§43Τυχιάδης
ἐπίσταμαι ταῦτα·
Τυχιάδης:それは知っている。
ἀλλʼ οὗτοι μὲν ῥήτορες καὶ λόγους λέγειν ἠσκηκότες, ἀρετὴν δὲ οὔ.
だが、彼らは弁論家であり、言葉を語ることは訓練しているが、徳はそうではない。
τί δὲ περὶ τῶν φιλοσόφων λέγεις;
では、哲学者たちについてはどう言うのか。
οὐ γὰρ δὴ τούτους ἔχεις ὥσπερ ἐκείνους αἰτιᾶσθαι.
彼らについては、まさかあの者たちのように非難することはできないだろう。
Σίμων
οὗτοι πάλιν, ὦ Τυχιάδη, οἱ περὶ τῆς ἀνδρείας ὁσημέραι διαλεγόμενοι καὶ κατατρίβοντες τὸ τῆς ἀρετῆς ὄνομα πολλῷ μᾶλλον τῶν ῥητόρων φανοῦνται δειλότεροι καὶ μαλακώτεροι.
Σίμων:ティキアデスよ、日夜、勇気について議論し、徳という言葉を使い古しているこの者たちこそ、弁論家たちよりもはるかに臆病で、軟弱であることが明らかになるだろう。
σκόπει δὴ οὕτως.
次のように考えてみるがよい。
πρῶτον μὲν οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι φιλόσοφον ἐν πολέμῳ τετελευτηκότα·
まず、戦争で死んだ哲学者を挙げることができる者は誰もいない。
ἤτοι γὰρ οὐδὲ ὅλως ἐστρατεύσαντο, ἢ εἴπερ ἐστρατεύσαντο, πάντες ἔφυγον.
なぜなら、彼らはまったく従軍しなかったか、あるいは従軍したとしても、全員が逃亡したからだ。
Ἀντισθένης μὲν οὖν καὶ Διογένης καὶ Κράτης καὶ Ζήνων καὶ Πλάτων καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης καὶ πᾶς οὗτος ὁ ὅμιλος οὐδὲ εἶδον παράταξιν·
アンティステネス、ディオゲネス、クラテス、ゼノン、プラトン、アイスキネス、アリストテレス、そしてこの一団は全員、戦闘の隊列を見たことさえなかった。
μόνος δὲ τολμήσας ἐξελθεῖν εἰς τὴν ἐπὶ Δηλίῳ μάχην ὁ σοφὸς αὐτῶν Σωκράτης φεύγων ἐκεῖθεν ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου παλαίστραν κατέφυγεν.
ただ一人、デリオンの戦いに出撃する勇気を持った彼らの賢者ソクラテスだけは、そこからパルネス山を越えて逃げ、タウレアスのパライストラへと逃げ込んだのだ。
πολὺ γὰρ αὐτῷ ἀστειότερον ἐδόκει μετὰ τῶν μειρακυλλίων καθεζόμενον ὀαρίζειν καὶ σοφισμάτια προβάλλειν τοῖς ἐντυγχάνουσιν ἢ ἀνδρὶ Σπαρτιάτῃ μάχεσθαι.
なぜなら、スパルタの男と戦うよりも、若者たちと一緒に座って優雅におしゃべりをし、出会う人々にソフィスト風の難問を投げかける方が、彼にとってはるかに洗練されていると思われたからだ。
Τυχιάδης
ὦ γενναῖε, ταῦτα μὲν ἤδη καὶ παρʼ ἄλλων ἐπυθόμην, οὐ μὰ Δία σκώπτειν αὐτοὺς καὶ ὀνειδίζειν βουλομένων·
Τυχιάδης:友よ、それらのことは私もすでに他の人々から聞いていた。 誓って、彼らをあざ笑ったり非難したりしようとする者たちからではなくね。
ὥστε οὐδέν τί μοι δοκεῖς χαριζόμενος τῇ σεαυτοῦ τέχνῃ καταψεύδεσθαι τῶν ἀνδρῶν.
だから、君が自分の技術に阿って、あの男たちについて嘘の告発をしているとは私には思えない。
§44Τυχιάδης
ἀλλʼ εἰ δοκεῖ ἤδη, φέρε καὶ σὺ τὸν παράσιτον ὁποῖός τίς ἐστιν ἐν πολέμῳ λέγε, καὶ εἰ καθόλως λέγεται παράσιτός τις γενέσθαι τῶν παλαιῶν;
Τυχιάδης:しかし、もしよければ、さあ、寄食者が戦争においてどのようなものであるか、そしてそもそも昔の人々のなかに寄食者がいたと言われているのかどうかを語ってくれ。
Σίμων
καὶ μήν, ὦ φιλότης, οὐδεὶς οὕτως ἀνήκοος Ὁμήρου, οὐδʼ ἂν πάμπαν ἰδιώτης τύχῃ, ὃς οὐκ ἐπίσταται παρʼ αὐτῷ τοὺς ἀρίστους τῶν ἡρώων παρασίτους ὄντας.
Σίμων:しかしだ、友よ、どんなに素人であろうとも、ホメロスの作品において英雄たちのなかの最優秀の者たちが寄食者であったことを知らないほど、ホメロスの歌を聞いたことがない者は誰もいない。
ὅ τε γὰρ Νέστωρ ἐκεῖνος, οὗ ἀπὸ τῆς γλώττης ὥσπερ μέλι ὁ λόγος ἀπέρρει, αὐτοῦ τοῦ βασιλέως παράσιτος ἦν, καὶ οὔτε τὸν Ἀχιλλέα, ὅσπερ ἐδόκει τε καὶ ἦν τὸ σῶμα γενναιότατος, οὔτε τὸν Διομήδην οὔτε τὸν Αἴαντα ὁ Ἀγαμέμνων οὕτως ἐπαινεῖ τε καὶ θαυμάζει ὥσπερ τὸν Νέστορα.
