在我未察觉的情况下)一直隐瞒着……”。
  4. §6ὅ τι περ τὸ κεφάλαιον αὐτὸ ἐξ ἑκάστης προαιρέσεως — 这是一个修饰先行词 ανδρας 的关系从句,其中系动词 εστι 被省略。字面意思是“各学派(προαιρεσις)的代表/首脑(κεφαλαιον)本身的[男子]”,强调了他们是各自哲学学派的领军人物。

引用这一段

琉善, 好谎言者或怀疑者 §4-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:4-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。