Humanitext Reader

琉善 · 致无知藏书者 §5-7

占有工具却缺乏才能的种种比喻

第 2 段,共 7 段 · 希腊语

内容简介

作者通过乐器、武器等多个具体事例,阐明占有工具却无相应才能的荒谬性,并将不学无术的藏书家比作给木义肢穿上名贵凉鞋的富翁。接着,作者引用《伊利亚特》中瑟西提斯穿戴阿喀琉斯铠甲的典故,揭露无知者手捧精美书卷却读得荒腔走板的丑态。

§5τίνος οὖν ἀγαθοῦ ὠνῇ ταῦτα, εἰ μὴ καὶ τὰς ἀποθήκας αὐτὰς τῶν βιβλίων ἡγῇ πεπαιδεῦσθαι τοσαῦτα περιεχούσας παλαιῶν ἀνδρῶν συγγράμματα;
那么,你买这些书到底是为了什么好处? 难道你以为,仅仅因为书库本身藏有那么多古人的著作,书库本身就有了教养吗?
καί μοι, εἰ δοκεῖ, ἀπόκριναι· μᾶλλον δέ, ἐπεὶ τοῦτό σοι ἀδύνατον, ἐπίνευσον γοῦν ἢ ἀνάνευσον πρὸς τὰ ἐρωτώμενα.
如果可以,请回答我;或者,既然这对你来说是不可能的,对于我的提问,你至少点头或摇头吧。
εἴ τις αὐλεῖν μὴ ἐπιστάμενος κτήσαιτο τοὺς Τιμοθέου αὐλοὺς ἢ τοὺς Ἰσμηνίου, οὓς ἑπτὰ ταλάντων ὁ Ἰσμηνίας ἐν Κορίνθῳ ἐπρίατο, ἆρʼ ἂν διὰ τοῦτο καὶ αὐλεῖν δύναιτο, ἢ οὐδὲν ὄφελος αὐτῷ τοῦ κτήματος οὐκ ἐπισταμένῳ χρήσασθαι κατὰ τὴν τέχνην;
如果一个不懂得吹笛的人,得到了提摩太或伊斯梅尼亚斯的笛子——就是伊斯梅尼亚斯在哥林多花七个塔兰同买下的那些——他难道会因此就能吹笛了吗? 还是说,因为他不懂得按这门艺术去使用,这份财产对他来说毫无益处?
εὖ γε ἀνένευσας· οὐδὲ γὰρ τοὺς Μαρσύου ἢ Ὀλύμπου κτησάμενος αὐλήσειεν ἂν μὴ μαθών.
你摇了头,很好;因为即使得到了马耳叙阿斯或奥林波斯的笛子,不经过学习也是无法吹奏的。
τί δʼ εἴ τις τοῦ Ἡρακλέους τὰ τόξα κτήσαιτο μὴ Φιλοκτήτης ὢν ὡς δύνασθαι ἐντείνασθαί τε αὐτὰ καὶ ἐπίσκοπα τοξεῦσαι;
那么,如果有人得到了赫拉克勒斯的弓,但他又不是菲罗克忒忒斯,无法拉开弓并射中目标,又会怎样?
τί σοι καὶ οὗτος δοκεῖ;
在你看来,这个人又如何?
ἆρʼ ἂν ἐπιδείξασθαί τι ἔργον τοξότου ἄξιον;
他难道能展现出任何配得上弓箭手的作为吗?
ἀνένευσας καὶ τοῦτο.
对这一点你也摇了头。
κατὰ ταὐτὰ δὴ καὶ ὁ κυβερνᾶν οὐκ εἰδὼς καὶ ἱππεύειν μὴ μεμελετηκὼς εἰ ὁ μὲν ναῦν καλλίστην παραλάβοι, τοῖς πᾶσι καὶ εἰς κάλλος καὶ εἰς ἀσφάλειαν κάλλιστα ἐξειργασμένην, ὁ δὲ ἵππον κτήσαιτο Μῆδον ἢ κενταυρίδην ἢ κοππαφόρον, ἐλέγχοιτο ἄν, οἶμαι, ἑκάτερος οὐκ εἰδὼς ὅ τι χρήσαιτο ἑκατέρῳ.
同样地,一个不懂得掌舵的人和一个从未练习过骑马的人,如果前者得到了一艘万事齐备、无论在美观还是在安全上都极其完美的最好船只,而后者得到了中亚、半人马种或烙有字母“考帕”的良马,我想,他们两人都会因为不知道如何使用各自的工具而显出原形。
ἐπινεύεις καὶ τοῦτο;
这一点你也点头了吗?
πείθου δὴ καὶ τοῦτό μοι ἐπίνευσον· εἴ τις ὥσπερ σὺ ἀπαίδευτος ὢν ὠνοῖτο πολλὰ βιβλία, οὐ σκώμματα οὗτος εἰς ἀπαιδευσίαν καθʼ ἑαυτοῦ ἐκφέροι;
那么请听从我,也对我点一点头吧:如果一个像你一样没有教养的人,买了很多书,他难道不会为自己的无教养招来嘲笑吗?
τί ὀκνεῖς καὶ τοῦτο ἐπινεύειν;
你为什么还迟疑着不点这一下头呢?
ἔλεγχος γάρ, οἶμαι, σαφὴς οὗτος, καὶ τῶν ὁρώντων ἕκαστος εὐθὺς τὸ προχειρότατον ἐκεῖνο ἐπιφθέγγεται, τί κυνὶ καὶ βαλανείῳ;
因为我想,这是一个明证,每一个看见的人都会立刻脱口说出那句最现成的话: “狗和浴室有什么关系?
§6καὶ ἐγένετό τις οὐ πρὸ πολλοῦ ἐν Ἀσίᾳ πλούσιος ἀνὴρ ἐκ συμφορᾶς ἀποτμηθεὶς τοὺς πόδας ἀμφοτέρους, ἀπὸ κρύους, οἶμαι, ἀποσαπέντας ἐπειδή ποτε διὰ χιόνος ὁδοιπορῆσαι συνέβη αὐτῷ.
” 就在不久前,亚洲有一个富人,遭遇不幸而被切断了双脚——我想是因为有一次他碰巧在雪地里行路,双脚被冻坏坏死了。
