Humanitext Reader

琉善 · 寄生是一种艺术 §53-56

免于激情的宁静与寄生者的清白

第 12 段,共 13 段 · 希腊语

内容简介

西盟论证了寄生者不具有愤怒和悲伤等负面激情,且绝不会缺乏食物。他还将哲学家和修辞家的胆怯、不义与寄生者无所畏惧且在法律上洁白无瑕的生活进行了对比。

§53Σίμων εὕροις δʼ ἂν οὐ μόνον ταῦτα περὶ τούτους, ἀλλὰ καὶ ἄλλα πάθη, οἷον λύπας καὶ ὀργὰς καὶ φθόνους καὶ παντοίας ἐπιθυμίας.
西盟:在他们身上,你不仅会发现这些,还会发现其他的激情,如悲伤、愤怒、嫉妒和各种欲望。
ὅ γε μὴν παράσιτος ἔξωθεν τούτων ἐστὶν ἁπάντων· οὔτε γὰρ ὀργίζεται διʼ ἀνεξικακίαν καὶ ὅτι οὐκ ἔστιν αὐτῷ ὅτῳ ὀργισθείη·
而寄生者则超然于这一切之外;因为由于他的宽容,也因为没有可以让他发怒的人,所以他不会发怒。
καὶ εἰ ἀγανακτήσειεν δέ ποτε, ἡ ὀργὴ αὐτοῦ χαλεπὸν μὲν οὐδὲ σκυθρωπὸν οὐδὲν ἀπεργάζεται, μᾶλλον δὲ γέλωτα, καὶ εὐφραίνει τοὺς συνόντας.
即使他有时会感到气馁,他的愤怒也不会产生任何粗暴或阴沉,反而会带来笑声,并取悦同伴。
λυπεῖταί γε μὴν ἥκιστα πάντων, τοῦτο τῆς τέχνης παρασκευαζούσης αὐτῷ καὶ χαριζομένης, μὴ ἔχειν ὑπὲρ ὅτου λυπηθείη·
此外,他最不悲伤,这是他的技术为他准备并赋予的,即没有什么可让他悲伤的。
οὔτε γὰρ χρήματά ἐστιν αὐτῷ οὔτε οἶκος οὔτε οἰκέτης οὔτε γυνὴ οὔτε παῖδες, ὧν διαφθειρομένων πᾶσα ἀνάγκη ἐστὶ λυπεῖσθαι τὸν ἔχοντα αὐτά.
因为他既没有财产、家室,也没有仆人、妻子或孩子,而当这些被毁坏时,拥有它们的人是必然会感到悲伤的。
ἐπιθυμεῖ δὲ οὔτε δόξης οὔτε χρημάτων, ἀλλʼ οὐδὲ ὡραίου τινός.
他既不渴望名声,也不渴望金钱,甚至不渴望任何美貌之物。
§54Τυχιάδης ἀλλʼ, ὦ Σίμων, εἰκός γε ἐνδείᾳ τροφῆς λυπηθῆναι αὐτόν.
提基阿德斯:但是,西盟,他很可能会因为缺乏食物而感到悲伤。
Σίμων ἀγνοεῖς, ὦ Τυχιάδη, ὅτι ἐξ ἀρχῆς οὐδὲ παράσιτός ἐστιν οὗτος, ὅστις ἀπορεῖ τροφῆς·
西盟:提基阿德斯,你不知道,从一开始,任何缺乏食物的人甚至都不是寄生者。
οὐδὲ γὰρ ἀνδρεῖος ἀπορίᾳ ἀνδρείας ἐστὶν ἀνδρεῖος, οὐδὲ φρόνιμος ἀπορίᾳ φρενῶν ἐστιν φρόνιμος·
因为勇敢的人不是因为缺乏勇敢而勇敢,聪明的人也不是因为缺乏智慧而聪明;否则他甚至不会是寄生者。
ἄλλως γὰρ οὐδὲ παράσιτος ἂν εἴη. πρόκειται δὲ ἡμῖν περὶ παρασίτου ζητεῖν ὄντος, οὐχὶ μὴ ὄντος.
我们现在的任务是探求那个真实存在的寄生者,而不是不存在的。
εἰ δὲ ὁ ἀνδρεῖος οὐκ ἄλλως ἢ παρουσίᾳ ἀνδρειότητος καὶ ὁ φρόνιμος παρουσίᾳ φρονήσεως, καὶ ὁ παράσιτος δὲ παρουσίᾳ τοῦ παρασιτεῖν παράσιτος ἔσται·
如果勇敢者唯有因勇敢的存在而勇敢,聪明者因智慧的存在而聪明,那么寄生者也将因寄生行为的存在而成为寄生者。
ὡς εἴ γε τοῦτο μὴ ὑπάρχοι αὐτῷ, περὶ ἄλλου τινός, καὶ οὐχὶ παρασίτου, ζητήσομεν.
所以,如果他不具备这一点,我们研究的就是别的人,而不是寄生者了。
Τυχιάδης οὐκοῦν οὐδέποτε ἀπορήσει παράσιτος τροφῆς Σίμων ἔοικεν·
提基阿德斯:那么寄生者绝不会缺乏食物吗?
ὥστε οὔτʼ ἐπὶ τούτῳ οὔτʼ ἐπʼ ἄλλῳ ἐστὶν ὅτῳ λυπηθείη ἄν.
