§8θέλω γοῦν σοι διηγήσασθαί τι Πυθοῖ γενόμενον.
ともかく、ピュトで起こったある出来事を、お前に語って聞かせたい。
Ταραντῖνος Εὐάγγελος τοὔνομα τῶν οὐκ ἀφανῶν ἐν τῷ Τάραντι ἐπεθύμησεν νικῆσαι Πύθια.
タラスの名の知れた名士の一人で、名をエウアンゲロスというタラス人が、ピュティア祭で優勝したいと願った。
τὰ μὲν οὖν τῆς γυμνῆς ἀγωνίας αὐτίκα ἐδόκει αὐτῷ ἀδύνατον εἶναι μήτε πρὸς ἰσχὺν μήτε πρὸς ὠκύτητα εὖ πεφυκότι, κιθάρᾳ δὲ καὶ ᾠδῇ ῥᾳδίως κρατήσειν ἐπείσθη ὑπὸ καταράτων ἀνθρώπων οὓς εἶχε περὶ αὑτὸν ἐπαινούντων καὶ βοώντων ὁπότε καὶ τὸ σμικρότατον ἐκεῖνος ἀνακρούσαιτο.
さて、裸体競技種目については、体力面でも素早さの面でも生まれつき恵まれていなかったため、彼は最初から不可能だと判断したが、キタラ演奏と歌であれば、容易に勝利を収められると説得された。 彼の周りにいて、彼がほんの少しでも弦を掻き鳴らすたびに、称賛し叫び立てる、呪うべき奴らのせいで。
ἧκεν οὖν εἰς τοὺς Δελφοὺς τοῖς τε ἄλλοις λαμπρὸς καὶ δὴ καὶ ἐσθῆτα χρυσόπαστον ποιησάμενος καὶ στέφανον δάφνης χρυσῆς κάλλιστον, ὡς ἀντὶ καρποῦ τῆς δάφνης σμαράγδους εἶναι ἰσομεγέθεις τῷ καρπῷ·
そこで彼は、他の点でも華美に、とりわけ金糸をちりばめた衣装をしつらえ、月桂樹の実の代わりに、その実と同等の大きさのエメラルドをあしらった、この上なく美しい金の月桂冠を被ってデルポイにやって来た。
τὴν μέν γε κιθάραν αὐτήν, ὑπερφυές τι χρῆμα εἰς κάλλος καὶ πολυτέλειαν, χρυσοῦ μὲν τοῦ ἀκηράτου πᾶσαν, σφραγῖσι δὲ καὶ λίθοις ποικίλοις κατακεκοσμημένην, Μουσῶν μεταξὺ καὶ Ἀπόλλωνος καὶ Ὀρφέως ἐντετορνευμένων, θαῦμα μέγα τοῖς ὁρῶσιν.
さらに、キタラそのものときたら、美しさと贅沢さにおいて驚くべき代物であり、すべて純金で作られ、様々な意匠の印章や宝石で飾られ、その間にはムーサたち、アポロン、オルペウスが彫り込まれており、見る者にとって大いなる驚異であった。
§9ἐπεὶ δʼ οὖν ποτε καὶ ἧκεν ἡ τοῦ ἀγῶνος ἡμέρα, τρεῖς μὲν ἦσαν, ἔλαχεν δὲ μέσος αὐτῶν ὁ Εὐάγγελος ᾄδειν·
さて、いよいよ競技の日がやって来ると、参加者は三人であり、エウアンゲロスはその真ん中で歌うくじを引いた。
καὶ μετὰ Θέσπιν τὸν Θηβαῖον οὐ φαύλως ἀγωνισάμενον εἰσέρχεται ὅλος περιλαμπόμενος τῷ χρυσῷ καὶ τοῖς σμαράγδοις καὶ βηρύλλοις καὶ ὑακίνθοις·
そして、なかなかの見事さで競い終えたテーバイ人テスピスの後に、彼は金やエメラルド、緑柱石、ヒヤシンス石に全身を包まれて輝きながら登場した。
καὶ ἡ πορφύρα δὲ ἐνέπρεπε τῆς ἐσθῆτος, ἣ μεταξὺ τοῦ χρυσοῦ διεφαίνετο.
