Humanitext Reader

ルキアノス · 食客 §50-52

戦死時の姿と平時の生き方にみる寄食者の優越

11 / 13 箇所 · ギリシア語

要旨

シモンは、戦争で倒れた寄食者の美しい死に様と哲学者の惨めな死体を対比し、さらに平和な時代における活動場所や生き方を比較して、虚栄心や金銭欲に支配された哲学者や弁論家たちの偽善を暴きつつ、寄食者の優越性を主張する。

§50Σίμων εἰ δὲ δὴ καὶ πέσοι παράσιτος ἐν πολέμῳ, οὐκ ἂν ἐπʼ αὐτῷ δήπου οὔτε λοχαγὸς οὔτε στρατιώτης αἰσχυνθείη μεγάλῳ τε ὄντι νεκρῷ καὶ ὥσπερ ἐν συμποσίῳ καλῷ καλῶς κατακειμένῳ.
Σίμων:また、もし寄食者が戦争で倒れるようなことがあっても、百人隊長も兵士も彼に対して恥じることはないだろう。 大柄な死体であり、まるで美しい宴会で美しく横たわっているかのようだからである。
ὡς ἄξιόν γε φιλοσόφου νεκρὸν ἰδεῖν τούτῳ παρακείμενον, ξηρόν, ῥυπῶντα, μακρὸν πωγώνιον ἔχοντα, προτεθνηκότα τῆς μάχης, ἀσθενῆ ἄνθρωπον.
それに引き換え、彼の隣に横たわっている哲学者の死体を見るのは実に見ものである。 干からび、汚れ、長い髭を蓄え、戦いの前にすでに死んでしまっている、虚弱な人間なのだから。
τίς οὐκ ἂν καταφρονήσειε ταύτης τῆς πόλεως τοὺς ὑπασπιστὰς αὐτῆς οὕτως κακοδαίμονας ὁρῶν;
このような惨めな者たちをその護衛兵として見るとき、誰がその都市を軽蔑せずにいられようか。
τίς δὲ οὐκ ἂν εἰκάσαι, χλωροὺς καὶ κομήτας ὁρῶν ἀνθρωπίσκους κειμένους, τὴν πόλιν ἀποροῦσαν συμμάχων τοὺς ἐν τῇ εἱρκτῇ κακούργους ἐπιλῦσαι τῷ πολέμῳ;
また、青白く髪の長い卑小な人間たちが横たわっているのを見て、同盟国に事欠いた都市が牢獄の悪党たちを釈放して戦争に投入したのだと、誰が推測しないだろうか。
τοιοῦτοι μὲν ἐν πολέμῳ πρὸς ῥήτορας καὶ φιλοσόφους εἰσὶν οἱ παράσιτοι.
このように、戦争においては、弁論家や哲学者に比して寄食者たちはこのような者たちなのである。
§51Σίμων ἐν εἰρήνῃ δὲ τοσούτῳ μοι δοκεῖ διαφέρειν παρασιτικὴ φιλοσοφίας ὅσον αὐτὴ ἡ εἰρήνη πολέμου.
Σίμων:平和な時においては、寄食の技術は哲学よりも、平和そのものが戦争よりも勝っているのと同じくらい、勝っているように私には思われる。
καὶ πρῶτον, εἰ δοκεῖ, σκοπῶμεν τὰ τῆς εἰρήνης χωρία.
そしてまず、もしよろしければ、平和の活動場所を検討してみよう。
Τυχιάδης οὔπω συνίημι ὅ τι τοῦτό πως βούλεται, σκοπῶμεν δὲ ὅμως.
Τυχιάδης:これがどういう意味なのかまだ理解できないが、とにかく検討してみよう。
Σίμων οὐκοῦν ἀγορὰν καὶ δικαστήρια καὶ παλαίστρας καὶ γυμνάσια καὶ κυνηγέσια καὶ συμπόσια ἔγωγε φαίην ἂν πόλεως χωρία.
Σίμων:さて、広場、法廷、レスリング場、体育場、狩猟、宴会を、私は都市の活動場所と言うだろう。
Τυχιάδης πάνυ μὲν οὖν.
Τυχιάδης:まさにその通りだ。
Σίμων ὁ τοίνυν παράσιτος εἰς ἀγορὰν μὲν καὶ δικαστήρια οὐ πάρεισιν, ὅτι, οἶμαι, τοῖς συκοφάνταις πάντα τὰ χωρία ταῦτα μᾶλλον προσήκει καὶ ὅτι οὐδὲν μέτριόν ἐστιν τῶν ἐν τούτοις γιγνομένων, τὰς δὲ παλαίστρας καὶ τὰ γυμνάσια καὶ τὰ συμπόσια διώκει καὶ κοσμεῖ μόνος οὗτος.
Σίμων:そこで、寄食者は広場や法廷には現れない。 なぜなら、私の思うに、これらすべての場所はむしろ密告者たちにふさわしいものであり、またそれらの場所で行われることには何ら節度あるものがないからである。 しかし、レスリング場や体育場や宴会を、彼だけが追い求め、また飾るのである。
ἐπεὶ τίς ἐν παλαίστρᾳ φιλόσοφος ἢ ῥήτωρ ἀποδὺς ἄξιος συγκριθῆναι παρασίτου τῷ σώματι;
というのも、レスリング場で服を脱いだ哲学者や弁論家の中に、その身体において寄食者と比較されるに値する者がいるだろうか。
ἢ τίς ἐν γυμνασίῳ τούτων ὀφθεὶς οὐκ αἰσχύνη μᾶλλον τοῦ χωρίου ἐστί;
あるいは、体育場で彼らの姿が見られたとき、その場所の恥辱とならない者がいるだろうか。
