§3Τυχιάδης
ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει·
テュキアデス:だが、お前がどのように呼ばれて喜ぼうとも、私にはどうでもよいか、あるいはほとんどどうでもよいことだ。
σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν.
しかし、もう一つの奇妙な点も考えねばならない。
Σίμων
τίνα μήν;
シモン:どんなことだ?
Τυχιάδης
εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢ ἰατρική, παρασιτική.
テュキアデス:もし私たちがこれも他の技術の中に数え入れるとすれば、誰かが「これはどのような技術なのか」と尋ねたときに、たとえば「文法術」とか「医学」とか言うように、「寄生術」と答えることになるのだろうか、という点だ。
Σίμων
ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν.
シモン:テュキアデスよ、私としては、他のどんな技術よりもはるかに、これを技術と言うだろう。
εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος.
もしお前が聞きたいなら、私がどう考えているかも言おう。 もっとも、さっき言ったように、これについて完全に準備ができているわけではないがね。
Τυχιάδης
οὐθέν, εἰ καὶ σμικρὰ λέγοις, ἀληθῆ δέ, διοίσει.
テュキアデス:お前が短く語ろうとも、真実を語るなら、何も違いはない。
Σίμων
ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν·
シモン:さあ、まずは、もしお前さえよければ、技術とはいったいその類において何であるか、を考えよう。
οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν αὐτῆς.
そうすれば、個々の技術についても、それらが本当に正しく技術にあずかっているのかどうか、後に続いて理解できるだろうからな。
Τυχιάδης
τί ποτʼ οὖν ἐστιν ἡ τέχνη;
テュキアデス:では、技術とはいったい何なのだ?
πάντως ἐπίστασαι.
お前は完全に知っているのだろう。
Σίμων
πάνυ μὲν οὖν.
シモン:もちろんだとも。
Τυχιάδης
μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.
テュキアデス:それなら、知っているというのなら、ためらわずに言ってくれ。
§4Σίμων
τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινος ἀκούσας, σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ.
シモン:技術とは、私がとある知者から聞いたと記憶しているところでは、人生に有用なある目的へと向けられた、訓練された認識の組織(体系)である。
Τυχιάδης
ὀρθῶς ἐκεῖνός γε εἰπὼν σύ τε ἀπομνημονεύσας.
テュキアデス:その知者が言ったことも、お前がそれを記憶していたことも正しい。
Σίμων
εἰ δὲ μετέχοι τούτων ἁπάντων ἡ παρασιτική, τί ἂν ἄλλο ἢ καὶ αὐτὴ τέχνη εἴη;
シモン:もし寄生術がこれらのすべてにあずかっているなら、それ自体も技術である以外の何ものであろうか?
Τυχιάδης
τέχνη γάρ, εἴπερ οὕτως ἔχοι.
テュキアデス:その通りだ、もし本当にそうであるならな。
Σίμων
φέρε δὴ καθʼ ἕκαστον τοῖς τῆς τέχνης εἴδεσιν ἐφαρμόζοντες τὴν παρασιτικήν, εἰ συνᾴδει σκοπῶμεν ἢ ὁ περὶ αὐτῆς λόγος, καθάπερ αἱ πονηραὶ χύτραι διακρουόμεναι, σαθρὸν ἀποφθέγγεται.
シモン:さあ、技術の個々の特徴に寄生術を当てはめてみて、合致するかどうか、あるいはその主張が、まるで出来の悪い壺が叩かれたときのように、不協和音を響かせるかどうかを考えよう。
δεῖ τοίνυν πᾶσαν τέχνην σύστημα ἐκ καταλήψεων πρῶτον μὲν τὸ δοκιμάζειν καὶ διακρίνειν ὅστις ἂν ἐπιτήδειος γένοιτο τρέφειν αὐτόν, καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη.
それゆえ、すべての技術はまず認識の体系でなければならないが、(寄生術においては)第一に、誰が自分を養うのに適した者であるか、また誰に対して寄生し始めても後悔しないかを吟味し識別することである。
ἢ τὸν μὲν ἀργυρογνώμονα τέχνην τινὰ φήσομεν ἔχειν, εἴπερ ἐπίσταται διαγιγνώσκειν τά τε κίβδηλα τῶν νομισμάτων καὶ τὰ μή, τοῦτον δὲ ἄνευ τέχνης διακρίνειν τούς τε κιβδήλους τῶν ἀνθρώπων καὶ τοὺς ἀγαθούς, καὶ ταῦτα οὐχ ὥσπερ τῶν νομισμάτων καὶ τῶν ἀνθρώπων φανερῶν εὐθὺς ὄντων;
あるいは、両替商が偽造貨幣と本物の貨幣を区別することを知っているなら、彼にはある技術があると言うのに、寄食者は、人間が貨幣のようにすぐにその本性が明らかになるわけではないというのに、何の技術もなしに偽りの人間と善い人間を識別するとでも言うのだろうか。
αὐτὰ μέντοι ταῦτα καὶ ὁ σοφὸς Εὐριπίδης καταμέμφεται λέγων·
まさにこのことを、賢いエウリピデスも非難してこう言っている。
"
ἀνδρῶν δʼ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι.