金の間から見え隠れする衣服の紫色も、実に見事な調和を見せていた。
τούτοις ἅπασι προεκπλήξας τὸ θέατρον καὶ θαυμαστῆς ἐλπίδος ἐμπλήσας τοὺς θεατάς, ἐπειδή ποτε καὶ ᾆσαι καὶ κιθαρίσαι πάντως ἔδει, ἀνακρούεται μὲν ἀνάρμοστόν τι καὶ ἀσύντακτον, ἀπορρήγνυσι δὲ τρεῖς ἅμα χορδὰς σφοδρότερον τοῦ δέοντος ἐμπεσὼν τῇ κιθάρᾳ, ᾄδειν δὲ ἄρχεται ἀπόμουσόν τι καὶ λεπτόν, ὥστε γέλωτα μὲν παρὰ πάντων γενέσθαι τῶν θεατῶν, τοὺς ἀθλοθέτας δὲ ἀγανακτήσαντας ἐπὶ τῇ τόλμῃ μαστιγώσαντας αὐτὸν ἐκβαλεῖν τοῦ θεάτρου·
これらすべてによって前もって劇場を圧倒し、観客を素晴らしい期待で満たしたものの、いざどうしても歌い、キタラを弾かなければならなくなったとき、彼は不調和で乱れた音をかき鳴らし、必要以上に激しくキタラに襲いかかったため、いっぺんに三本の弦を切ってしまった。 そして、不快で弱々しい声で歌い始めたので、観客全員から失笑が漏れ、競技の審判官たちはその不遜さに腹を立て、彼を鞭で打って劇場から追い出した。
ὅτεπερ καὶ γελοιότατος ὤφθη δακρύων ὁ χρυσοῦς Εὐάγγελος καὶ ὑπὸ τῶν μαστιγοφόρων συρόμενος διὰ μέσης τῆς σκηνῆς καὶ τὰ σκέλη καθῃματωμένος ἐκ τῶν μαστίγων καὶ συλλέγων χαμάθεν τῆς κιθάρας τὰς σφραγῖδας·
まさにその時、あの黄金づくしのエウアンゲロスが、涙を流しながら、鞭打ち役たちに舞台の真ん中を引きずられ、鞭のせいで両足に血を流し、キタラから床に落ちた印章を拾い集めるという、この上なく滑稽な姿を晒したのだった。
ἐξεπεπτώκεσαν γὰρ κἀκείνης συμμαστιγουμένης αὐτῷ.
というのも、キタラも彼と一緒に鞭で打たれたために、それらも抜け落ちてしまっていたからである。
§10μικρὸν δὲ ἐπισχὼν μετʼ αὐτὸν Εὔμηλός τις Ἠλεῖος εἰσέρχεται, κιθάραν μὲν παλαιὰν ἔχων, ξυλίνους δὲ κόλλοπας ἐπικειμένην, ἐσθῆτα δὲ μόγις σὺν τῷ στεφάνῳ δέκα δραχμῶν ἀξίαν·
しばらく間を置いて、彼の次に、エリス出身のエウメロスという男が登場した。 彼は古いキタラを持ち、それには木の糸巻きがついており、衣服と冠を合わせてもせいぜい十ドラクマほどの価値しかなかった。
ἀλλʼ οὗτός γε ᾄσας δεξιῶς καὶ κιθαρίσας κατὰ τὸν νόμον τῆς τέχνης ἐκράτει καὶ ἀνεκηρύττετο καὶ τοῦ Εὐαγγέλου κατεγέλα μάτην ἐμπομπεύσαντος τῇ κιθάρᾳ καὶ ταῖς σφραγῖσιν ἐκείναις.
