Humanitext Reader

ルキアノス · 食客 §39-42

戦争における寄食者と哲学者や弁論家の比較

8 / 13 箇所 · ギリシア語

要旨

ティキアデスの問いに対し、シモンは戦争の状況において哲学者や弁論家がいかに虚弱で臆病であるか、それに対して寄食者がいかに頑健であるかを対比し、著名な弁論家たちの不名誉な歴史的事例を挙げていく。

§39Τυχιάδης ἱκανῶς ταῦτά γε.
Τυχιάδης それはそれとして十分だ。
ὅτι δὲ κατὰ τἄλλα διαφέρει φιλοσοφίας καὶ ῥητορικῆς ἡ παρασιτικὴ πῶς ἐπιδεικνύεις;
だが、その他の点において、寄生術が哲学や弁論術と比べてどのように優れているのかを、君はどのように証明するのか。
Σίμων εἰσίν, ὦ βέλτιστε, καιροὶ τοῦ τῶν ἀνθρώπων βίου, ὁ μέν τις εἰρήνης, οἶμαι, ὁ δʼ αὖ πολέμου.
Σίμων 友よ、人間の生涯には時期というものがあり、思うに、一つは平和であり、もう一つは戦争である。
ἐν δὴ τούτοις πᾶσα ἀνάγκη φανερὰς γίγνεσθαι τὰς τέχνας καὶ τοὺς ἔχοντας ταύτας ὁποῖοί τινές εἰσιν.
まさにこれらにおいて、技術と、その技術を持つ者たちがどのようなものであるかが明らかになることが不可欠なのだ。
πρότερον δέ, εἰ δοκεῖ, σκοπώμεθα τὸν τοῦ πολέμου καιρόν, καὶ τίνες ἂν εἶεν μάλιστα χρησιμώτατοι ἰδίᾳ τε ἕκαστος αὐτῷ καὶ κοινῇ τῇ πόλει.
だが、もしよければ、まずは戦争の時期について、そして個人にとっても共同体としての都市にとっても、誰が最も役に立つかを検討してみよう。
Τυχιάδης ὡς οὐ μέτριον ἀγῶνα καταγγέλλεις τῶν ἀνδρῶν·
Τυχιάδης 君は何とも並大抵ではない彼らの対決を宣告するものだ。
καὶ ἔγωγε πάλαι γελῶ κατʼ ἐμαυτὸν ἐννοῶν ποῖος ἂν εἴη συμβαλλόμενος παρασίτῳ φιλόσοφος.
私も、哲学者と寄食者が対決するならどのようなものになるかを考えて、さっきから一人で笑っているのだ。
§40Σίμων ἵνα τοίνυν μὴ πάνυ θαυμάζῃς μηδὲ τὸ πρᾶγμά σοι δοκῇ χλεύης ἄξιον, φέρε προτυπωσώμεθα παρʼ ἡμῖν αὐτοῖς ἠγγέλθαι μὲν αἰφνίδιον εἰς τὴν χώραν ἐμβεβληκέναι πολεμίους, εἶναι δὲ ἀνάγκην ἐπεξιέναι καὶ μὴ περιορᾶν ἔξω δῃουμένην τὴν γῆν, τὸν στρατηγὸν δὲ παραγγέλλειν ἅπαντας εἰς τὸν κατάλογον τοὺς ἐν ἡλικίᾳ, καὶ δὴ χωρεῖν τοὺς ἄλλους, ἐν δὲ δὴ τούτοις φιλοσόφους τινὰς καὶ ῥήτορας καὶ παρασίτους.
Σίμων だから、君がそれほど驚かず、またこのことがあざ笑うに値するものと思われないように、さあ、私たちの間で次のように思い描いてみよう。 突然、敵が領土に侵入したと報告され、迎撃に出撃せねばならず、外で荒らされている土地を放置しておくわけにはいかない。 そして将軍が兵籍にある全適齢者を動員するよう命じ、他の者たちが出発する。 その中にはもちろん、ある哲学者たちや弁論家たち、そして寄食者たちも含まれている、と。
πρῶτον τοίνυν ἀποδύσωμεν αὐτούς·
そこで、まず彼らの服を脱がせてみよう。
ἀνάγκη γὰρ τοὺς μέλλοντας ὁπλίζεσθαι γυμνοῦσθαι πρότερον.
武装しようとする者はまず裸にならなければならないからだ。
θεῶ δὴ τοὺς ἄνδρας, ὦ γενναῖε, καθʼ ἕκαστον καὶ δοκίμαζε τὰ σώματα.
さあ友よ、男たちを一人ひとり観察し、その体を審査したまえ。
τοὺς μὲν τοίνυν αὐτῶν ὑπὸ ἐνδείας ἴδοις ἂν λεπτοὺς καὶ ὠχρούς, πεφρικότας, ὥσπερ ἤδη τραυματίας παρειμένους·
彼らのうち、ある者たちは、欠乏のために細く青ざめており、震えていて、すでに負傷して力尽きたかのようであるのを君は目にするだろう。
ἀγῶνα μὲν γὰρ καὶ μάχην σταδιαίαν καὶ ὠθισμὸν καὶ κόνιν καὶ τραύματα μὴ γελοῖον ᾖ λέγειν δύνασθαι φέρειν ἀνθρώπους ὥσπερ ἐκείνους τινὸς δεομένους ἀναλήψεως.
というのも、このような、回復を必要とするような男たちが、決戦や、歩兵による戦い、押し合い、土埃、負傷に耐えられると言うのは、滑稽なことではないだろうか。
§41Σίμων ἄθρει δὲ πάλιν μεταβὰς τὸν παράσιτον ὁποῖός τις φαίνεται.
Σίμων 次に、視線を転じて、寄食者がどのように見えるかを観察してみるがよい。
ἆρʼ οὐχ ὁ μὲν τὸ σῶμα πρῶτον πολὺς καὶ τὸ χρῶμα ἡδύς, οὐ μέλας δὲ οὐδὲ λευκός — τὸ μὲν γὰρ γυναικί, τὸ δὲ δούλῳ προσέοικεν — ἔπειτα θυμοειδής, δεινὸν βλέπων ὁποῖον ἡμεῖς, μέγα καὶ ὕφαιμον;
まず、彼の体は豊かで、血色はよく、黒すぎず白すぎもしない(黒いのは奴隷、白いのは女性に似ているからだ)。 そして、気概に満ちており、我々がそうであるように、大きく血走った、恐ろしい眼差しを向けているではないか。
