Humanitext Reader

ルキアノス · 嘘好き人間 §1-3

嘘そのものを好む人間と神話への傾倒

1 / 12 箇所 · ギリシア語

要旨

チュキアデスとフィロクレスは、実用的必要がないにもかかわらず嘘そのものを愛する人々について語り合い、古代の詩人や歴史家、さらには国家・民族レベルの神話的虚偽の支配について言及する。

§1Τυχιάδης ἔχεις μοι, ὦ Φιλόκλεις, εἰπεῖν τί ποτε ἄρα ἐστὶν ὃ πολλοὺς εἰς ἐπιθυμίαν τοῦ ψεύδους προάγεται, ὡς αὐτούς τε χαίρειν μηδὲν ὑγιὲς λέγοντας καὶ τοῖς τὰ τοιαῦτα διεξιοῦσιν μάλιστα προσέχειν τὸν νοῦν;
チュキアデス:フィロクレスよ、多くの人々を嘘への欲望へと駆り立て、自分自身も健全なことを何一つ語らずに喜び、そのようなことを詳しく語る者たちに最も熱心に心を傾けさせるものは、一体全体何なのか、私に語ってくれるかね。
Φιλοκλῆς πολλά, ὦ Τυχιάδη, ἐστὶν ἃ τοὺς ἀνθρώπους ἐνίους ἀναγκάζει τὰ ψευδῆ λέγειν εἰς τὸ χρήσιμον ἀποβλέποντας.
フィロクレス:チュキアデスよ、実用(有益さ)に目を向けて、人々の一部に嘘を語ることを強いる理由は多くあるのだ。
Τυχιάδης οὐδὲν πρὸς ἔπος ταῦτα, φασίν, οὐ γὰρ περὶ τούτων ἠρόμην ὁπόσοι τῆς χρείας ἕνεκα ψεύδονται·
チュキアデス:それはいわゆる「的外れ」というものだ。 というのも、私は必要(便益)のために嘘をつく者たちについて尋ねたのではないのだから。
συγγνωστοὶ γὰρ οὗτοί γε, μᾶλλον δὲ καὶ ἐπαίνου τινὲς αὐτῶν ἄξιοι, ὁπόσοι ἢ πολεμίους ἐξηπάτησαν ἢ ἐπὶ σωτηρίᾳ τῷ τοιούτῳ φαρμάκῳ ἐχρήσαντο ἐν τοῖς δεινοῖς, οἷα πολλὰ καὶ ὁ Ὀδυσσεὺς ἐποίει τήν τε αὑτοῦ ψυχὴν ἀρνύμενος καὶ τὸν νόστον τῶν ἑταίρων.
彼らは許されるべきであり、むしろそのうちの幾人かは称賛にさえ値する。 敵を欺いたり、危急の際に救済のためにそのような薬(嘘)を用いた者たち、例えばオデュッセウスが自らの命を救い、仲間たちの帰還を果たすためにしばしば行ったようなことは、まさにそれだ。
ἀλλὰ περὶ ἐκείνων, ὦ ἄριστε, φημὶ οἳ αὐτὸ ἄνευ τῆς χρείας τὸ ψεῦδος πρὸ πολλοῦ τῆς ἀληθείας τίθενται, ἡδόμενοι τῷ πράγματι καὶ ἐνδιατρίβοντες ἐπʼ οὐδεμιᾷ προφάσει ἀναγκαίᾳ.
しかし、友よ、私が言っているのは、必要性もないのに、真実よりも嘘そのものをはるかに重んじ、そのことを喜び、何らやむを得ぬ口実もないのにそこに耽っている者たちのことなのだ。
τούτους οὖν ἐθέλω εἰδέναι τίνος ἀγαθοῦ τοῦτο ποιοῦσιν.
そこで私は、彼らがどのような善(利益)のためにそのようなことをするのかを知りたいのだ。
§2Φιλοκλῆς ἦ που κατανενόηκας ἤδη τινὰς τοιούτους, οἷς ἔμφυτος ὁ ἔρως οὗτός ἐστι πρὸς τὸ ψεῦδος;
フィロクレス:おそらく君は、嘘に対するこのような愛が生まれつき備わっているような人々を、すでに幾人も目にしているのだろうね。
Τυχιάδης καὶ μάλα πολλοί εἰσιν οἱ τοιοῦτοι.
チュキアデス:まったく、そのような者は非常に大勢いる。
Φιλοκλῆς τί δʼ οὖν ἄλλο ἢ ἄνοιαν χρὴ αἰτίαν εἶναι αὐτοῖς φάναι τοῦ μὴ τἀληθῆ λέγειν, εἴ γε τὸ χείριστον ἀντὶ τοῦ βελτίστου προαιροῦνται;
フィロクレス:ならば、彼らが最善のものの代わりに最悪のものを選択しているとすれば、真実を語らない原因は愚かさ以外に何があると言えるかね。
Τυχιάδης οὐδὲν οὐδὲ τοῦτο, ὦ Φιλόκλεις·
チュキアデス:いや、フィロクレスよ、それもまったく当たらない。
ἐπεὶ πολλοὺς ἂν ἐγώ σοι δείξαιμι συνετοὺς τἄλλα καὶ τὴν γνώμην θαυμαστοὺς οὐκ οἶδʼ ὅπως ἑαλωκότας τούτῳ τῷ κακῷ καὶ φιλοψευδεῖς ὄντας, ὡς ἀνιᾶσθαί με, εἰ τοιοῦτοι ἄνδρες ἄριστοι τὰ πάντα ὅμως χαίρουσιν αὑτούς τε καὶ τοὺς ἐντυγχάνοντας ἐξαπατῶντες.
というのも、他の点では賢明で、その知性において驚嘆すべき人々が、どういうわけかこの病に囚われ、嘘好きになっているのを、私は君にいくらでも示すことができるからだ。 そのため、これほどあらゆる点に優れた男たちが、それにもかかわらず自分自身や出会う人々を欺いて喜んでいるのを見ると、私は心苦しくなる。