西盟:看来是这样;因此,无论是因为这一点还是因为别的,都没有什么能让他悲伤的。
§55Σίμων καὶ μὴν καὶ πάντες ὁμοῦ καὶ φιλόσοφοι καὶ ῥήτορες φοβοῦνται μάλιστα.
西盟:此外,哲学家和修辞家都极其害怕。
τούς γέ τοι πλείστους αὐτῶν εὕροι τις ἂν μετὰ ξύλου προϊόντας, οὐκ ἂν δή που, εἰ μὴ ἐφοβοῦντο, ὡπλισμένους, καὶ τὰς θύρας δὲ μάλα ἐρρωμένως ἀποκλείοντας, μή τις ἄρα νύκτωρ ἐπιβουλεύσειεν αὐτοῖς δεδιότας.
至少,人们会发现他们中的大多数人出门时都带着木杖——如果他们不害怕的话,当然不会武装起来——并且非常牢固地锁上门,害怕有人在夜间对他们图谋不轨。
ὁ δὲ τὴν θύραν τοῦ δωματίου προστίθησιν εἰκῆ, καὶ τοῦτο ὡς μὴ ὑπʼ ἀνέμου ἀνοιχθείη, καὶ γενομένου ψόφου νύκτωρ οὐδέν τι μᾶλλον θορυβεῖται ἢ μὴ γενομένου, καὶ διʼ ἐρημίας δὲ ἀπιὼν ἄνευ ξίφους ὁδεύει· φοβεῖται γὰρ οὐδὲν οὐδαμοῦ.
而寄生者只是随手关上房门,而且这只是为了不让风把门吹开,当夜间发出声响时,他并不比没有声音时更加惊慌,而且在穿过荒野时,他行路不带剑;因为他无处畏惧。
φιλοσόφους δὲ ἤδη ἐγὼ πολλάκις εἶδον, οὐδενὸς ὄντος δεινοῦ, τόξα ἐνεσκευασμένους· ξύλα μὲν γὰρ ἔχουσιν καὶ εἰς βαλανεῖον ἀπιόντες καὶ ἐπʼ ἄριστον.
事实上,我经常看到哲学家们,在没有任何危险的情况下,带着弓箭;因为他们甚至在去浴室和吃午饭时都带着木杖。
§56Σίμων παρασίτου μέντοι οὐδεὶς ἔχοι κατηγορῆσαι μοιχείαν ἢ βίαν ἢ ἁρπαγὴν ἢ ἄλλο τι ἀδίκημα ἁπλῶς·
西盟:然而,没有人能指控寄生者通奸、暴力、抢劫或任何其他不义之举。
ἐπεὶ ὅ γε τοιοῦτος οὐκ ἂν εἴη παράσιτος, ἀλλʼ ἑαυτὸν ἐκεῖνος ἀδικεῖ.
因为这样的人不可能是寄生者,而是在伤害他自己。
ὥστʼ εἰ μοιχεύσας τύχοι, ἅμα τῷ ἀδικήματι καὶ τοὔνομα μεταλαμβάνει τοῦ ἀδικήματος.
因此,如果他碰巧通奸,他在犯罪的同时也得到了该罪行的名号。
ὥσπερ γὰρ ὁ ἀγαθὸς φαῦλα ποιῶν διὰ τοῦτο οὐκ ἀγαθός, ἀλλὰ φαῦλος εἶναι ἀναλαμβάνει, οὕτως, οἶμαι, καὶ ὁ παράσιτος, ἐάν τι ἀδικῇ, αὐτὸ μὲν τοῦτο ὅπερ ἐστὶν ἀποβάλλει, ἀναλαμβάνει δὲ ὃ ἀδικεῖ.
正如一个好人做了坏事,因此他不再是好人,而是承担了坏人的名号一样,我认为,寄生者也是如此,如果他做了不义之事,他就失去了他原本的身份,而承担了他所犯之罪。
ἀδικήματα δὲ τοιαῦτα ῥητόρων καὶ φιλοσόφων ἄφθονα οὐ μόνον ἴσμεν αὐτοὶ γεγονότα καθʼ ἡμᾶς, ἀλλὰ κἀν τοῖς βιβλίοις ἀπολελειμμένα ὑπομνήματα ἔχομεν ὧν ἠδίκησαν.
关于修辞家和哲学家的这种不义之举,不仅我们自己知道在我们的时代发生了很多,而且在书本中也留有他们所犯之罪的记录。
ἀπολογία μὲν γὰρ Σωκράτους ἐστὶν καὶ Αἰσχίνου καὶ Ὑπερίδου καὶ Δημοσθένους καὶ τῶν πλείστων σχεδόν τι ῥητόρων καὶ σοφῶν, παρασίτου δὲ οὐκ ἔστιν ἀπολογία οὐδʼ ἔχει τις εἰπεῖν δίκην πρὸς παράσιτόν τινι γεγραμμένην.
因为有苏格拉底、艾斯奇奈斯、许佩里德斯、德摩斯梯尼以及几乎大多数修辞家和贤者的申辩书,但没有寄生者的申辩书,也没有人能说出有谁写过针对寄生者的起诉书。

