§8Σίμων
καὶ μὴν οὐδὲ τοιοῦτόν τί ἐστιν ἡ παρασιτικὴ ὁποῖον τὸ κάλλος καὶ ἡ ἰσχύς, ὥστε τέχνην μὲν μὴ δοκεῖν αὐτήν, δύναμιν δέ τινα τοιαύτην.
シモンさらに、寄生術は美や強さのようなものでもない。 それゆえに、それ自体が技術とは思われず、そのような何らかの能力であると思われるようなものではないのだ。
Τυχιάδης
ἀληθῆ λέγεις.
テュキアデスお前の言う通りだ。
Σίμων
ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστίν·
シモンしかし、決して技術の欠如(無技術)でもない。
ἡ γὰρ ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ.
無技術は、それを持っている者に決して何ひとつ成し遂げさせないからだ。
φέρε γάρ, εἰ ἐπιτρέψειας σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης ἄν;
さあ、もしお前が操舵法を知らないのに、海と嵐の中で船を自分自身に委ねたとしたら、救われるだろうか?
<Τυχιάδης>
<οὐδαμῶς.
<テュキアデス> <およそ救われない。
>
<Σίμων>
<τί δʼ, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστάμενος ἠνιοχεῖν;
> <シモン> <では、もし馬を御する術を知らない者が馬を任されたらどうだ?
>
Τυχιάδης
οὐδʼ οὗτος.
> テュキアデスこの者も救われない。
Σίμων
τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, διʼ ἧς δυνήσεται σώζειν ἑαυτόν;
シモンそれはなぜか。 自分を救うことができる技術を持たないからではないか?
Τυχιάδης
καὶ μάλα.
テュキアデス実にもっともだ。
Σίμων
οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο;
シモンならば、寄食者も、もし寄生術が無技術であるなら、寄生術によって救われないのではないか?
Τυχιάδης
ναί.
テュキアデスそうだ。
Σίμων
οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ;
シモンならば、技術によって救われるのであって、無技術によってではないな?
Τυχιάδης
πάνυ μὲν οὖν.
テュキアデスまったくその通りだ。
Σίμων
τέχνη ἄρα ἐστὶν ἡ παρασιτική.
シモンしたがって、寄生術は技術である。
Τυχιάδης
τέχνη, ὡς ἔοικεν.
テュキアデス技術のようだな。
Σίμων
καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ περιπεσόντας καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν.
シモンさらに、優れた操舵手が難破に遭ったり、技術ある御者が戦車から落ちたりして、ある者は打ち砕かれ、ある者は完全に破滅するのを私はしばしば知っているが、寄食者のそのような難破については誰も語ることができない。
οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρασιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.
したがって、寄生術が無技術でも能力でもなく、訓練された認識の体系であるならば、今日、それが技術であるということが我々の間で合意されたのは明らかだ。
§9Τυχιάδης
ὅσον ἐκ τούτου εἰκάζω·
テュキアデスこれまでのところから推測すると、その通りだ。
ἀλλʼ ἐκεῖνο, ὅπως καὶ ὅρον ἡμῖν τινα γενναῖον ἀποδῷς τῆς παρασιτικῆς.
だが、寄生術の立派な定義を何か私たちに示してくれ。
Σίμων
ὀρθῶς σύ γε λέγων.
シモンお前の言う通りだ。
δοκεῖ γὰρ δή μοι οὕτως ἂν μάλιστα ὡρίσθαι·
このように定義するのが最もよいと思われる。
παρασιτική ἐστιν τέχνη ποτέων καὶ βρωτέων καὶ τῶν διὰ ταῦτα λεκτέων καὶ πρακτέων, τέλος δὲ αὐτῆς τὸ ἡδύ.
寄生術とは、飲むこと、食べること、そしてこれら(飲食)のために語られるべきこと、なされるべきことに関する技術であり、その目的は快楽である。
Τυχιάδης
ὑπέρευγέ μοι δοκεῖς ὁρίσασθαι τὴν σεαυτοῦ τέχνην·
テュキアデス自分の技術を実に見事に定義したな。
ἀλλʼ ἐκεῖνο σκόπει, μὴ πρὸς ἐνίους τῶν φιλοσόφων μάχη σοι περὶ τοῦ τέλους ᾖ.
しかし、目的について一部の哲学者たちと論争にならないか気をつけなさい。
Σίμων
καὶ μὴν ἀπόχρη γε εἴπερ ἔσται τὸ αὐτὸ τέλος εὐδαιμονίας καὶ παρασιτικῆς.
