Humanitext Reader

琉善 · 寄生是一种艺术 §50-52

从战死样貌与平时生活见寄生者的优越

第 11 段,共 13 段 · 希腊语

内容简介

西盟对比了战争中倒下的寄生者那体面的遗体与因恐惧而死的哲学家那委靡的尸体,并通过对比两者在和平时期的活动场所与生活方式,揭露了哲学家和修辞家的虚伪与贪婪,以此论证寄生者的优越性。

§50Σίμων εἰ δὲ δὴ καὶ πέσοι παράσιτος ἐν πολέμῳ, οὐκ ἂν ἐπʼ αὐτῷ δήπου οὔτε λοχαγὸς οὔτε στρατιώτης αἰσχυνθείη μεγάλῳ τε ὄντι νεκρῷ καὶ ὥσπερ ἐν συμποσίῳ καλῷ καλῶς κατακειμένῳ.
西盟:而且,如果寄生者在战争中倒下,百夫长或士兵绝不会为他感到羞耻,因为他是一具高大的尸体,就像在美好的宴席上优美地躺着一样。
ὡς ἄξιόν γε φιλοσόφου νεκρὸν ἰδεῖν τούτῳ παρακείμενον, ξηρόν, ῥυπῶντα, μακρὸν πωγώνιον ἔχοντα, προτεθνηκότα τῆς μάχης, ἀσθενῆ ἄνθρωπον.
然而,看看躺在他身旁的哲学家的尸体,真是值得一瞧:干瘪、肮脏、留着长长的胡须、在战斗之前就死去了,是个虚弱的家伙。
τίς οὐκ ἂν καταφρονήσειε ταύτης τῆς πόλεως τοὺς ὑπασπιστὰς αὐτῆς οὕτως κακοδαίμονας ὁρῶν;
看到这般可怜的人作为城邦的卫士,谁不会蔑视这个城邦呢?
τίς δὲ οὐκ ἂν εἰκάσαι, χλωροὺς καὶ κομήτας ὁρῶν ἀνθρωπίσκους κειμένους, τὴν πόλιν ἀποροῦσαν συμμάχων τοὺς ἐν τῇ εἱρκτῇ κακούργους ἐπιλῦσαι τῷ πολέμῳ;
看到这些脸色苍白、披头散发的小人躺在地上,谁不会猜想:这个城邦因为缺乏盟友,才把监狱里的恶棍放出来投入战争呢?
τοιοῦτοι μὲν ἐν πολέμῳ πρὸς ῥήτορας καὶ φιλοσόφους εἰσὶν οἱ παράσιτοι.
在战争中,相比于修辞家和哲学家,寄生者便是如此。
§51Σίμων ἐν εἰρήνῃ δὲ τοσούτῳ μοι δοκεῖ διαφέρειν παρασιτικὴ φιλοσοφίας ὅσον αὐτὴ ἡ εἰρήνη πολέμου.
西盟:而在和平时期,在我看来,寄生术优于哲学,正如同和平本身优于战争一样。
καὶ πρῶτον, εἰ δοκεῖ, σκοπῶμεν τὰ τῆς εἰρήνης χωρία.
首先,如果可以的话,让我们看看和平时期的活动场所。
Τυχιάδης οὔπω συνίημι ὅ τι τοῦτό πως βούλεται, σκοπῶμεν δὲ ὅμως.
提基阿德斯:我还不明白这到底是什么意思,但还是让我们看下去吧。
Σίμων οὐκοῦν ἀγορὰν καὶ δικαστήρια καὶ παλαίστρας καὶ γυμνάσια καὶ κυνηγέσια καὶ συμπόσια ἔγωγε φαίην ἂν πόλεως χωρία.
西盟:那么,我会说,广场、法庭、摔跤场、体育馆、狩猎和宴会都是城邦的活动场所。
Τυχιάδης πάνυ μὲν οὖν.
提基阿德斯:确实如此。
Σίμων ὁ τοίνυν παράσιτος εἰς ἀγορὰν μὲν καὶ δικαστήρια οὐ πάρεισιν, ὅτι, οἶμαι, τοῖς συκοφάνταις πάντα τὰ χωρία ταῦτα μᾶλλον προσήκει καὶ ὅτι οὐδὲν μέτριόν ἐστιν τῶν ἐν τούτοις γιγνομένων, τὰς δὲ παλαίστρας καὶ τὰ γυμνάσια καὶ τὰ συμπόσια διώκει καὶ κοσμεῖ μόνος οὗτος.
西盟:因此,寄生者并不去广场和法庭,因为我认为,所有这些地方更属于那些诬告者,而且在这些地方所发生的事毫无适度可言;但他独自追求并装点着摔跤场、体育馆和宴会。
ἐπεὶ τίς ἐν παλαίστρᾳ φιλόσοφος ἢ ῥήτωρ ἀποδὺς ἄξιος συγκριθῆναι παρασίτου τῷ σώματι;
因为在摔跤场上脱去衣服的哲学家或修辞家里,有谁在身体上配与寄生者相比呢?
ἢ τίς ἐν γυμνασίῳ τούτων ὀφθεὶς οὐκ αἰσχύνη μᾶλλον τοῦ χωρίου ἐστί;
或者,在体育馆里看到他们,有谁不更是该地的耻辱呢?
