§5τίνος οὖν ἀγαθοῦ ὠνῇ ταῦτα, εἰ μὴ καὶ τὰς ἀποθήκας αὐτὰς τῶν βιβλίων ἡγῇ πεπαιδεῦσθαι τοσαῦτα περιεχούσας παλαιῶν ἀνδρῶν συγγράμματα;
では、お前は一体何の利益のためにこれらを買うというのか。 もしや、本棚自体がこれほど多くの古人の著作を収めているからといって、それ自体が教養を授けられているなどと思っているのでもない限り。
καί μοι, εἰ δοκεῖ, ἀπόκριναι·
そして、もしよければ私に答えてくれ。
μᾶλλον δέ, ἐπεὶ τοῦτό σοι ἀδύνατον, ἐπίνευσον γοῦν ἢ ἀνάνευσον πρὸς τὰ ἐρωτώμενα.
いやむしろ、これがお前には不可能なことなのだから、せめて私の問いに対してうなずくか首を横に振るかしてくれ。
εἴ τις αὐλεῖν μὴ ἐπιστάμενος κτήσαιτο τοὺς Τιμοθέου αὐλοὺς ἢ τοὺς Ἰσμηνίου, οὓς ἑπτὰ ταλάντων ὁ Ἰσμηνίας ἐν Κορίνθῳ ἐπρίατο, ἆρʼ ἂν διὰ τοῦτο καὶ αὐλεῖν δύναιτο, ἢ οὐδὲν ὄφελος αὐτῷ τοῦ κτήματος οὐκ ἐπισταμένῳ χρήσασθαι κατὰ τὴν τέχνην;
もし、アウロスを吹く術を知らない者が、ティモテオスのアウロスか、あるいはイスメニアスがコリントスで七タラントンで買い求めたというイスメニアスのアウロスを手に入れたとしたら、果たしてそのことによってアウロスを吹くことができるようになるだろうか。 それとも、その技術に従って用いる術を知らない彼にとって、その所有物は何の役にも立たないだろうか。
εὖ γε ἀνένευσας·
よくぞ首を横に振った。
οὐδὲ γὰρ τοὺς Μαρσύου ἢ Ὀλύμπου κτησάμενος αὐλήσειεν ἂν μὴ μαθών.
なぜなら、マルシュアスやオリンポスのアウロスを手に入れたとしても、学んでいなければ吹くことはできないだろうからだ。
τί δʼ εἴ τις τοῦ Ἡρακλέους τὰ τόξα κτήσαιτο μὴ Φιλοκτήτης ὢν ὡς δύνασθαι ἐντείνασθαί τε αὐτὰ καὶ ἐπίσκοπα τοξεῦσαι;
では、もし誰かが、あの弓を引き絞って的確に射ることができるフィロクテテスでもないのに、ヘラクレスの弓を手に入れたとしたらどうだろう。
τί σοι καὶ οὗτος δοκεῖ;
この男もお前にはどう思えるか。
ἆρʼ ἂν ἐπιδείξασθαί τι ἔργον τοξότου ἄξιον;
果たして射手にふさわしい何らかの働きを示すことができるだろうか。
ἀνένευσας καὶ τοῦτο.
これも首を横に振ったな。
κατὰ ταὐτὰ δὴ καὶ ὁ κυβερνᾶν οὐκ εἰδὼς καὶ ἱππεύειν μὴ μεμελετηκὼς εἰ ὁ μὲν ναῦν καλλίστην παραλάβοι, τοῖς πᾶσι καὶ εἰς κάλλος καὶ εἰς ἀσφάλειαν κάλλιστα ἐξειργασμένην, ὁ δὲ ἵππον κτήσαιτο Μῆδον ἢ κενταυρίδην ἢ κοππαφόρον, ἐλέγχοιτο ἄν, οἶμαι, ἑκάτερος οὐκ εἰδὼς ὅ τι χρήσαιτο ἑκατέρῳ.