シモンもし幸福の目的と寄生術の目的が同じであるならば、それで十分ではないか。
§10Σίμων
φανεῖται δὲ οὕτως·
シモンこのように明らかになるだろう。
ὁ γὰρ σοφὸς Ὅμηρος τὸν τοῦ παρασίτου βίον θαυμάζων ὡς ἄρα μακάριος καὶ ζηλωτὸς εἴη μόνος, οὕτω φησίν·
賢いホメロスは寄食者の生活を、それだけが真に幸福で羨むべきものであるとして感嘆し、このように言っている。
"
οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι,
ἢ ὅτʼ ἂν εὐφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι.
「私は、すべての民の中に喜びが満ち、饗客たちが館の中で順に座り、歌い手の声に耳を傾け、彼らの傍らにはパンと肉に満ちた机があり、給仕が混酒器から酒を汲んで、杯に注いで回るときほど、心地よい目的(最高善)はないと言う。
"
καὶ ὡς οὐχ ἱκανῶς ταῦτα θαυμάζων μᾶλλον τὴν αὑτοῦ γνώμην ποιεῖ φανερωτέραν εὖ λέγων·
」そして、これらを十分に賛美していないかのように、自分の考えをさらに明確にして、よくこう言っている。
"τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι,"
οὐχ ἕτερόν τι, ἐξ ὧν φησιν, ἢ τὸ παρασιτεῖν εὔδαιμον νομίζων.
「これこそが私には心の中で最も美しいことに思われる。 」彼が言うことからすれば、寄生することこそが幸福であると考えていることに他ならない。
καὶ μὴν οὐδὲ τῷ τυχόντι ἀνδρὶ περιτέθεικε τούτους τοὺς λόγους, ἀλλὰ τῷ σοφωτάτῳ τῶν ὅλων.
しかも、普通の男にこれらの言葉を語らせたのではなく、万物のうちで最も賢い者に語らせたのだ。
καίτοι γε εἴπερ ἐβούλετο Ὀδυσσεὺς τὸ κατὰ τοὺς Στωϊκοὺς ἐπαινεῖν τέλος, ἐδύνατο ταυτὶ λέγειν ὅτε τὸν Φιλοκτήτην ἀνήγαγεν ἐκ τῆς Λήμνου, ὅτε τὸ Ἴλιον ἐξεπόρθησεν, ὅτε τοὺς Ἕλληνας φεύγοντας κατέσχεν, ὅτε εἰς Τροίαν εἰσῆλθεν ἑαυτὸν μαστιγώσας καὶ κακὰ καὶ Στωϊκὰ ῥάκη ἐνδύς·
もしオデュッセウスがストア派の言うような目的(最高善)を賛美したかったのなら、フィロクテテスをレムノスから連れ戻したときや、イリオスを攻略したとき、あるいは逃げるギリシア人を引き止めたとき、あるいは自分を鞭打ち、みすぼらしいストア派的な襤褸をまとってトロイアに侵入したときに、これらのことを言えたはずだ。
ἀλλὰ τότε οὐκ εἶπε τοῦτο τέλος χαριέστερον.
しかしその時には、彼はこれがもっとも心地よい目的だとは言わなかった。
ἀλλὰ μὴν καὶ ἐν τῷ τῶν Ἐπικουρείων βίῳ γενόμενος αὖθις παρὰ τῇ Καλυψοῖ, ὅτε αὐτῷ ὑπῆρχεν ἐν ἀργίᾳ τε βιοτεύειν καὶ τρυφᾶν καὶ βινεῖν τὴν Ἄτλαντος θυγατέρα καὶ κινεῖν πάσας τὰς λείας κινήσεις, οὐδὲ τότε εἶπε τοῦτο τὸ τέλος χαριέστερον, ἀλλὰ τὸν τῶν παρασίτων βίον.
さらに、エピクロス派的な生活を送っていたとき、すなわち再びカリュプソのところで、何もしないで暮らし、贅沢をし、アトラスの娘と交わり、あらゆる滑らかな運動を起こしていたときにも、彼はこの目的が最も心地よいとは言わなかった。 そうではなく、寄食者たちの生活をそう呼んだのだ。
ἐκαλοῦντο δὲ δαιτυμόνες οἱ παράσιτοι τότε.
当時、寄食者たちは饗客と呼ばれていた。
πῶς οὖν λέγει;
では、彼は何と言っているか。
πάλιν γὰρ ἄξιον ἀναμνησθῆναι τῶν ἐπῶν·
再びあの詩を思い出す価値がある。
οὐδὲν γὰρ οἷον ἀκούειν αὐτῶν πολλάκις λεγομένων·
何度も言われるのを聞くことほど素晴らしいことはないからだ。
δαιτυμόνες καθήμενοι ἑξείης· καί· "
παρὰ δὲ πλήθωσι τράπεζαι
σίτου καὶ κρειῶν. "
「饗客たちは順に座り」そして、「彼らの傍らにはパンと肉に満ちた机がある」と。