§53Σίμων
εὕροις δʼ ἂν οὐ μόνον ταῦτα περὶ τούτους, ἀλλὰ καὶ ἄλλα πάθη, οἷον λύπας καὶ ὀργὰς καὶ φθόνους καὶ παντοίας ἐπιθυμίας.
Σίμων 彼らについては、これらのことだけでなく、他の情念、例えば悲しみや怒りや嫉妬やあらゆる欲望をも見出すだろう。
ὅ γε μὴν παράσιτος ἔξωθεν τούτων ἐστὶν ἁπάντων·
一方、寄食者はこれらすべてから超越している。
οὔτε γὰρ ὀργίζεται διʼ ἀνεξικακίαν καὶ ὅτι οὐκ ἔστιν αὐτῷ ὅτῳ ὀργισθείη·
というのも、彼は寛容さのゆえに、また怒るべき相手がいないために腹を立てることはないからである。
καὶ εἰ ἀγανακτήσειεν δέ ποτε, ἡ ὀργὴ αὐτοῦ χαλεπὸν μὲν οὐδὲ σκυθρωπὸν οὐδὲν ἀπεργάζεται, μᾶλλον δὲ γέλωτα, καὶ εὐφραίνει τοὺς συνόντας.
また、たとえ彼がいつか憤慨することがあったとしても、彼の怒りは荒々しいことも不機嫌なことも引き起こさず、むしろ笑いを引き起こし、同席する人々を楽しませる。
λυπεῖταί γε μὴν ἥκιστα πάντων, τοῦτο τῆς τέχνης παρασκευαζούσης αὐτῷ καὶ χαριζομένης, μὴ ἔχειν ὑπὲρ ὅτου λυπηθείη·
さらに、彼はすべての者の中で最も悲しまない。 これを彼の技術が彼に用意し与えてくれるからである、すなわち悲しむべき理由を持たないということを。
οὔτε γὰρ χρήματά ἐστιν αὐτῷ οὔτε οἶκος οὔτε οἰκέτης οὔτε γυνὴ οὔτε παῖδες, ὧν διαφθειρομένων πᾶσα ἀνάγκη ἐστὶ λυπεῖσθαι τὸν ἔχοντα αὐτά.
というのも、彼には財産も家も召使いも妻も子供たちもなく、それらが損なわれるとき、それらを持つ者が悲しむことは全く不可避だからである。
ἐπιθυμεῖ δὲ οὔτε δόξης οὔτε χρημάτων, ἀλλʼ οὐδὲ ὡραίου τινός.
また、彼は名声も金銭も、いや美少年さえも欲しない。
§54Τυχιάδης
ἀλλʼ, ὦ Σίμων, εἰκός γε ἐνδείᾳ τροφῆς λυπηθῆναι αὐτόν.
Τυχιάδης しかしシモン、食物の欠乏によって彼が悲しむことはありそうなことだ。
Σίμων
ἀγνοεῖς, ὦ Τυχιάδη, ὅτι ἐξ ἀρχῆς οὐδὲ παράσιτός ἐστιν οὗτος, ὅστις ἀπορεῖ τροφῆς·
Σίμων お前は知らないのだ、ティキアデスよ。 そもそも食物を欠いている者は寄食者ではないのだということを。
οὐδὲ γὰρ ἀνδρεῖος ἀπορίᾳ ἀνδρείας ἐστὶν ἀνδρεῖος, οὐδὲ φρόνιμος ἀπορίᾳ φρενῶν ἐστιν φρόνιμος·
というのも、勇敢な者が勇敢さの欠如によって勇敢なのではなく、賢い者が知恵の欠如によって賢いのではないからだ。
ἄλλως γὰρ οὐδὲ παράσιτος ἂν εἴη.
そうでなければ、寄食者でもあり得ないだろう。
πρόκειται δὲ ἡμῖν περὶ παρασίτου ζητεῖν ὄντος, οὐχὶ μὴ ὄντος.
我々に課せられているのは、実在する寄食者について探求することであって、そうではない者についてではない。
εἰ δὲ ὁ ἀνδρεῖος οὐκ ἄλλως ἢ παρουσίᾳ ἀνδρειότητος καὶ ὁ φρόνιμος παρουσίᾳ φρονήσεως, καὶ ὁ παράσιτος δὲ παρουσίᾳ τοῦ παρασιτεῖν παράσιτος ἔσται·
もし勇敢な者が勇敢さの存在によって他ならず勇敢であり、賢い者が知恵の存在によって賢いのであれば、寄食者もまた、寄食することの存在によって寄食者となるのだ。
ὡς εἴ γε τοῦτο μὴ ὑπάρχοι αὐτῷ, περὶ ἄλλου τινός, καὶ οὐχὶ παρασίτου, ζητήσομεν.
だから、もしこれが彼に備わっていないならば、我々は寄食者ではなく、何か他の者について探求することになるだろう。
Τυχιάδης
οὐκοῦν οὐδέποτε ἀπορήσει παράσιτος τροφῆς
Σίμων
ἔοικεν·
Τυχιάδης それなら、寄食者は決して食物を欠くことはないのだね。 Σίμων そのようだ。
ὥστε οὔτʼ ἐπὶ τούτῳ οὔτʼ ἐπʼ ἄλλῳ ἐστὶν ὅτῳ λυπηθείη ἄν.
したがって、これについても、他のいかなることについても、彼が悲しむようなことはないのだ。
§55Σίμων
καὶ μὴν καὶ πάντες ὁμοῦ καὶ φιλόσοφοι καὶ ῥήτορες φοβοῦνται μάλιστα.