これと全く同じように、船の操縦を知らない者と、乗馬を練習したことのない者がいて、一方が、美しさにおいても安全性においても万事において最も美しく仕上げられた最高の船を受け取り、他方がメディア産か、ケンタウロス種、あるいはコッパの焼き印のある馬を手に入れたとしたら、私の思うに、それぞれがそれをどう扱ってよいか分からずに、その無知を露呈することになるのではないか。
ἐπινεύεις καὶ τοῦτο;
これにもうなずくか。
πείθου δὴ καὶ τοῦτό μοι ἐπίνευσον·
では、説得されてこれも私にうなずいてくれ。
εἴ τις ὥσπερ σὺ ἀπαίδευτος ὢν ὠνοῖτο πολλὰ βιβλία, οὐ σκώμματα οὗτος εἰς ἀπαιδευσίαν καθʼ ἑαυτοῦ ἐκφέροι;
もし、お前のように無教養な者が多くの本を買うとしたら、その者は自分自身に対して、無教養についての嘲笑を招き寄せることになるのではないか。
τί ὀκνεῖς καὶ τοῦτο ἐπινεύειν;
なぜこれも、うなずくのをためらうのか。
ἔλεγχος γάρ, οἶμαι, σαφὴς οὗτος, καὶ τῶν ὁρώντων ἕκαστος εὐθὺς τὸ προχειρότατον ἐκεῖνο ἐπιφθέγγεται,
τί κυνὶ καὶ βαλανείῳ;
というのも、これは明白な証明であり、見ている者の誰もがすぐに、あの最も手近な諺を口にするのだから。 「犬に風呂が何になる? 」と。
§6καὶ ἐγένετό τις οὐ πρὸ πολλοῦ ἐν Ἀσίᾳ πλούσιος ἀνὴρ ἐκ συμφορᾶς ἀποτμηθεὶς τοὺς πόδας ἀμφοτέρους, ἀπὸ κρύους, οἶμαι, ἀποσαπέντας ἐπειδή ποτε διὰ χιόνος ὁδοιπορῆσαι συνέβη αὐτῷ.
また、少し前にアジアで、ある金持ちの男が、かつて雪の中を旅することになった際、寒さによって、私の思うに、足が壊死してしまったために、不幸にも両足を切断されるという目に遭った。
οὗτος τοίνυν τοῦτο μὲν ἐλεεινὸν ἐπεπόνθει, καὶ θεραπεύων τὴν δυστυχίαν ξυλίνους πόδας πεποίητο, καὶ τούτους ὑποδούμενος ἐβάδιζεν ἐπιστηριζόμενος ἅμα τοῖς οἰκέταις.
さて、この男はこのような憐れむべき目に遭ったのだが、その不幸を和らげようとして義足を作り、これを履いて、召使いたちに支えられながら歩いていた。
ἐκεῖνο δὲ γελοῖον ἐποίει, κρηπῖδας γὰρ καλλίστας ἐωνεῖτο νεοτμήτους ἀεί, καὶ τὴν πλείστην πραγματείαν περὶ ταύτας εἶχεν, ὡς καλλίστοις ὑποδήμασι κεκοσμημένα εἴη αὐτῷ τὰ ξύλα.
しかし、彼は滑稽なことをしていた。 すなわち、彼は常に、切り出されたばかりの最も美しい靴を買い求め、それらの靴に最大の情熱を注いでいたのだ。 自分の木が、最も美しい履物で飾られるようにと。
οὐ ταὐτὰ οὖν καὶ σὺ ποιεῖς χωλὴν μὲν ἔχων καὶ συκίνην τὴν γνώμην, ὠνούμενος δὲ χρυσοῦς ἐμβάτας, οἷς μόλις ἄν τις καὶ ἀρτίπους ἐμπεριπατήσειεν;
お前もまた、不具でイチジクの木のように役に立たない精神を持ちながら、五体満足な者でさえろくに歩き回れないような金の半長靴を買っているのだから、これと同じことをしているのではないか。
§7ἐπεὶ δὲ ἐν τοῖς ἄλλοις καὶ τὸν Ὅμηρον ἐπρίω πολλάκις, ἀναγνώτω σοί τις αὐτοῦ λαβὼν τὴν δευτέραν τῆς Ἰλιάδος ῥαψῳδίαν, ἧς τὰ μὲν ἄλλα μὴ ἐξετάζειν·
お前は他の本に混じってホメロスをも何度も買い求めたのだから、誰かにお前のために『イリアス』の第二巻を手に取って読んでもらうがよい。 そのその他の部分については詮索しなくてよい。
οὐδὲν γὰρ αὐτῶν πρὸς σέ·
それらはお前には関係のないことだから。
πεποίηται δέ τις αὐτῷ δημηγορῶν παγγέλοιος ἄνθρωπος, διάστροφος τὸ σῶμα καὶ λελωβημένος.
