§39Τυχιάδης
ἱκανῶς ταῦτά γε.
提基阿德斯这些确实足够了。
ὅτι δὲ κατὰ τἄλλα διαφέρει φιλοσοφίας καὶ ῥητορικῆς ἡ παρασιτικὴ πῶς ἐπιδεικνύεις;
但你如何证明寄生术在其他方面也优于哲学和修辞学呢?
Σίμων
εἰσίν, ὦ βέλτιστε, καιροὶ τοῦ τῶν ἀνθρώπων βίου, ὁ μέν τις εἰρήνης, οἶμαι, ὁ δʼ αὖ πολέμου.
西盟我最好的朋友,人的生命中有不同的时期,我想,一个是和平时期,另一个则是战争时期。
ἐν δὴ τούτοις πᾶσα ἀνάγκη φανερὰς γίγνεσθαι τὰς τέχνας καὶ τοὺς ἔχοντας ταύτας ὁποῖοί τινές εἰσιν.
正是在这些时期,技术和拥有这些技术的人究竟如何,必然会显露出来。
πρότερον δέ, εἰ δοκεῖ, σκοπώμεθα τὸν τοῦ πολέμου καιρόν, καὶ τίνες ἂν εἶεν μάλιστα χρησιμώτατοι ἰδίᾳ τε ἕκαστος αὐτῷ καὶ κοινῇ τῇ πόλει.
但是,如果可以的话,让我们先看看战争时期,以及谁对每个人自己和对城邦公共来说最为有用。
Τυχιάδης
ὡς οὐ μέτριον ἀγῶνα καταγγέλλεις τῶν ἀνδρῶν·
提基阿德斯你宣告的这场男人们之间的决斗可真是不寻常!
καὶ ἔγωγε πάλαι γελῶ κατʼ ἐμαυτὸν ἐννοῶν ποῖος ἂν εἴη συμβαλλόμενος παρασίτῳ φιλόσοφος.
我自己也一直在心里发笑,想象着一个哲学家和寄食者抗衡时会是什么样子。
§40Σίμων
ἵνα τοίνυν μὴ πάνυ θαυμάζῃς μηδὲ τὸ πρᾶγμά σοι δοκῇ χλεύης ἄξιον, φέρε προτυπωσώμεθα παρʼ ἡμῖν αὐτοῖς ἠγγέλθαι μὲν αἰφνίδιον εἰς τὴν χώραν ἐμβεβληκέναι πολεμίους, εἶναι δὲ ἀνάγκην ἐπεξιέναι καὶ μὴ περιορᾶν ἔξω δῃουμένην τὴν γῆν, τὸν στρατηγὸν δὲ παραγγέλλειν ἅπαντας εἰς τὸν κατάλογον τοὺς ἐν ἡλικίᾳ, καὶ δὴ χωρεῖν τοὺς ἄλλους, ἐν δὲ δὴ τούτοις φιλοσόφους τινὰς καὶ ῥήτορας καὶ παρασίτους.
西盟因此,为了不让你感到过于惊奇,也为了不让这件事在你看来显得荒谬可笑,来吧,让我们在脑海中设想:突然传来消息说敌人已经入侵了领地,我们有必要出击去迎战,而不能坐视外面的土地被蹂躏;将军命令所有达到服役年龄的人登记入伍,于是其他人便出发了,在这其中当然也有一些哲学家、修辞学家和寄食者。
πρῶτον τοίνυν ἀποδύσωμεν αὐτούς· ἀνάγκη γὰρ τοὺς μέλλοντας ὁπλίζεσθαι γυμνοῦσθαι πρότερον.
那么,首先让我们剥去他们的衣服,因为准备武装的人必须先裸露身体。
θεῶ δὴ τοὺς ἄνδρας, ὦ γενναῖε, καθʼ ἕκαστον καὶ δοκίμαζε τὰ σώματα.