οὗτος τοίνυν τοῦτο μὲν ἐλεεινὸν ἐπεπόνθει, καὶ θεραπεύων τὴν δυστυχίαν ξυλίνους πόδας πεποίητο, καὶ τούτους ὑποδούμενος ἐβάδιζεν ἐπιστηριζόμενος ἅμα τοῖς οἰκέταις.
这个人的遭遇虽然可怜,但为了弥补这桩不幸,他做了一双木脚,穿上它们,在仆人们的搀扶下行走。
ἐκεῖνο δὲ γελοῖον ἐποίει, κρηπῖδας γὰρ καλλίστας ἐωνεῖτο νεοτμήτους ἀεί, καὶ τὴν πλείστην πραγματείαν περὶ ταύτας εἶχεν, ὡς καλλίστοις ὑποδήμασι κεκοσμημένα εἴη αὐτῷ τὰ ξύλα.
然而,他做的一件事却十分滑稽:他总是购买最新裁剪、最精美的凉鞋,并在这些鞋子上倾注最大的精力,好让他的木脚装饰上最美丽的鞋履。
οὐ ταὐτὰ οὖν καὶ σὺ ποιεῖς χωλὴν μὲν ἔχων καὶ συκίνην τὴν γνώμην, ὠνούμενος δὲ χρυσοῦς ἐμβάτας, οἷς μόλις ἄν τις καὶ ἀρτίπους ἐμπεριπατήσειεν;
你现在的所作所为,难道不也是一样吗? 你的心智是残缺且如无用的无花果木一般,却买来金色的半长靴,而这些鞋子连一个双脚健全的人穿上都很难行走。
§7ἐπεὶ δὲ ἐν τοῖς ἄλλοις καὶ τὸν Ὅμηρον ἐπρίω πολλάκις, ἀναγνώτω σοί τις αὐτοῦ λαβὼν τὴν δευτέραν τῆς Ἰλιάδος ῥαψῳδίαν, ἧς τὰ μὲν ἄλλα μὴ ἐξετάζειν·
既然在其他书中,你也多次买过荷马的著作,那就让谁拿来他的《伊利亚特》第二卷读给你听吧。
οὐδὲν γὰρ αὐτῶν πρὸς σέ· πεποίηται δέ τις αὐτῷ δημηγορῶν παγγέλοιος ἄνθρωπος, διάστροφος τὸ σῶμα καὶ λελωβημένος.
至于其中的其他内容,你不用去探究,因为那些与你无关;但书中描绘了一个由他塑造的、在众人面前演说的极其滑稽的人,他身体畸形且身有残疾。
ἐκεῖνος τοίνυν ὁ Θερσίτης ὁ τοιοῦτος εἰ λάβοι τὴν Ἀχιλλέως πανοπλίαν, οἴει ὅτι αὐτίκα διὰ τοῦτο καὶ καλὸς ἅμα καὶ ἰσχυρὸς ἂν γένοιτο, καὶ ὑπερπηδήσεται μὲν τὸν ποταμόν, ἐπιθολώσει δὲ αὐτοῦ τὸ ῥεῖθρον τῷ φόνῳ τῶν Φρυγῶν, ἀποκτενεῖ δὲ τὸν Ἕκτορα καὶ πρὸ αὐτοῦ τὸν Λυκάονα καὶ τὸν Ἀστεροπαῖον, μηδὲ φέρειν ἐπὶ τῶν ὤμων τὴν μελίαν δυνάμενος;
那么,像瑟西提斯那样的怪人,如果得到了阿喀琉斯的全身铠甲,你以为他会因此立刻变得既美丽又强壮,能够跳过河流,用弗里吉亚人的鲜血染浑河水,并杀死赫克托耳,在此之前还杀死吕卡翁和阿斯忒洛派俄斯吗? 他甚至连肩扛梣木长枪都做不到!
οὐκ ἂν εἴποις· ἀλλὰ καὶ γέλωτα ἂν ὀφλισκάνοι χωλεύων ὑπὸ τῇ ἀσπίδι καὶ ἐπὶ στόμα καταπίπτων ὑπὸ τοῦ βάρους καὶ ὑπὸ τῷ κράνει ὁπότε ἀνανεύσειε δεικνὺς τοὺς παραβλῶπας ἐκείνους αὑτοῦ ὀφθαλμοὺς καὶ τὸν θώρακα ἐπαίρων τῷ τοῦ μεταφρένου κυρτώματι καὶ τὰς κνημῖδας ἐπισυρόμενος, καὶ ὅλως αἰσχύνων ἀμφοτέρους, καὶ τὸν δημιουργὸν αὐτῶν καὶ τὸν δεσπότην.
你绝对不会这样说;相反,他只会招致嘲笑,在巨盾下步履蹒跚,在重负下摔个嘴啃泥,当他戴着头盔仰起头时,露出他那双斜视的怪眼,背上的驼峰把胸甲顶起,拖曳着护胫,使这套铠甲的制造者和主人都感到蒙羞。
τὸ αὐτὸ δὴ καὶ σὺ πάσχων οὐχ ὁρᾷς, ὁπόταν τὸ μὲν βιβλίον ἐν τῇ χειρὶ ἔχῃς πάγκαλον, πορφυρᾶν μὲν ἔχον τὴν διφθέραν, χρυσοῦν δὲ τὸν ὀμφαλόν, ἀναγιγνώσκῃς δὲ αὐτὸ βαρβαρίζων καὶ καταισχύνων καὶ διαστρέφων, ὑπὸ μὲν τῶν πεπαιδευμένων καταγελώμενος, ὑπὸ δὲ τῶν συνόντων σοι κολάκων ἐπαινούμενος, οἳ καὶ αὐτοὶ πρὸς ἀλλήλους ἐπιστρεφόμενοι γελῶσι τὰ πολλά;
你难道没有看见,自己也正遭受着同样的尴尬吗? 每当你手里拿着一本极其精美的书,包裹着紫色的皮封面,装有金色的书轴,你却用粗鲁不通的语言去阅读它,玷污并歪曲它,被有教养的人当成笑柄,却被身边的谄媚者吹捧,而那些谄媚者自己也常常互相使着眼色,暗地里发笑。

