§3Τυχιάδης
ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν.
提基阿德斯:但你被这样称呼如何高兴,对我来说毫不重要,或者几乎无所谓;我们还必须考虑另一个荒谬之处。
Σίμων
τίνα μήν;
西盟:那是什么?
Τυχιάδης
εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢ ἰατρική, παρασιτική.
提基阿德斯:我们是否也应该将这也列入其他手艺之中,以便当有人问起这是什么手艺时,我们要像说“文法术”或“医学”那样说“寄生术”。
Σίμων
ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν.
西盟:提基阿德斯,比起任何其他手艺,我更愿意这样称呼它。
εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος.
如果你愿意听,我也会告诉你我是怎么想的,虽然正如我刚才所说,我对此并没有完全做好准备。
Τυχιάδης
οὐθέν, εἰ καὶ σμικρὰ λέγοις, ἀληθῆ δέ, διοίσει.
提基阿德斯:即使你说明得很少,只要说的是真话,也没关系。
Σίμων
ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν· οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν αὐτῆς.
西盟:那么,如果你同意的话,让我们首先考察一下手艺在其属上究竟是什么;因为这样我们也可以接着考察各个具体的手艺,看看它们是否确实正确地分享了手艺。
Τυχιάδης
τί ποτʼ οὖν ἐστιν ἡ τέχνη;
提基阿德斯:那么,手艺究竟是什么?
πάντως ἐπίστασαι.
你肯定知道。
Σίμων
πάνυ μὲν οὖν.
西盟:当然知道。
Τυχιάδης
μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.
提基阿德斯:既然你确实知道,那就不要犹豫说出来。
§4Σίμων
τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινος ἀκούσας, σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ.
西盟:手艺是,正如我记得从一位智者那里听到的,为了生活中某种有用的目的而共同训练起来的认识体系。
Τυχιάδης
ὀρθῶς ἐκεῖνός γε εἰπὼν σύ τε ἀπομνημονεύσας.
提基阿德斯:他说的确实对,而你也记得很清楚。
Σίμων
εἰ δὲ μετέχοι τούτων ἁπάντων ἡ παρασιτική, τί ἂν ἄλλο ἢ καὶ αὐτὴ τέχνη εἴη;
西盟:如果寄生术分享了所有这些,它本身除了是手艺之外还能是什么呢?
Τυχιάδης
τέχνη γάρ, εἴπερ οὕτως ἔχοι.
提基阿德斯:确实是手艺,如果事实确实如此。
Σίμων
φέρε δὴ καθʼ ἕκαστον τοῖς τῆς τέχνης εἴδεσιν ἐφαρμόζοντες τὴν παρασιτικήν, εἰ συνᾴδει σκοπῶμεν ἢ ὁ περὶ αὐτῆς λόγος, καθάπερ αἱ πονηραὶ χύτραι διακρουόμεναι, σαθρὸν ἀποφθέγγεται.
西盟:来吧,让我们把寄生术应用到手艺的每一个特征上,看看它是否相符,或者关于它的论点是否会像劣质罐子被敲击时那样发出沙哑的声音。
δεῖ τοίνυν πᾶσαν τέχνην σύστημα ἐκ καταλήψεων πρῶτον μὲν τὸ δοκιμάζειν καὶ διακρίνειν ὅστις ἂν ἐπιτήδειος γένοιτο τρέφειν αὐτόν, καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη.
所以,一切手艺必须是认识的体系;首先,就是去检验和辨别谁是适合养活自己的人,以及开始寄生在谁身上才不会后悔。
ἢ τὸν μὲν ἀργυρογνώμονα τέχνην τινὰ φήσομεν ἔχειν, εἴπερ ἐπίσταται διαγιγνώσκειν τά τε κίβδηλα τῶν νομισμάτων καὶ τὰ μή, τοῦτον δὲ ἄνευ τέχνης διακρίνειν τούς τε κιβδήλους τῶν ἀνθρώπων καὶ τοὺς ἀγαθούς, καὶ ταῦτα οὐχ ὥσπερ τῶν νομισμάτων καὶ τῶν ἀνθρώπων φανερῶν εὐθὺς ὄντων;
或者,如果钱币鉴定家知道如何区分伪币和真币,我们会说他拥有一门手艺,而这个人却在没有任何手艺的情况下辨别虚伪的人和善良的人,而且是在钱币和人并不像那样立刻显而易见的情况下吗?
αὐτὰ μέντοι ταῦτα καὶ ὁ σοφὸς Εὐριπίδης καταμέμφεται λέγων· "
ἀνδρῶν δʼ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι.