「悪人を見分けるべき人の体には、何の印も刻まれてはいない。
"
ᾧ δὴ καὶ μείζων ἡ τοῦ παρασίτου τέχνη, ἥ γε καὶ τὰ οὕτως ἄδηλα καὶ ἀφανῆ μᾶλλον τῆς μαντικῆς γνωρίζει τε καὶ οἶδεν.
」この点においてこそ、寄食者の技術はより偉大なのであり、占術よりもいっそう、このように不明瞭で目に見えないものを認識し、知っているのである。
§5τὸ δέ γε ἐπίστασθαι λόγους λέγειν ἐπιτηδείους καὶ πράγματα πράττειν διʼ ὧν οἰκειώσεται καὶ εὐνούστατον ἑαυτὸν τῷ τρέφοντι ἀποδείξει, ἆρʼ οὐ συνέσεως καὶ καταλήψεως ἐρρωμένης εἶναί σοι δοκεῖ;
シモン:また、適切な言葉を語ること、そしてそれによって自らを親しませ、養い手にとって自分を最も好意的な者として示すような行動をすることを知っていることは、強固な理解力と認識によるものとお前には思われないか?
Τυχιάδης
καὶ μάλα.
テュキアデス:実にもっともだ。
Σίμων
τὸ δέ γε ἐν ταῖς ἑστιάσεσιν αὐταῖς ὅπως παντὸς ἀπέλθοι πλέον ἔχων καὶ παρευδοκιμῶν τοὺς μὴ τὴν αὐτὴν αὐτῷ κεκτημένους τέχνην, ἄνευ τινὸς λόγου καὶ σοφίας πράττεσθαι οἴει;
シモン:また、宴会そのものにおいて、どのようにして他の誰よりも多くのものを得て立ち去るか、そして自分と同じ技術を持っていない者たちを出し抜いて評判を得るかということは、何の思慮や知恵もなしに行われるとお前は思うか?
Τυχιάδης
οὐδαμῶς.
テュキアデス:まさか、決してそうは思わない。
Σίμων
τί δέ, τὸ ἐπίστασθαι τὰς ἀρετὰς καὶ κακίας τῶν σιτίων καὶ τῶν ὄψων πολυπραγμοσύνην ἀτέχνου τινὸς εἶναί σοι δοκεῖ, καὶ ταῦτα τοῦ γενναιοτάτου Πλάτωνος οὑτωσὶ λέγοντος,
τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης ἀκυροτέρα ἡ κρίσις;
シモン:では、食物やおかずの長所や短所を知っていることが、技術のない者のつまらぬお節介だと思われるか? しかも、あの極めて高貴なプラトンがこのように言っているというのに。 すなわち、「饗応を受けようとする者が料理人でなく、宴会が準備されているときには、その判断は権威を欠いたものになる」と。
§6Σίμων
ὅτι γε μὴν οὐκ ἐκ καταλήψεως μόνον, ἀλλὰ συγγεγυμνασμένης ἐστὶν ἡ παρασιτική, μάθοις ἂν ἐνθένδε ῥᾳδίως·
シモン:さらに、寄生術が単に認識からなるだけでなく、それが訓練されたものであるということは、次のことから容易に学べるだろう。
αἱ μὲν γὰρ τῶν ἄλλων τεχνῶν καταλήψεις καὶ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς πολλάκις ἀσυγγύμναστοι μένουσιν, καὶ ὅμως οὐκ ἀπόλλυνται παρὰ τοῖς κεκτημένοις αἱ τέχναι, ἡ δὲ τοῦ παρασίτου κατάληψις εἰ μὴ καθʼ ἡμέραν εἴη ἐν γυμνασίᾳ, ἀπόλλυσιν οὐ μόνον, οἶμαι, τὴν τέχνην, ἀλλὰ καὶ αὐτὸν τὸν τεχνίτην.
他の技術の認識は、何日も、何夜も、何ヶ月も、何年も、しばしば訓練されないまま放置されても、それらを持っている人々の間で技術が失われることはない。 しかし、寄食者の認識は、もし毎日訓練の中に置かれていなければ、技術だけでなく、思うに、その技術者自身をも滅ぼしてしまうのだ。
§7Σίμων
τό γε μὴν
πρός τι τέλος εὔχρηστον τῷ βίῳ
μὴ καὶ μανίας ᾖ ζητεῖν.
シモン:さらに、「人生に有用なある目的へと向けられた」という点については、それをあえて探求すること自体が狂気というものではないか。
ἐγὼ γὰρ τοῦ φαγεῖν καὶ τοῦ πιεῖν οὐδὲν εὐχρηστότερον εὑρίσκω ἐν τῷ βίῳ, ὧν οὐδὲ ζῆν γε ἄνευ ἔστιν.
というのも、私には人生において、食べることと飲むこと以上に有用なものを見出せないからであり、それらなしには生きることさえできないのだから。
Τυχιάδης
πάνυ μὲν οὖν.
テュキアデス:まったくその通りだ。