ἐκείνους μὲν γὰρ τοὺς παλαιοὺς πρὸ ἐμοῦ σὲ χρὴ εἰδέναι, τὸν Ἡρόδοτον καὶ Κτησίαν τὸν Κνίδιον καὶ πρὸ τούτων τοὺς ποιητὰς καὶ τὸν Ὅμηρον αὐτόν, ἀοιδίμους ἄνδρας, ἐγγράφῳ τῷ ψεύσματι κεχρημένους, ὡς μὴ μόνους ἐξαπατᾶν τοὺς τότε ἀκούοντας σφῶν, ἀλλὰ καὶ μέχρις ἡμῶν διικνεῖσθαι τὸ ψεῦδος ἐκ διαδοχῆς ἐν καλλίστοις ἔπεσι καὶ μέτροις φυλαττόμενον.
私より前のあの古代の者たち、すなわちヘロドトスやクニドスのクテシアス、そして彼らより前の詩人たちやホメロス自身という、名高い男たちが、書き残された嘘を用いていたことは君も知っているはずだ。 彼らは当時の聞き手たちを欺くだけでなく、その嘘が最も美しい詩句と韻律の中に保存され、受け継がれて我々にまで達しているのだ。
ἐμοὶ γοῦν πολλάκις αἰδεῖσθαι ὑπὲρ αὐτῶν ἔπεισιν, ὁπόταν Οὐρανοῦ τομὴν καὶ Προμηθέως δεσμὰ διηγῶνται καὶ Γιγάντων ἐπανάστασιν καὶ τὴν ἐν Ἅιδου πᾶσαν τραγῳδίαν, καὶ ὡς διʼ ἔρωτα ὁ Ζεὺς ταῦρος ἢ κύκνος ἐγένετο καὶ ὡς ἐκ γυναικός τις εἰς ὄρνεον ἢ εἰς ἄρκτον μετέπεσεν, ἔτι δὲ Πηγάσους καὶ Χιμαίρας καὶ Γοργόνας καὶ Κύκλωπας καὶ ὅσα τοιαῦτα, πάνυ ἀλλόκοτα καὶ τεράστια μυθίδια παίδων ψυχὰς κηλεῖν δυνάμενα ἔτι τὴν Μορμὼ καὶ τὴν Λάμιαν δεδιότων.
ともかく、彼らがウラノスの去勢やプロメテウスの束縛、ギガスの反乱や冥府におけるすべての悲劇、またゼウスが愛のために雄牛や白鳥になったこと、女から鳥や熊へと変身した者たちのこと、さらにはペガソスやキマイラ、ゴルゴン、キュクロプス、その他そうした、モルモーやラミアをいまだに恐れている子供たちの心を魅了するだけの、きわめて奇妙で奇怪な作り話について語るのを耳にするとき、私はしばしば彼らの代わりに恥ずかしく思うのだ。
§3Τυχιάδης καίτοι τὰ μὲν τῶν ποιητῶν ἴσως μέτρια, τὸ δὲ καὶ πόλεις ἤδη καὶ ἔθνη ὅλα κοινῇ καὶ δημοσίᾳ ψεύδεσθαι πῶς οὐ γελοῖον;
チュキアデス:とはいえ、詩人たちのことはおそらくまだ控えめな方だ。 しかし、都市や民族全体が、共同で、かつ公然と嘘をつくというのは、どうして滑稽ではないと言えようか。
εἰ Κρῆτες μὲν τὸν Διὸς τάφον δεικνύντες οὐκ αἰσχύνονται, Ἀθηναῖοι δὲ τὸν Ἐριχθόνιον ἐκ τῆς γῆς ἀναδοθῆναί φασιν καὶ τοὺς πρώτους ἀνθρώπους ἐκ τῆς Ἀττικῆς ἀναφῦναι καθάπερ τὰ λάχανα, πολὺ σεμνότερον οὗτοί γε τῶν Θηβαίων, οἳ ἐξ ὄφεως ὀδόντων Σπαρτούς τινας ἀναβεβλαστηκέναι διηγοῦνται.
クレタ人がゼウスの墓を指し示して恥じることもなく、アテナイ人がエリクトニオスは大地から現れたと言い、最初の人間たちは野菜のようにアッティカから芽生えたと主張するなら、彼らは、竜の歯からある「播かれた者たち(スパルトイ)」が芽吹いたと詳しく語るテーバイ人よりは、はるかに厳か(まとも)だ。
ὃς δʼ ἂν οὖν ταῦτα καταγέλαστα ὄντα μὴ οἴηται ἀληθῆ εἶναι, ἀλλʼ ἐμφρόνως ἐξετάζων αὐτὰ Κοροίβου τινὸς ἢ Μαργίτου νομίζῃ τὸ πείθεσθαι ἢ Τριπτόλεμον ἐλάσαι διὰ τοῦ ἀέρος ἐπὶ δρακόντων ὑποπτέρων ἢ Πᾶνα ἥκειν ἐξ Ἀρκαδίας σύμμαχον εἰς Μαραθῶνα ἢ Ὠρείθυιαν ὑπὸ τοῦ Βορέου ἁρπασθῆναι, ἀσεβὴς οὗτός γε καὶ ἀνόητος αὐτοῖς ἔδοξεν οὕτω προδήλοις καὶ ἀληθέσι πράγμασιν ἀπιστῶν·
しかし、もし誰かが、これらが滑稽極まりないものであるがゆえに真実ではないと考え、理知的にそれらを吟味して、信じることはコロイボスやマルギテスのような愚か者のすることだと見なしたり、あるいは、トリプトレモスが翼のある竜に乗って空中を駆けたとか、パンがアルカディアからマラトンの戦いに援軍としてやって来たとか、オレイテュイアがボレアスにさらわれたということを信じるのは愚かだと考えたりすれば、そのような明白で真実な事柄を信じないとは、不敬で不条理な者だと、彼らから見なされてしまうのだ。
εἰς τοσοῦτον ἐπικρατεῖ τὸ ψεῦδος.
それほどまでに、嘘が支配している。