というのも、あの有名なネストル、その舌から蜂蜜のように言葉が流れ出た男は、王自身の寄食者であったからだ。 そして、アガメムノンは、肉体において最も高貴であると思われ、かつ実際にそうであったアキレウスも、ディオメデスも、アイアスも、ネストルほどには称賛せず、驚嘆もしなかった。
οὐδὲ γὰρ δέκα Αἴαντας εὔχεται γενέσθαι αὑτῷ οὔτε δέκα Ἀχιλλέας· πάλαι δʼ ἂν ἑαλωκέναι τὴν Τροίαν, εἰ τοιούτους ὁποῖος ἦν οὗτος ὁ παράσιτος, καίπερ γέρων ὤν, στρατιώτας εἶχεν δέκα.
実際、彼は自分に十人のアイアスや十人のアキレウスが与えられるようにと祈ることはなく、老齢であるにもかかわらず、この寄食者のような兵士を十人持っていたならば、トロイアはとうの昔に陥落していただろう、と言うのだ。
καὶ τὸν Ἰδομενέα τὸν τοῦ Διὸς ἔγγονον παράσιτον Ἀγαμέμνονος ὁμοίως λέγει.
そしてゼウスの子孫であるイドメネウスをも、同様にアガメムノンの寄食者であると述べている。
§45Τυχιάδης
ταῦτα μὲν καὶ αὐτὸς ἐπίσταμαι·
Τυχιάδης:それは私も知っている。
οὔπω γε μὴν δοκῶ μοι γιγνώσκειν, πῶς δὴ τὼ ἄνδρε τῷ Ἀγαμέμνονι παράσιτοι ἦσαν.
しかし、その二人の男がどのようにアガメムノンの寄食者であったのかは、まだ私には理解できていないように思われる。
Σίμων
ἀναμνήσθητι, ὦ γενναῖε, τῶν ἐπῶν ἐκείνων ὧνπερ αὐτὸς ὁ Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα λέγει.
Σίμων:友よ、アガメムノン自身がイドメネウスに対して語っている、あの詩句を思い出してみたまえ。
Τυχιάδης
ποίων;
Τυχιάδης:どのような詩句かね。
Σίμων
"
σὸν δὲ πλεῖον δέπας αἰεὶ
ἕστηχʼ ὥσπερ ἐμοὶ πιέειν ὅτε θυμὸς ἀνώγοι. "
ἐνταῦθα γὰρ τὸ αἰεὶ πλεῖον δέπας εἴρηκεν οὐχ ὅτι τὸ ποτήριον διὰ παντὸς πλῆρες ἑστήκει τῷ Ἰδομενεῖ καὶ μαχομένῳ καὶ καθεύδοντι, ἀλλʼ ὅτι αὐτῷ διʼ ὅλου τοῦ βίου μόνῳ συνδειπνεῖν ὑπῆρχεν τῷ βασιλεῖ, οὐχ ὥσπερ τοῖς λοιποῖς στρατιώταις πρὸς ἡμέρας τινὰς καλουμένοις.
Σίμων:「汝の杯は常に満ちて立ち、我がごとく、心が命ずるときに飲むべし」なぜなら、ここで「常に満ちた杯」と言われているのは、イドメネウスが戦っているときも眠っているときも、その杯が常に満たされて立っていたということではなく、彼には生涯を通じて王と二人だけで食事を共にする特権があったのに対し、他の兵士たちは特定の日にだけ招かれていたということだからだ。
τὸν μὲν γὰρ Αἴαντα, ἐπεὶ καλῶς ἐμονομάχησεν τῷ Ἕκτορι,
εἰς Ἀγαμέμνονα δῖον ἄγον,
φησίν, κατὰ τιμὴν ἀξιωθέντα ὀψὲ τοῦ παρὰ τῷ βασιλεῖ δείπνου.
実際、アイアスについては、彼がヘクトルと見事に一騎打ちをした後に、「彼らは神のごときアガメムノンのもとへと連れて行った」と言われており、彼は誉れとして、ようやく王との夕食にあずかる資格を得たのである。
ὁ δὲ Ἰδομενεὺς καὶ ὁ Νέστωρ ὁσημέραι συνεδείπνουν τῷ βασιλεῖ, ὡς αὐτός φησιν.
しかし、イドメネウスとネストルは、王自身が言っているように、毎日王と共に食事をしていたのだ。
Νέστωρ δὲ παράσιτός μοι δοκεῖ τῶν βασιλέων μάλιστα τεχνίτης καὶ ἀγαθὸς γενέσθαι·
そしてネストルは、王たちの寄食者のなかで最も技術に優れ、優秀であったと私には思われる。
οὐ γὰρ ἐπὶ τοῦ Ἀγαμέμνονος ἄρξασθαι τῆς τέχνης, ἀλλὰ ἄνωθεν ἐπὶ Καινέως καὶ Ἐξαδίου· δοκεῖ δὲ οὐδὲ ἂν παύσασθαι παρασιτῶν, εἰ μὴ ὁ Ἀγαμέμνων ἀπέθανεν.
なぜなら、彼はアガメムノンのもとでその技術を始めたのではなく、それよりはるか前のカイネウスやエクサディオスの時代から始めており、アガメムノンが死ななかったならば、彼は寄食することをやめなかったと思われるからだ。
Τυχιάδης
οὑτοσὶ μὲν γενναῖος ὁ παράσιτος.
Τυχιάδης:この寄食者はまことに立派なものだ。
εἰ δὲ καὶ ἄλλους τινὰς οἶσθα, πειρῶ λέγειν.
だが、もし他にも誰か知っているなら、語ってみてくれ。