καὶ μὴν ἐν ἐρημίᾳ τούτων οὐδεὶς ἂν ὑποσταίη θηρίον ὁμόσε ἰόν, ὁ δὲ παράσιτος αὐτά τε ἐπιόντα μένει καὶ δέχεται ῥᾳδίως, μεμελετηκὼς αὐτῶν ἐν τοῖς δείπνοις καταφρονεῖν, καὶ οὔτε ἔλαφος οὔτε σῦς αὐτὸν ἐκπλήττει πεφρικώς, ἀλλὰ κἂν ἐπʼ αὐτὸν ὁ σῦς τὸν ὀδόντα θήγῃ, καὶ ὁ παράσιτος ἐπὶ τὸν σῦν ἀντιθήγει.
さらに、荒野において、彼らのうち誰も向かってくる野獣に立ち向かおうとはしないだろうが、寄食者は向かってくるそれらを待ち受け、容易に受け止める。 食事の席でそれらを軽蔑することに習熟しているからである。 そして、鹿も荒々しい猪も彼を驚かすことはなく、たとえ猪が彼に向かって牙を研ごうとも、寄食者もまた猪に対して牙を研ぎ返すのである。
τοὺς μὲν γὰρ λαγὼς διώκει μᾶλλον τῶν κυνῶν.
というのも、野ウサギを追うことにかけては、彼は犬よりも熱心だからだ。
ἐν δὲ δὴ συμποσίῳ τίς ἂν καὶ ἁμιλλήσαιτο παρασίτῳ ἤτοι παίζοντι ἢ ἐσθίοντι;
そして、宴会において、冗談を言うことにおいても食べる(大食いする)ことにおいても、誰が寄食者と競い合えようか。
τίς δʼ ἂν μᾶλλον εὐφράναι τοὺς συμπότας;
また、誰がよりいっそう宴会の同伴者たちを楽しませるだろうか。
πότερόν ποτε οὗτος ᾄδων καὶ σκώπτων, ἢ ἄνθρωπος μὴ γελῶν, ἐν τριβωνίῳ κείμενος, εἰς τὴν γῆν ὁρῶν, ὥσπερ ἐπὶ πένθος οὐχὶ συμπόσιον ἥκων;
歌い、からかうこの寄食者か、それとも笑いもせず、粗末な外套を身にまとって横たわり、地面を見つめ、宴会ではなくまるで葬式にでも来たかのようなあの男か。
καὶ ἔμοιγε δοκεῖ, ἐν συμποσίῳ φιλόσοφος τοιοῦτόν ἐστιν οἷον ἐν βαλανείῳ κύων.
そして私には、宴会における哲学者とは、共同浴場における犬のようなものであると思われる。
§52Σίμων φέρε δὴ ταῦτα ἀφέντες ἐπʼ αὐτὸν ἤδη βαδίζωμεν τὸν βίον τοῦ παρασίτου, σκοποῦντες ἅμα καὶ παραβάλλοντες ἐκεῖνον.
Σίμων:さあ、これらのことは置いておいて、今や寄食者の人生そのものへと進み、同時にそれを比較検討してみよう。
πρῶτον τοίνυν ἴδοι τις ἂν τὸν μὲν παράσιτον ἀεὶ δόξης καταφρονοῦντα καὶ οὐδὲν αὐτῷ μέλον ὅ τι ἂν οἱ ἄνθρωποι οἴωνται περὶ αὐτοῦ, ῥήτορας δὲ καὶ φιλοσόφους εὕροι τις ἂν οὐ τινάς, ἀλλὰ πάντας ὑπὸ τύφου καὶ δόξης τριβέντας, καὶ οὐ δόξης μόνον, ἀλλὰ καὶ ὃ τούτου αἴσχιόν ἐστιν, ὑπʼ ἀργυρίου.
まず最初に、人は、寄食者が常に評判を軽蔑しており、人々が自分についてどう思おうと全く気にかけていないのを見るだろう。 これに対して、弁論家や哲学者たちの場合は、一部の者ではなく、全員が虚栄心と名声、そして名声だけでなく、それよりも恥ずべきこと、すなわち金銭によってすり減らされているのを見出すだろう。
καὶ ὁ μὲν παράσιτος οὕτως ἔχει πρὸς ἀργύριον ὡς οὐκ ἄν τις οὐδὲ πρὸς τὰς ἐν τοῖς αἰγιαλοῖς ψηφῖδας ἀμελῶς ἔχοι, καὶ οὐδὲν αὐτῷ δοκεῖ διαφέρειν τὸ χρυσίον τοῦ πυρός.
そして、寄食者は金銭に対して、海岸の小石に対してもこれほど無頓着ではいられないほど無頓着であり、彼にとっては金貨は火と何ら変わらないように思われる。
οἵ γε μὴν ῥήτορες, καὶ ὃ δεινότερόν ἐστιν, καὶ οἱ φιλοσοφεῖν φάσκοντες πρὸς αὐτὰ οὕτως διάκεινται κακοδαιμόνως, ὥστε τῶν μάλιστα νῦν εὐδοκιμούντων φιλοσόφων — περὶ μὲν γὰρ τῶν ῥητόρων τί δεῖ λέγειν; — ὁ μὲν δικάζων δίκην δώροις ἐπʼ αὐτῇ ἑάλω, ὁ δὲ παρὰ βασιλέως ὑπὲρ τοῦ συνεῖναι μισθὸν αἰτεῖ καὶ οὐκ αἰσχύνεται ὅτι πρεσβύτης ἀνὴρ διὰ τοῦτο ἀποδημεῖ καὶ μισθοφορεῖ καθάπερ Ἰνδὸς ἢ Σκύθης αἰχμάλωτος, καὶ οὐδὲ αὐτὸ τὸ ὄνομα αἰσχύνεται ὃ λαμβάνει.
しかし、弁論家たち、そしてさらに恐るべきことには、哲学を標榜する者たちは、金銭に対して実に哀れなほど執着しているので、現在最も名声のある哲学者たちの中でさえ(弁論家たちについては言うまでもないが)、ある者は裁判を裁くにあたって賄賂を受け取ったことで有罪となり、またある者は王のそばに侍ることの報酬を求め、高齢の男でありながらそのために旅をして、インド人やスキタイ人の捕虜のように雇われ仕事をし、自分が受け取るその名前さえも恥じないのである。