καὶ μὴν ἐν ἐρημίᾳ τούτων οὐδεὶς ἂν ὑποσταίη θηρίον ὁμόσε ἰόν, ὁ δὲ παράσιτος αὐτά τε ἐπιόντα μένει καὶ δέχεται ῥᾳδίως, μεμελετηκὼς αὐτῶν ἐν τοῖς δείπνοις καταφρονεῖν, καὶ οὔτε ἔλαφος οὔτε σῦς αὐτὸν ἐκπλήττει πεφρικώς, ἀλλὰ κἂν ἐπʼ αὐτὸν ὁ σῦς τὸν ὀδόντα θήγῃ, καὶ ὁ παράσιτος ἐπὶ τὸν σῦν ἀντιθήγει.
而且,在荒野中,他们没有一个能抵挡迎面而来的猛兽,但寄生者却能迎击并轻松接招,因为他早已习惯在宴席上轻视它们。 无论是鹿还是令人毛骨悚然的野猪都吓不倒他;即使野猪对他磨牙,寄生者也会对着野猪反磨其牙。
τοὺς μὲν γὰρ λαγὼς διώκει μᾶλλον τῶν κυνῶν.
因为他追逐野兔比猎狗还要卖力。
ἐν δὲ δὴ συμποσίῳ τίς ἂν καὶ ἁμιλλήσαιτο παρασίτῳ ἤτοι παίζοντι ἢ ἐσθίοντι;
而且在宴会上,无论是在开玩笑还是在吃东西方面,谁能与寄生者竞争呢?
τίς δʼ ἂν μᾶλλον εὐφράναι τοὺς συμπότας;
谁又能更好地取悦同席的宾客?
πότερόν ποτε οὗτος ᾄδων καὶ σκώπτων, ἢ ἄνθρωπος μὴ γελῶν, ἐν τριβωνίῳ κείμενος, εἰς τὴν γῆν ὁρῶν, ὥσπερ ἐπὶ πένθος οὐχὶ συμπόσιον ἥκων;
是这个唱歌开玩笑的寄生者,还是那个不苟言笑、身穿破旧外衣躺着、盯着地面、仿佛去参加丧礼而非宴会的家伙?
καὶ ἔμοιγε δοκεῖ, ἐν συμποσίῳ φιλόσοφος τοιοῦτόν ἐστιν οἷον ἐν βαλανείῳ κύων.
在我看来,宴会上的哲学家就像浴室里的狗一样。
§52Σίμων φέρε δὴ ταῦτα ἀφέντες ἐπʼ αὐτὸν ἤδη βαδίζωμεν τὸν βίον τοῦ παρασίτου, σκοποῦντες ἅμα καὶ παραβάλλοντες ἐκεῖνον.
西盟:且放下这些,让我们现在来看看寄生者本人的生活,同时进行审视与对比。
πρῶτον τοίνυν ἴδοι τις ἂν τὸν μὲν παράσιτον ἀεὶ δόξης καταφρονοῦντα καὶ οὐδὲν αὐτῷ μέλον ὅ τι ἂν οἱ ἄνθρωποι οἴωνται περὶ αὐτοῦ, ῥήτορας δὲ καὶ φιλοσόφους εὕροι τις ἂν οὐ τινάς, ἀλλὰ πάντας ὑπὸ τύφου καὶ δόξης τριβέντας, καὶ οὐ δόξης μόνον, ἀλλὰ καὶ ὃ τούτου αἴσχιόν ἐστιν, ὑπʼ ἀργυρίου.
首先,人们可以看到寄生者总是蔑视名声,完全不在乎人们怎么看他;而人们会发现,修辞家和哲学家并非只有个别人,而是所有人,都被虚荣和名声所折磨,而且不仅被名声,还被比这更可耻的东西——金钱所折磨。
καὶ ὁ μὲν παράσιτος οὕτως ἔχει πρὸς ἀργύριον ὡς οὐκ ἄν τις οὐδὲ πρὸς τὰς ἐν τοῖς αἰγιαλοῖς ψηφῖδας ἀμελῶς ἔχοι, καὶ οὐδὲν αὐτῷ δοκεῖ διαφέρειν τὸ χρυσίον τοῦ πυρός.
寄生者对待金钱的态度是如此不在意,以至于没有人会比他对海滩上的碎石更加冷漠,金子在他看来与火毫无区别。
οἵ γε μὴν ῥήτορες, καὶ ὃ δεινότερόν ἐστιν, καὶ οἱ φιλοσοφεῖν φάσκοντες πρὸς αὐτὰ οὕτως διάκεινται κακοδαιμόνως, ὥστε τῶν μάλιστα νῦν εὐδοκιμούντων φιλοσόφων — περὶ μὲν γὰρ τῶν ῥητόρων τί δεῖ λέγειν;
然而,修辞家们,甚至更可怕的是,那些声称在研究哲学的人,对金钱的态度是如此可悲,以至于在当今最享盛名的哲学者中——关于修辞家又何必多言呢?
— ὁ μὲν δικάζων δίκην δώροις ἐπʼ αὐτῇ ἑάλω, ὁ δὲ παρὰ βασιλέως ὑπὲρ τοῦ συνεῖναι μισθὸν αἰτεῖ καὶ οὐκ αἰσχύνεται ὅτι πρεσβύτης ἀνὴρ διὰ τοῦτο ἀποδημεῖ καὶ μισθοφορεῖ καθάπερ Ἰνδὸς ἢ Σκύθης αἰχμάλωτος, καὶ οὐδὲ αὐτὸ τὸ ὄνομα αἰσχύνεται ὃ λαμβάνει.
——有人在审理诉讼时因受贿而被定罪,有人为了陪伴在国王身边而向其索要薪水,并且不觉得可耻:一个老人竟为此远行异乡,像个印度或斯基泰战俘一样为钱工作,甚至连自己得到的名号也不觉得羞耻。