だが、そこでは、身体が歪み、不具となった、極めて滑稽な男が演説している様子が描かれている。
ἐκεῖνος τοίνυν ὁ Θερσίτης ὁ τοιοῦτος εἰ λάβοι τὴν Ἀχιλλέως πανοπλίαν, οἴει ὅτι αὐτίκα διὰ τοῦτο καὶ καλὸς ἅμα καὶ ἰσχυρὸς ἂν γένοιτο, καὶ ὑπερπηδήσεται μὲν τὸν ποταμόν, ἐπιθολώσει δὲ αὐτοῦ τὸ ῥεῖθρον τῷ φόνῳ τῶν Φρυγῶν, ἀποκτενεῖ δὲ τὸν Ἕκτορα καὶ πρὸ αὐτοῦ τὸν Λυκάονα καὶ τὸν Ἀστεροπαῖον, μηδὲ φέρειν ἐπὶ τῶν ὤμων τὴν μελίαν δυνάμενος;
さて、そのテルシテスのような男が、もしアキレウスの武具一式を手に入れたとしたら、お前は、彼がそのことによってたちまち美しくかつ強くなり、川を飛び越え、フリュギア人たちの返り血でその流れを濁らせ、ヘクトルを、そしてその前にリュカオンやアステロパイオスを殺すことができると思うか。 肩にトネリコの槍を担ぐことさえできないというのに。
οὐκ ἂν εἴποις·
お前はそうは言わないだろう。
ἀλλὰ καὶ γέλωτα ἂν ὀφλισκάνοι χωλεύων ὑπὸ τῇ ἀσπίδι καὶ ἐπὶ στόμα καταπίπτων ὑπὸ τοῦ βάρους καὶ ὑπὸ τῷ κράνει ὁπότε ἀνανεύσειε δεικνὺς τοὺς παραβλῶπας ἐκείνους αὑτοῦ ὀφθαλμοὺς καὶ τὸν θώρακα ἐπαίρων τῷ τοῦ μεταφρένου κυρτώματι καὶ τὰς κνημῖδας ἐπισυρόμενος, καὶ ὅλως αἰσχύνων ἀμφοτέρους, καὶ τὸν δημιουργὸν αὐτῶν καὶ τὸν δεσπότην.
むしろ、彼は大盾の下で足を引きずり、その重さでうつ伏せに倒れ、兜の下から顔を上げるときには、あの斜視の目をむき出しにし、背中のこぶで胸当てを押し上げ、脛当てを引きずって、まったくもって、武具の制作者と持ち主の両方に恥をかかせて、大いなる物笑いの種になるだろう。
τὸ αὐτὸ δὴ καὶ σὺ πάσχων οὐχ ὁρᾷς, ὁπόταν τὸ μὲν βιβλίον ἐν τῇ χειρὶ ἔχῃς πάγκαλον, πορφυρᾶν μὲν ἔχον τὴν διφθέραν, χρυσοῦν δὲ τὸν ὀμφαλόν, ἀναγιγνώσκῃς δὲ αὐτὸ βαρβαρίζων καὶ καταισχύνων καὶ διαστρέφων, ὑπὸ μὲν τῶν πεπαιδευμένων καταγελώμενος, ὑπὸ δὲ τῶν συνόντων σοι κολάκων ἐπαινούμενος, οἳ καὶ αὐτοὶ πρὸς ἀλλήλους ἐπιστρεφόμενοι γελῶσι τὰ πολλά;
これと全く同じ状態にありながら、お前には見えていないのだ。 手には、紫色の皮の装丁をまとい、金色の軸頭を持った非常に美しい本を持ちながら、それをしどろもどろに読み、台無しにし、歪めてしまい、教養ある者たちからは嘲笑され、お前の周りにいるへつらい者たちからは称賛され、そのへつらい者たち自身も互いに顔を見合わせて、大抵は笑っているというのに。