确实,贤明的欧里庇得斯也对这同一件事抱怨道:“人的身上没有天生的印记,可以让人辨别其中的恶人。
"
ᾧ δὴ καὶ μείζων ἡ τοῦ παρασίτου τέχνη, ἥ γε καὶ τὰ οὕτως ἄδηλα καὶ ἀφανῆ μᾶλλον τῆς μαντικῆς γνωρίζει τε καὶ οἶδεν.
”在这点上,寄食者的手艺甚至更为伟大,它比占卜术更能认识和了解这些如此不明显和看不见的事物。
§5τὸ δέ γε ἐπίστασθαι λόγους λέγειν ἐπιτηδείους καὶ πράγματα πράττειν διʼ ὧν οἰκειώσεται καὶ εὐνούστατον ἑαυτὸν τῷ τρέφοντι ἀποδείξει, ἆρʼ οὐ συνέσεως καὶ καταλήψεως ἐρρωμένης εἶναί σοι δοκεῖ; Τυχιάδης
καὶ μάλα.
西盟:至于懂得说合适的话、做合适的事,以此来亲近养活他的人并表现出自己最善意的一面,这在你看来难道不属于强大的理解力和认识吗? 提基阿德斯:非常如此。
Σίμων
τὸ δέ γε ἐν ταῖς ἑστιάσεσιν αὐταῖς ὅπως παντὸς ἀπέλθοι πλέον ἔχων καὶ παρευδοκιμῶν τοὺς μὴ τὴν αὐτὴν αὐτῷ κεκτημένους τέχνην, ἄνευ τινὸς λόγου καὶ σοφίας πράττεσθαι οἴει; Τυχιάδης
οὐδαμῶς.
西盟:而在宴席本身中,如何能够比其他人得到更多并离开,且胜过那些不拥有与他相同手艺的人,你认为这是在没有任何理性和智慧的情况下做到的吗? 提基阿德斯:绝不。
Σίμων
τί δέ, τὸ ἐπίστασθαι τὰς ἀρετὰς καὶ κακίας τῶν σιτίων καὶ τῶν ὄψων πολυπραγμοσύνην ἀτέχνου τινὸς εἶναί σοι δοκεῖ, καὶ ταῦτα τοῦ γενναιοτάτου Πλάτωνος οὑτωσὶ λέγοντος,
τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης ἀκυροτέρα ἡ κρίσις;
西盟:那么,了解食物和菜肴的优缺点,在你看来是一个没有手艺的人的瞎操心吗? 尤其是在高贵的柏拉图如此说道的情况下:“当准备享用宴席的人不是厨师,而宴席正在筹备时,他的判断力就更缺乏权威。
§6Σίμων
ὅτι γε μὴν οὐκ ἐκ καταλήψεως μόνον, ἀλλὰ συγγεγυμνασμένης ἐστὶν ἡ παρασιτική, μάθοις ἂν ἐνθένδε ῥᾳδίως· αἱ μὲν γὰρ τῶν ἄλλων τεχνῶν καταλήψεις καὶ ἡμέρας καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς πολλάκις ἀσυγγύμναστοι μένουσιν, καὶ ὅμως οὐκ ἀπόλλυνται παρὰ τοῖς κεκτημένοις αἱ τέχναι, ἡ δὲ τοῦ παρασίτου κατάληψις εἰ μὴ καθʼ ἡμέραν εἴη ἐν γυμνασίᾳ, ἀπόλλυσιν οὐ μόνον, οἶμαι, τὴν τέχνην, ἀλλὰ καὶ αὐτὸν τὸν τεχνίτην.
” 西盟:而且,寄生术不仅源于认识,而且源于经过训练的认识,你可以从这里轻易学到:因为其他手艺的认识往往一连几天、几夜、几个月甚至几年不进行训练,而手艺在拥有它们的人那里依然不会丧失;但寄食者的认识如果不是每天都在训练中,我认为,不仅会毁掉这门手艺,还会毁掉手艺人自己。
§7Σίμων
τό γε μὴν
πρός τι τέλος εὔχρηστον τῷ βίῳ
μὴ καὶ μανίας ᾖ ζητεῖν.
西盟:至于“为了生活中某种有用的目的”,去探求它甚至可能是一种疯狂。
ἐγὼ γὰρ τοῦ φαγεῖν καὶ τοῦ πιεῖν οὐδὲν εὐχρηστότερον εὑρίσκω ἐν τῷ βίῳ, ὧν οὐδὲ ζῆν γε ἄνευ ἔστιν.
因为我在生活中找不到比吃和喝更有用的东西,而且没有这些甚至连活下去都不可能。
Τυχιάδης
πάνυ μὲν οὖν.
提基阿德斯:确实如此。