词汇与语法注释

  1. §50ὡς ἄξιόν γε — 感叹词 ὡς 后接中性主格形容词 ἄξιον 和起限定说明作用的不定式 ἰδεῖν(位于下一行),带有强烈的反讽语气,意为“……真是值得一瞧(是多么具有对比讽刺意味的景象啊)”。
  2. §50τὴν πόλιν ἀποροῦσαν συμμάχων τοὺς ἐν τῇ εἱρκτῇ κακούργους ἐπιλῦσαι τῷ πολέμῳ — 此句为动词 εἰκάσαι 的宾语,采用“对格加不定式”(A.C.I.)结构。对格主语是 τὴν πόλιν,不定式是 ἐπιλῦσαι。现在分词 ἀποροῦσαν 修饰 τὴν πόλιν,并支配属格 συμμάχων(表示“缺乏”的动词要求属格)。与格 τῷ πολέμῳ 表示释放并投入战争的目的(“为了战争”)。
  3. §51τοσούτῳ μοι δοκεῖ διαφέρειν παρασιτικὴ φιλοσοφίας ὅσον αὐτὴ ἡ εἰρήνη πολέμου — 这是一个由 τοσούτῳ ... ὅσον 构成的相关比较结构(表示“正如……那样,……也同样地”)。表示程度差异的与格 τοσούτῳ 引导比较。不定式 διαφέρειν 支配属格;前半句中主语 παρασιτική 与属格 φιλοσοφίας 相比较,后半句中主语 αὐτὴ ἡ εἰρήνη(省略了 διαφέρειν)与属格 πολέμου 相比较。
  4. §52οὕτως ἔχει πρὸς ἀργύριον ὡς οὐκ ἄν τις οὐδὲ πρὸς τὰς ἐν τοῖς αἰγιαλοῖς ψηφῖδας ἀμελῶς ἔχοι — 此句为 οὕτως ... ὡς ... 结合 ἄν + 潜在希求式的比较与结果结构。动词 ἔχω 结合副词(ἀμελῶς)表示“对……处于冷漠或不在意的状态”。它表达了一种极端的对比:“(寄生者)对待金钱的态度是如此不在意,以至于任何人甚至对待海滩上的碎石都不可能如此冷漠”。

引用这一段

琉善, 寄生是一种艺术 §50-52. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:50-52

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。