語釈・文法注

  1. §50ὡς ἄξιόν γε — 感嘆を表す ὡς に、形容詞の中性単数主格 ἄξιον および限定の不定詞 ἰδεῖν(次の行)が後続する構造。全体として強い皮肉(アイロニー)を伴い、「彼らの死体を見るのは実に見ものであることよ」という意味を表す。
  2. §50τὴν πόλιν ἀποροῦσαν συμμάχων τοὺς ἐν τῇ εἱρκτῇ κακούργους ἐπιλῦσαι τῷ πολέμῳ — 動詞 εἰκάσαι の目的語となる対格不定詞(A.C.I.)構文。対格主語は τὴν πόλιν、不定詞は ἐπιλῦσαι。現在分詞 ἀποροῦσαν は τὴν πόλιν を修飾し、属格の συμμάχων は欠乏を表す動詞・分詞(ἀπορέω)が要求する属格である。与格 τῷ πολέμῳ は、解き放つ目的(「戦争のために」)を表す。
  3. §51τοσούτῳ μοι δοκεῖ διαφέρειν παρασιτικὴ φιλοσοφίας ὅσον αὐτὴ ἡ εἰρήνη πολέμου — 相関的な比較構文である τοσούτῳ ... ὅσον(〜と同じくらいそれだけ)を用いた表現。度合いの差を示す与格 τοσούτῳ が、属格を支配する διαφέρειν の比較の差を導く。前半は παρασιτική(主語)と φιλοσοφίας(属格)の比較、後半は αὐτὴ ἡ εἰρήνη(主語、διαφέρειν は省略)と πολέμου(属格)の比較が対応している。
  4. §52οὕτως ἔχει πρὸς ἀργύριον ὡς οὐκ ἄν τις οὐδὲ πρὸς τὰς ἐν τοῖς αἰγιαλοῖς ψηφῖδας ἀμελῶς ἔχοι — οὕτως ... ὡς ... ἄν + 希求法(潜在)による比較・結果の構文。ἔχω + 副詞(ἀμελῶς)で「〜に対して無関心・無頓着な状態である」を意味する。「海辺の小石に対してさえ誰もそれほど無頓着ではいられないほど、それほど(寄食者は)金銭に対して無頓着である」という極端な比較を表す。

この箇所を引用する

ルキアノス, 食客 §50-52. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:50-52

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。