我高贵的朋友,请逐一观察这些男人,并检验他们的身体。
τοὺς μὲν τοίνυν αὐτῶν ὑπὸ ἐνδείας ἴδοις ἂν λεπτοὺς καὶ ὠχρούς, πεφρικότας, ὥσπερ ἤδη τραυματίας παρειμένους·
你会看到他们中的一些人因匮乏而瘦弱苍白,浑身发抖,仿佛已经受伤并瘫软了一般。
ἀγῶνα μὲν γὰρ καὶ μάχην σταδιαίαν καὶ ὠθισμὸν καὶ κόνιν καὶ τραύματα μὴ γελοῖον ᾖ λέγειν δύνασθαι φέρειν ἀνθρώπους ὥσπερ ἐκείνους τινὸς δεομένους ἀναλήψεως.
因为说像他们这样需要调养的人能够承受决战、步兵厮杀、推挤、尘土和伤痛,难道不是一件荒唐的事吗?
§41Σίμων
ἄθρει δὲ πάλιν μεταβὰς τὸν παράσιτον ὁποῖός τις φαίνεται.
西盟现在转过来,再看看寄食者,看他显出什么样子。
ἆρʼ οὐχ ὁ μὲν τὸ σῶμα πρῶτον πολὺς καὶ τὸ χρῶμα ἡδύς, οὐ μέλας δὲ οὐδὲ λευκός — τὸ μὲν γὰρ γυναικί, τὸ δὲ δούλῳ προσέοικεν — ἔπειτα θυμοειδής, δεινὸν βλέπων ὁποῖον ἡμεῖς, μέγα καὶ ὕφαιμον;
难道他首先不是身体魁梧,肤色红润,既不黑也不白——因为黑像奴隶,白像女人——而且意气风发,眼神凶猛,就像我们一样,大而布满血丝吗?
οὐ γὰρ καλὸν δεδοικότα καὶ θῆλυν ὀφθαλμὸν εἰς πόλεμον φέρειν.
因为把恐惧和女性般的眼神带入战场可不美观。
ἆρʼ οὐχ ὁ τοιοῦτος καλὸς μὲν γένοιτʼ ἂν καὶ ζῶν ὁπλίτης, καλὸς δὲ καὶ εἰ ἀποθάνοι νεκρός;
这样的人,活着作为重装步兵是美男子,即使战死作为尸体,难道不也同样美丽吗?
§42Σίμων
ἀλλὰ τί δεῖ ταῦτα εἰκάζειν ἔχοντας αὐτῶν παραδείγματα;
西盟但是,既然我们已经有了他们的实例,又何必去推测这些呢?
ἁπλῶς γὰρ εἰπεῖν, ἐν πολέμῳ τῶν πώποτε ῥητόρων ἢ φιλοσόφων οἱ μὲν οὐδὲ ὅλως ὑπέμειναν ἔξω τοῦ τείχους προελθεῖν, εἰ δέ τις καὶ ἀναγκασθεὶς παρετάξατο, φημὶ τοῦτον λείψαντα τὴν τάξιν ὑποστρέφειν.
简而言之,历史上所有的修辞学家或哲学家中,有些人甚至根本无法忍受走到城墙之外去迎战;即便有人被迫列队受战,我敢说,这人也是临阵脱逃。
Τυχιάδης
ὡς θαυμάσια πάντα καὶ οὐδὲν ὑπισχνῇ μέτριον.
提基阿德斯一切是多么令人惊叹,你真是一点也不作温和的许诺。
λέγε δὲ ὅμως.
不过,你继续说吧。
Σίμων
τῶν μὲν τοίνυν ῥητόρων Ἰσοκράτης οὐχ ὅπως εἰς πόλεμον ἐξῆλθέν ποτε, ἀλλʼ οὐδʼ ἐπὶ δικαστήριον ἀνέβη, διὰ δειλίαν, οἶμαι, ὅτι οὐδὲ τὴν φωνὴν διὰ τοῦτο εἶχεν ἔτι.