词汇与语法注释

  1. 5τίνος οὖν ἀγαθοῦ — 表示原因或目的的属格。译为“为了什么好处/益处”,引出对方为何买书的根本质问。
  2. 5μὴ Φιλοκτήτης ὢν ὡς δύνασθαι — 连词 ὡς 引导不定式 δύνασθαι,表示结果或程度(以至于能够)。带否定词 μὴ 的分词 ὢν 具有条件虚拟语气(如果他不是菲罗克忒忒斯的话)的色彩。
  3. 5κατά ταὐτὰ δὴ καὶ ὁ κυβερνᾶν οὐκ εἰδὼς... εἰ ὁ μὲν... ὁ δὲ... — 一个明显的破格句(anacoluthon)。句首的主格短语 ὁ κυβερνᾶν οὐκ εἰδὼς 和 ἱππεύειν μὴ μεμελετηκὼς 被置于主语位置,但紧接着插入了条件从句 εἰ ὁ μὲν... ὁ δὲ...,导致句法中断,主句最终以 <b>ἑκάτερος</b> 作为主语接续,使句首的主格悬空。
  4. 6ἀποσαπέντας — 修饰宾语(对格名词 τοὺς πόδας ἀμφοτέρους)的谓语性第二不定过去时被动分词,补充说明双脚因寒冷而“坏死”的结果状态。
  5. 7ἧς τὰ μὲν ἄλλα μὴ ἐξετάζειν — 关系代词 ἧς 的先行词是“第二卷(δευτέραν ῥαψῳδίαν)”。不定式 ἐξετάζειν 在此用作表示命令的不定式(infinitive of command),传达强烈的劝告。

引用这一段

琉善, 致无知藏书者 §5-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg028.humanitext-grc2:5-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。