οὐ γὰρ καλὸν δεδοικότα καὶ θῆλυν ὀφθαλμὸν εἰς πόλεμον φέρειν.
恐れを抱いた、女々しい目を戦争に持っていくのは美しくないからだ。
ἆρʼ οὐχ ὁ τοιοῦτος καλὸς μὲν γένοιτʼ ἂν καὶ ζῶν ὁπλίτης, καλὸς δὲ καὶ εἰ ἀποθάνοι νεκρός;
このような男こそ、生きている重装歩兵としても美しく、また死んで骸となっても美しいのではないか。
§42Σίμων ἀλλὰ τί δεῖ ταῦτα εἰκάζειν ἔχοντας αὐτῶν παραδείγματα;
Σίμων だが、彼らの実例があるというのに、どうしてこのようなことを推測する必要があろうか。
ἁπλῶς γὰρ εἰπεῖν, ἐν πολέμῳ τῶν πώποτε ῥητόρων ἢ φιλοσόφων οἱ μὲν οὐδὲ ὅλως ὑπέμειναν ἔξω τοῦ τείχους προελθεῖν, εἰ δέ τις καὶ ἀναγκασθεὶς παρετάξατο, φημὶ τοῦτον λείψαντα τὴν τάξιν ὑποστρέφειν.
端的に言えば、これまでに戦争において弁論家や哲学者のうち、ある者たちは城壁の外に出ることさえまったく耐えられず、たとえ誰かが強いられて陣を敷いたとしても、私はその者が隊列を離れて逃げ帰ったと主張する。
Τυχιάδης ὡς θαυμάσια πάντα καὶ οὐδὲν ὑπισχνῇ μέτριον.
Τυχιάδης すべてが何とも驚くべきことで、君は少しも控えめな約束をしないな。
λέγε δὲ ὅμως.
だが、ともかく語ってくれ。
Σίμων τῶν μὲν τοίνυν ῥητόρων Ἰσοκράτης οὐχ ὅπως εἰς πόλεμον ἐξῆλθέν ποτε, ἀλλʼ οὐδʼ ἐπὶ δικαστήριον ἀνέβη, διὰ δειλίαν, οἶμαι, ὅτι οὐδὲ τὴν φωνὴν διὰ τοῦτο εἶχεν ἔτι.
Σίμων まず弁論家たちのうち、イソクラテスは、戦争に出たことがないばかりか、裁判所にさえ登らなかった。 臆病さゆえであると私は思うが、そのために彼は声さえ出せなくなってしまった。
τί δʼ;
何だって?
οὐχὶ Δημάδης μὲν καὶ Αἰσχίνης καὶ Φιλοκράτης ὑπὸ δέους εὐθὺς τῇ καταγγελίᾳ τοῦ Φιλίππου πολέμου τὴν πόλιν προὔδοσαν καὶ σφᾶς αὐτοὺς τῷ Φιλίππῳ καὶ διετέλεσαν Ἀθήνησιν ἀεὶ τὰ ἐκείνου πολιτευόμενοι, ὃς εἴ γε καὶ ἄλλος τις Ἀθηναίοις κατὰ ταῦτα ἐπολέμει·
デマデスやアイスキネス、フィロクラテスは、フィリッポスの戦争の布告に対して恐怖からすぐに都市を裏切り、自らをフィリッポスに売り渡し、アテナイで常に彼の利益になるような政治を行い続けたではないか。
κἀκεῖνος ἐν αὐτοῖς ἦν φίλος.
彼は、アテナイ人に対してこの点で戦争を行っていたまさにその人物であり、彼は彼らの間で友人であったのだ。
Ὑπερίδης δὲ καὶ Δημοσθένης καὶ Λυκοῦργος, οἵ γε δοκοῦντες ἀνδρειότεροι κἀν ταῖς ἐκκλησίαις ἀεὶ θορυβοῦντες καὶ λοιδορούμενοι τῷ Φιλίππῳ, τί ποτε ἀπειργάσαντο γενναῖον ἐν τῷ πρὸς αὐτὸν πολέμῳ;
また、より勇敢であると思われ、民会でも常に騒ぎ立ててフィリッポスを罵倒していたヒュペレイデス、デモステネス、リュクルゴスは、彼との戦争において一体何の気高いことを成し遂げたというのか。
καὶ Ὑπερίδης μὲν καὶ Λυκοῦργος οὐδὲ ἐξῆλθον, ἀλλʼ οὐδὲ ὅλως ἐτόλμησαν μικρὸν ἔξω παρακῦψαι τῶν πυλῶν, ἀλλʼ ἐντειχίδιοι ἐκάθηντο παρʼ αὐτοῖς ἤδη πολιορκούμενοι γνωμίδια καὶ προβουλευμάτια συντιθέντες.
ヒュペレイデスとリュクルゴスは出陣さえせず、門の外へ少し顔を出すことさえ全くあえてせず、すでに包囲されているかのように自分たちの城壁の中に引きこもり、ささやかな決議案や予備決議を組み立てていた。
ὁ δὲ δὴ κορυφαιότατος αὐτῶν, ὁ ταυτὶ λέγων ἐν ταῖς ἐκκλησίαις συνεχῶς· Φίλιππος γὰρ ὁ Μακεδὼν ὄλεθρος, ὅθεν οὐδὲ ἀνδράποδον πρίαιτό τίς ποτε, τολμήσας προελθεῖν εἰς τὴν Βοιωτίαν, πρὶν ἢ συμμῖξαι τὰ στρατόπεδα καὶ συμβαλεῖν εἰς χεῖρας ῥίψας τὴν ἀσπίδα ἔφυγεν.
そして、彼らの中のまさに最高峰であり、民会で絶えず「マケドニアのフィリッポスは破滅をもたらす者であり、彼から奴隷さえ誰も買おうとしない」などと語っていたあの男は、あえてボイオティアに進出したものの、両軍が衝突して白兵戦になる前に、盾を投げ捨てて逃げ出したのだ。
ἢ οὐδέπω ταῦτα πρότερον διήκουσας οὐδενός, πάνυ γνώριμα ὄντα οὐχ ὅπως Ἀθηναίοις, ἀλλὰ Θρᾳξὶ καὶ Σκύθαις, ὅθεν ἐκεῖνο τὸ κάθαρμα ἦν;
あるいは、君はこれらをこれまで誰からも聞いたことがないというのか、アテナイ人ばかりか、あの汚らしき男の出身地であるトラキア人やスキティア人にさえ非常によく知られているというのに?