語釈・文法注

  1. §1ὡς αὐτούς τε χαίρειν — 接続詞 ὡς が結果を表す ὥστε の代わりに「対格+不定詞」(αὐτούς ... χαίρειν および [ἡμᾶς] ... προσέχειν)を導いている。人々が嘘を欲する結果として、彼ら自身が嘘を喜ぶようになるという論理関係を示す。
  2. §1οὐδὲν πρὸς ἔπος — 繋ぎの動詞(ἐστί)が省略された慣用表現。「それは言葉(私の問い)に対して何でもない」、すなわち「的外れである」「論点がずれている」の意。挿入された φασίν(人々が言うには)は、これが人口に膾炙した諺であることを示す。
  3. §2ὡς ἀνιᾶσθαί με — 結果を表す ὡς(=ὥστε)+対格不定詞(主語 με +動詞 ἀνιᾶσθαι)の構文。「他の点では優れている人々がこの嘘好きの病に罹っている」という先行する事実から生じる結果を表す。
  4. §3ὃς δʼ ἂν οὖν — 関係代名詞 ὅς + ἄν + 接続法(οἴηται ... νομίζῃ)による条件的一般関係節(「〜する者は誰であれ」)。主節の主動詞であるアオリストの ἔδοξεν は、現在の一般的な事実や通念を述べる「格言的アオリスト(gnomic aorist)」であり、現在時制(「〜と見なされる」)として訳す。

この箇所を引用する

ルキアノス, 嘘好き人間 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg031.humanitext-grc2:1-3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。