しかし、この男は見事に歌い、芸術の規則に従ってキタラを弾いたので、勝利を収めて優勝を告げられ、キタラやあの印章をこれ見よがしに飾り立てていたエウアンゲロスの愚かさを嘲笑った。
καὶ εἰπεῖν γε λέγεται πρὸς αὐτόν·
そして、彼に向かって次のように言ったと伝えられている。
ὦ Εὐάγγελε, σὺ μὲν χρυσῆν δάφνην περίκεισαι, πλουτεῖς γάρ, ἐγὼ δὲ ὁ πένης τὴν Δελφικήν.
「エウアンゲロスよ、お前は金持ちだから金の月桂冠を被っているが、貧しい私はデルポイの月桂冠を被っている。
πλὴν τοῦτό γε μόνον ὤνησο τῆς σκευῆς, ὅτι μηδὲ ἐλεούμενος ἐπὶ τῇ ἥττῃ ἀπέρχῃ, ἀλλὰ μισούμενος προσέτι διὰ τὴν ἄτεχνόν σου ταύτην τρυφήν.
とはいえ、お前があの衣装から得た唯一の利益は、敗北に際して同情されることすらなく去ることになり、むしろその無粋な贅沢さのゆえに、嫌悪されて去ることになったという点だけだ。
περὶ πόδα δή σοι καὶ Εὐάγγελος οὗτος, παρʼ ὅσον σοί γε οὐδʼ ὀλίγον μέλει τοῦ γέλωτος τῶν θεατῶν.
」このエウアンゲロスはお前と瓜二つだが、お前の方は観客の笑いなどこれっぽっちも気にしていないという点だけが違う。
§11οὐκ ἄκαιρον δʼ ἂν γένοιτο καὶ Λέσβιον μῦθόν τινα διηγήσασθαί σοι πάλαι γενόμενον.
また、昔から伝わるレスボスの民話を一つ、お前に語るのも時宜にかなっているだろう。
ὅτε τὸν Ὀρφέα διεσπάσαντο αἱ Θρᾷτται, φασὶ τὴν κεφαλὴν αὐτοῦ σὺν τῇ λύρᾳ εἰς τὸν Ἕβρον ἐμπεσοῦσαν ἐκβληθῆναι εἰς τὸν μέλανα κόλπον, καὶ ἐπιπλεῖν γε τὴν κεφαλὴν τῇ λύρᾳ, τὴν μὲν ᾄδουσαν θρῆνόν τινα ἐπὶ τῷ Ὀρφεῖ, ὡς λόγος, τὴν λύραν δὲ αὐτὴν ὑπηχεῖν τῶν ἀνέμων ἐμπιπτόντων ταῖς χορδαῖς, καὶ οὕτω μετʼ ᾠδῆς προσενεχθῆναι τῇ Λέσβῳ, κἀκείνους ἀνελομένους τὴν μὲν κεφαλὴν καταθάψαι ἵναπερ νῦν τὸ Βακχεῖον αὐτοῖς ἐστι, τὴν λύραν δὲ ἀναθεῖναι εἰς τοῦ Ἀπόλλωνος τὸ ἱερόν, καὶ ἐπὶ πολύ γε σώζεσθαι αὐτήν.
トラキアの女たちがオルペウスを八つ裂きにしたとき、彼の首は竪琴とともにヘブロス川に落ち、黒い湾へと流れ着いたと言われている。 そして、その首は竪琴の上に浮かびながら、噂によればオルペウスへの哀歌を歌い、竪琴自体は、風がその弦に吹きつけるたびに音を響かせていたという。 このようにして、歌とともにレスボス島へ漂着し、島の者たちはそれを拾い上げて、首を現在彼らのバッコス神殿がある場所に埋葬し、竪琴をアポロンの神殿に奉納して、それは長い間そこに保存されていたという。