§1Τυχιάδης
τί ποτε ἄρα, ὦ Σίμων, οἱ μὲν ἄλλοι ἄνθρωποι καὶ ἐλεύθεροι καὶ δοῦλοι τέχνην ἕκαστός τινα ἐπίστανται διʼ ἧς αὑτοῖς τέ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις διʼ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης;
テュキアデスシモンよ、いったいなぜ、他の人間は自由人も奴隷も、それぞれ何らかの技術を心得ていて、それによって自分自身の役にも立ち、他人の役にも立っているというのに、お前は、それによって自分自身が利益を得ることも、他人に分け与えることもできるような仕事を、どうやら何一つ持っていないように見えるのか?
Σίμων
πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη;
シモンテュキアデスよ、どうしてそんなことを尋ねるのだ?
οὐδέπω οἶδα.
まだよくわからない。
πειρῶ δὴ σαφέστερον ἐρωτᾶν.
もっとはっきりと尋ねてみてくれ。
Τυχιάδης
ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν;
テュキアデスお前がたまたま心得ているような技術が何かあるか、たとえば音楽のような?
Σίμων
μὰ Δία.
シモンゼウスにかけて、ない。
Τυχιάδης
Τί δέ, ἰατρικήν;
テュキアデスでは、医学は?
Σίμων
οὐδὲ ταύτην.
シモンそれもない。
Τυχιάδης
ἀλλὰ γεωμετρίαν;
テュキアデスでは、幾何学は?
Σίμων
οὐδαμῶς.
シモン全くない。
Τυχιάδης
τί δέ, ῥητορικήν;
テュキアデスでは、弁論術は?
φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία.
というのも、お前は哲学からは、悪徳がそれから遠ざかっているのと同じくらい遠ざかっているのだからな。
Σίμων
ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον.
シモン私としては、もし可能であるなら、それ以上にだ。
ὥστε μὴ δόκει τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι·
だから、何も知らない者に咎めるかのように、そんな風に思わないでくれ。
φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς.
なぜなら、私はお前が思っているよりもさらに悪く、劣っていると自認しているのだからな。
Τυχιάδης
ναί.
テュキアデスそうか。
ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν;
だが、そうした技術はお前にはその規模や難しさのゆえに学びきれなかったのかもしれないが、一般的な技術のうち何か、大工仕事や靴作りのようなものはどうだ?
καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης.
というのも、お前の他の境遇も、そのような技術を必要としないほど恵まれているわけではないだろうからな。
Σίμων
ὀρθῶς λέγεις, ὦ Τυχιάδη·
シモンお前の言う通りだ、テュキアデス。
ἀλλʼ οὐδὲ γὰρ τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί.
だが、これらについても私は何一つ心得がないのだ。
Τυχιάδης
τίνος οὖν ἑτέρας;
テュキアデスでは、他にどんな技術なのだ?
Σίμων
τίνος;
シモンどんな技術だって?
ὡς ἐγὼ οἶμαι, γενναίας·
私が思うに、気高い技術だ。
ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι.
それを学べば、お前も私を称賛することになると思う。
ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ, οὐκ ἔχω εἰπεῖν.
実際にはもううまくやっていると自負しているのだが、それをお前に言葉でも説明できるかどうかは、何とも言えない。
Τυχιάδης
τίνα ταύτην;
テュキアデスそれは何という技術だ?
Σίμων
οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους.
シモン私はこれについての議論をまだ十分に練習していないように思う。
ὥστε ὅτι τέχνην μέν τινα ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν·
だから、私が何らかの技術を心得ているということは、すでに心得ておいて、そのことで私を悪く思わないでいてほしい。
ἥντινα δέ, αὖθις ἀκούσῃ.
それが何であるかは、後で聞くことになるだろう。
Τυχιάδης
ἀλλʼ οὐκ ἀνέξομαι.
テュキアデスいや、待てない。
Σίμων
τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι.
シモンその技術の奇妙さは、聞けばお前にも驚くべきものに思えるだろう。
Τυχιάδης
καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν.
テュキアデスまさにそのためにこそ、私は知りたいのだ。
Σίμων
εἰσαῦθις, ὦ Τυχιάδη.
シモンまた今度にしよう、テュキアデス。
Τυχιάδης
μηδαμῶς, ἀλλʼ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ.
テュキアデスとんでもない、今すぐ言ってくれ。 まさか恥ずかしがっているわけではあるまい。
Σίμων
ἡ παρασιτική.
シモン寄生術だ。
§2Τυχιάδης
κᾆτα εἰ μὴ μαίνοιτό τις, ὦ Σίμων, τέχνην ταύτην φαίη ἄν;
テュキアデスそうしたら、狂人でもない限り、シモンよ、誰がそんなものを技術だと言うかね?
Σίμων
ἔγωγε·
シモン私だよ。
εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει.
もしお前に私が狂っているように見えるなら、私が他のいかなる技術も心得ていない原因は私の狂気にあると考えて、この非難から今すぐ私を免除してくれ。
φασὶ γὰρ τὴν δαίμονα ταύτην τὰ μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸν τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας.
というのも、あの女神は、彼女に憑かれた者たちにとっては他の点では過酷だが、過ちについては彼らを免責してくれ、あたかも教師やペダゴーゴスのようにそれらの責任を自らに引き受けてくれると言われているからな。
Τυχιάδης
οὐκοῦν, ὦ Σίμων, ἡ παρασιτικὴ τέχνη ἐστί;
テュキアデスでは、シモンよ、寄生術は技術なのか?
Σίμων
τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός.
シモン技術とも。 そして私はこの技術の専門家だ。
Τυχιάδης
καὶ σὺ ἄρα παράσιτος;
テュキアデスでは、お前は寄食者なのか?
Σίμων
πάνυ ὠνείδισας, ὦ Τυχιάδη.
シモン本当にひどい侮辱をするな、テュキアデス。
Τυχιάδης
ἀλλʼ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν;
テュキアデスだが、自分を寄食者と呼ぶことを恥ずかしく思わないのか?
Σίμων
οὐδαμῶς·
シモン全く。
αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι.
もし言わないなら、それこそ恥じるべきだからな。
Τυχιάδης
καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες;
テュキアデスでは、ゼウスにかけて、お前のことを何も知らない誰かが、それを知りたがっているときに、私たちがその人に勧めようとするなら、「寄食者だ」と言えば、私たちは正しく言っていることになるのだな?
Σίμων
πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ ἢ Φειδίαν ἀγαλματοποιόν·
シモンフェイディアスを彫刻家と呼ぶよりも、はるかにそうだ。
χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί.
なぜなら、私はフェイディアスがゼウスの像を喜んだのと同じくらい、自分の技術を喜んでいるのだからな。
Τυχιάδης
καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς.
テュキアデスそれにしても、それを考えていると、私には大笑いせずにはいられないよ。
Σίμων
τὸ ποῖον;
シモンどんなことだ?
Τυχιάδης
εἴ γε καὶ ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ.
テュキアデスもし私たちが手紙の宛名に、いつもの習慣のように「寄食者シモン殿」と書くとしたらな。
Σίμων
καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ.
シモンいや、ディオンに「哲学者」と書き送るよりも、私にはそう書いてくれた方がよほど嬉しいね。