Σίμων さらにまた、哲学者も弁論家も一様に皆、極めて臆病である。
τούς γέ τοι πλείστους αὐτῶν εὕροι τις ἂν μετὰ ξύλου προϊόντας, οὐκ ἂν δή που, εἰ μὴ ἐφοβοῦντο, ὡπλισμένους, καὶ τὰς θύρας δὲ μάλα ἐρρωμένως ἀποκλείοντας, μή τις ἄρα νύκτωρ ἐπιβουλεύσειεν αὐτοῖς δεδιότας.
少なくとも彼らの大部分は、杖を持って出歩いているのを人は見出すだろうが、もし恐れていないなら、武装することなどまずないだろう。 また、夜間に誰かが自分たちを襲うのではないかと恐れるあまり、ドアを非常に厳重に閉めているのを見出すだろう。
ὁ δὲ τὴν θύραν τοῦ δωματίου προστίθησιν εἰκῆ, καὶ τοῦτο ὡς μὴ ὑπʼ ἀνέμου ἀνοιχθείη, καὶ γενομένου ψόφου νύκτωρ οὐδέν τι μᾶλλον θορυβεῖται ἢ μὴ γενομένου, καὶ διʼ ἐρημίας δὲ ἀπιὼν ἄνευ ξίφους ὁδεύει·
これに対して、彼(寄食者)は部屋のドアを適当に閉めるだけであり、それも風によって開かないようにするためである。 そして、夜間に物音がしても、音がしないときと比べて何ら狼狽することはない。 また、荒野を通って去るときにも、剣を持たずに旅をする。
φοβεῖται γὰρ οὐδὲν οὐδαμοῦ.
どこでも何も恐れていないからである。
φιλοσόφους δὲ ἤδη ἐγὼ πολλάκις εἶδον, οὐδενὸς ὄντος δεινοῦ, τόξα ἐνεσκευασμένους·
しかし、私はすでに多くの哲学者たちが、何の危険もないのに、弓矢を携えているのを見たことがある。
ξύλα μὲν γὰρ ἔχουσιν καὶ εἰς βαλανεῖον ἀπιόντες καὶ ἐπʼ ἄριστον.
彼らは浴場に行くときも昼食に行くときも、杖を持っているのだから。
§56Σίμων
παρασίτου μέντοι οὐδεὶς ἔχοι κατηγορῆσαι μοιχείαν ἢ βίαν ἢ ἁρπαγὴν ἢ ἄλλο τι ἀδίκημα ἁπλῶς·
Σίμων しかしながら、寄食者に対しては、誰も姦通や暴行や強盗、あるいは端的に他のいかなる不正をも告発することはできないだろう。
ἐπεὶ ὅ γε τοιοῦτος οὐκ ἂν εἴη παράσιτος, ἀλλʼ ἑαυτὸν ἐκεῖνος ἀδικεῖ.
なぜなら、そのような者は寄食者ではないだろうし、彼自身に不正を行っているからである。
ὥστʼ εἰ μοιχεύσας τύχοι, ἅμα τῷ ἀδικήματι καὶ τοὔνομα μεταλαμβάνει τοῦ ἀδικήματος.
それゆえ、もし彼がたまたま姦通を犯したなら、その不正と同時に、その不正の名をも引き受けることになる。
ὥσπερ γὰρ ὁ ἀγαθὸς φαῦλα ποιῶν διὰ τοῦτο οὐκ ἀγαθός, ἀλλὰ φαῦλος εἶναι ἀναλαμβάνει, οὕτως, οἶμαι, καὶ ὁ παράσιτος, ἐάν τι ἀδικῇ, αὐτὸ μὲν τοῦτο ὅπερ ἐστὶν ἀποβάλλει, ἀναλαμβάνει δὲ ὃ ἀδικεῖ.
というのも、善い人が悪いことを行えば、それによって善い人ではなく悪い人という名を引き受けるのと同様に、私の思うに、寄食者もまた、何か不正を行うなら、彼がまさにそうであるところのものを失い、彼が犯した不正の(名)を引き受けるからである。
ἀδικήματα δὲ τοιαῦτα ῥητόρων καὶ φιλοσόφων ἄφθονα οὐ μόνον ἴσμεν αὐτοὶ γεγονότα καθʼ ἡμᾶς, ἀλλὰ κἀν τοῖς βιβλίοις ἀπολελειμμένα ὑπομνήματα ἔχομεν ὧν ἠδίκησαν.
そして、弁論家や哲学者たちのこのような不正が数多く、我々の時代に起こったことを自分たちで知っているだけでなく、書物の中にも彼らが行った不正の記録が残されているのを持っている。
ἀπολογία μὲν γὰρ Σωκράτους ἐστὶν καὶ Αἰσχίνου καὶ Ὑπερίδου καὶ Δημοσθένους καὶ τῶν πλείστων σχεδόν τι ῥητόρων καὶ σοφῶν, παρασίτου δὲ οὐκ ἔστιν ἀπολογία οὐδʼ ἔχει τις εἰπεῖν δίκην πρὸς παράσιτόν τινι γεγραμμένην.
というのも、ソクラテスやアイスキネス、ヒュペレイデス、デモステネス、そしてほぼ大半の弁論家や賢者たちの弁明は存在するが、寄食者の弁明は存在せず、誰かが寄食者に対して起こした訴訟を挙げることもできないからである。