词汇与语法注释

  1. §53ὅτῳ ὀργισθείη — 关系从句中的潜在祈愿语气,表示目的或适合(“可以让他发怒的人”)。ὀργισθείη 是 ὀργίζομαι 的不定过去时被动(中间)祈愿语气第三人称单数。
  2. §53τοῦτο ... μὴ ἔχειν — 不定式短语 μὴ ἔχειν...(不具有……的理由)与前面的指示代词 τοῦτο 呈同格关系。属格绝对结构的主语 τῆς τέχνης 支配分词 παρασκευαζούσης 和 χαριζομένης,这两个分词以 τοῦτο 为宾语。
  3. §55οὐκ ἂν δή που, εἰ μὴ ἐφοβοῦντο, ὡπλισμένους — 完了被动分词 ὡπλισμένους 作为句首 εὕροι τις ἄν 的宾语补足语。条件从句 εἰ μὴ ἐφοβοῦντο(如果他们不害怕)是使用直说过去时的反事实条件句,表明如果他们不害怕,绝不会被发现全副武装。
  4. §56ὧν ἠδίκησαν — 关系代词格的同化(attraction)实例。作为及物动词 ἠδίκησαν 的直接宾语,该关系代词本应为宾格 ἅ,但受到省略的先行词(如 τούτων)属格的影响,被同化为属格 ὧν。

引用这一段

琉善, 寄生是一种艺术 §53-56. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:53-56

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。