語釈・文法注

  1. 39ἐν δὴ τούτοις πᾶσα ἀνάγκη φανερὰς γίγνεσθαι τὰς τέχνας — πᾶσα ἀνάγκη は「絶対に必要である」を意味する非人称的表現であり、不定詞 φανερὰς γίγνεσθαι を支配する。その不定詞の意味上の主語は対格の τὰς τέχνας である。
  2. 40μὴ γελοῖον ᾖ λέγειν — μὴ ᾖ は懸念(〜ではないか、〜が恐れられる)を表す接続法。ここでは反語的に「〜と言うのは滑稽ではないだろうか」という強いニュアンスを持つ。
  3. 42ὃς εἴ γε καὶ ἄλλος τις Ἀθηναίοις κατὰ ταῦτα ἐπολέμει· κἀκεῖνος ἐν αὐτοῖς ἦν φίλος — 関係代名詞 ὃς は先行詞フィリッポスを指す。εἴ γε καὶ ἄλλος τις は「他の誰かがそうしたとしても、誰よりも」という慣用的な強調表現で、他ならぬ彼こそがアテナイ人と戦ったまさにその人物であるにもかかわらず、アテナイ人の中で友人であったという皮肉な対比を際立たせている。
  4. 42ὅθεν ἐκεῖνο τὸ κάθαρμα ἦν — 関係副詞 ὅθεν は直前のトラキア人やスキティア人を指す。デモステネス(ἐκεῖνο τὸ κάθαρμα 「あの汚物」)の母方の祖母がスキティア系であるという悪評に基づく中傷である。

この箇所を引用する

ルキアノス, 食客 §39-42. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg030.humanitext-grc2:39-42

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。