西盟首先在修辞学家中,伊索克拉底不仅从未出征,甚至因为胆怯连法庭都没上过,我想,正是因为这个原因,他甚至连声音都发不出来了。
τί δʼ;
又怎么说呢?
οὐχὶ Δημάδης μὲν καὶ Αἰσχίνης καὶ Φιλοκράτης ὑπὸ δέους εὐθὺς τῇ καταγγελίᾳ τοῦ Φιλίππου πολέμου τὴν πόλιν προὔδοσαν καὶ σφᾶς αὐτοὺς τῷ Φιλίππῳ καὶ διετέλεσαν Ἀθήνησιν ἀεὶ τὰ ἐκείνου πολιτευόμενοι, ὃς εἴ γε καὶ ἄλλος τις Ἀθηναίοις κατὰ ταῦτα ἐπολέμει·
德马德斯、艾斯奇奈斯和菲洛克拉特斯不正是因为恐惧,一在菲利普宣战时就立即背叛了城邦,把自己出卖给菲利普,并一直在雅典替他的政治利益效劳吗?
κἀκεῖνος ἐν αὐτοῖς ἦν φίλος.
如果说有谁在这些事上对雅典人开战,那正是菲利普,而他却在他们中间成了朋友。
Ὑπερίδης δὲ καὶ Δημοσθένης καὶ Λυκοῦργος, οἵ γε δοκοῦντες ἀνδρειότεροι κἀν ταῖς ἐκκλησίαις ἀεὶ θορυβοῦντες καὶ λοιδορούμενοι τῷ Φιλίππῳ, τί ποτε ἀπειργάσαντο γενναῖον ἐν τῷ πρὸς αὐτὸν πολέμῳ;
而修辞学家中那些显得更勇敢、整天在民会中喧嚷辱骂菲利普的许佩里德斯、德摩斯梯尼和吕库古,又在与他的战争中做出了什么高尚的事迹?
καὶ Ὑπερίδης μὲν καὶ Λυκοῦργος οὐδὲ ἐξῆλθον, ἀλλʼ οὐδὲ ὅλως ἐτόλμησαν μικρὸν ἔξω παρακῦψαι τῶν πυλῶν, ἀλλʼ ἐντειχίδιοι ἐκάθηντο παρʼ αὐτοῖς ἤδη πολιορκούμενοι γνωμίδια καὶ προβουλευμάτια συντιθέντες.
许佩里德斯和吕库古甚至根本没有出征,连在城门外稍微露一下头都不敢,而是像已经被包围了一样,躲在自己的城墙里,撰写着一些微不足道的法案和预备决议。
ὁ δὲ δὴ κορυφαιότατος αὐτῶν, ὁ ταυτὶ λέγων ἐν ταῖς ἐκκλησίαις συνεχῶς· Φίλιππος γὰρ ὁ Μακεδὼν ὄλεθρος, ὅθεν οὐδὲ ἀνδράποδον πρίαιτό τίς ποτε,
τολμήσας προελθεῖν εἰς τὴν Βοιωτίαν, πρὶν ἢ συμμῖξαι τὰ στρατόπεδα καὶ συμβαλεῖν εἰς χεῖρας ῥίψας τὴν ἀσπίδα ἔφυγεν.
至于他们中最杰出的领袖,那个整天在民会中不断宣称: “因为马其顿人菲利普是个瘟神,从他那里人们甚至连个奴隶都买不来” 的家伙,竟敢进军到波奥提亚,但在两军相遇交锋之前,他就丢下盾牌逃跑了。
ἢ οὐδέπω ταῦτα πρότερον διήκουσας οὐδενός, πάνυ γνώριμα ὄντα οὐχ ὅπως Ἀθηναίοις, ἀλλὰ Θρᾳξὶ καὶ Σκύθαις, ὅθεν ἐκεῖνο τὸ κάθαρμα ἦν;
难道你以前从未听任何人提起过这些事吗? 这不仅在雅典人中,甚至在色雷斯人和斯基泰人中都是众所周知的,而那个败类正是起源于那里的。