Humanitext Reader

ルキアノス · 無学なくせにやたらと本を買い込む輩に §1-4

書物の所有と無教養の証明

1 / 7 箇所 · ギリシア語

要旨

語り手は、教養がないにもかかわらず大量の書物を買い集める男を激しく非難し、本をただ所有することと教養を身につけることは無関係であることを様々な例えや論理を交えて証明する。

§1καὶ μὴν ἐναντίον ἐστὶν οὗ ἐθέλεις ὃ νῦν ποιεῖς.
そして実に、お前の今していることは、お前が望んでいることとは正反対だ。
οἴει μὲν γὰρ ἐν παιδείᾳ καὶ αὐτὸς εἶναί τις δόξειν σπουδῇ συνωνούμενος τὰ κάλλιστα τῶν βιβλίων·
というのも、お前は熱心に最も美しい本を買い集めることで、自分自身も教養ある者であり、ひかつてのひとかどの人物であると思われるだろうと思っているからだ。
τὸ δέ σοι περὶ τὰ κάτω χωρεῖ, καὶ ἔλεγχος γίγνεται τῆς ἀπαιδευσίας πως τοῦτο.
しかしお前にとって事態は逆の方向へと進んでおり、これがどういうわけか、お前の無教養の証明となっている。
μάλιστα δὲ οὐδὲ τὰ κάλλιστα ὠνῇ, ἀλλὰ πιστεύεις τοῖς ὡς ἔτυχεν ἐπαινοῦσι καὶ ἕρμαιον εἶ τῶν τὰ τοιαῦτα ἐπιψευδομένων τοῖς βιβλίοις καὶ θησαυρὸς ἕτοιμος τοῖς καπήλοις αὐτῶν.
何よりも、お前は最も美しい本を買っているわけですらなく、手当たり次第に褒めそやす者たちを信じており、本についてそのように嘘のでっち上げをする者たちにとっての思いがけない獲物であり、本の切り売り商人たちにとっての手頃な宝庫なのだ。
ἢ πόθεν γάρ σοι διαγνῶναι δυνατόν, τίνα μὲν παλαιὰ καὶ πολλοῦ ἄξια, τίνα δὲ φαῦλα καὶ ἄλλως σαπρά, εἰ μὴ τῷ διαβεβρῶσθαι καὶ κατακεκόφθαι αὐτὰ τεκμαίροιο καὶ συμβούλους τοὺς σέας ἐπὶ τὴν ἐξέτασιν παραλαμβάνοις;
さもなければ、どれが古くて価値があり、どれがつまらなくて単に虫食いだらけのものか、どうやってお前に見分けることができようか。 もし、それらが虫に食われ、ずたずたに破れていることによって判断し、検査のために紙魚たちを相談相手として招き入れるのでなければ。
ἐπεὶ τοῦ ἀκριβοῦς ἢ ἀσφαλοῦς ἐν αὐτοῖς τίς ἢ ποία διάγνωσις;
というのも、それらの中にある正確なものや確実なものについて、誰が、あるいはどのような見分け方ができるというのか。
§2ἵνα δέ σοι δῶ αὐτὰ ἐκεῖνα κεκρικέναι, ὅσα ὁ Καλλῖνος εἰς κάλλος ἢ ὁ ἀοίδιμος Ἀττικὸς σὺν ἐπιμελείᾳ τῇ πάσῃ ἔγραψαν, σοὶ τί ὄφελος, ὦ θαυμάσιε, τοῦ κτήματος οὔτε εἰδότι τὸ κάλλος αὐτῶν οὔτε χρησομένῳ ποτὲ οὐδὲν μᾶλλον ἢ τυφλὸς ἄν τις ἀπολαύσειε κάλλους παιδικῶν;
だが、仮にお前に、カッリノスが美しく書き、あるいはあの名高いアッティコスが細心の注意を払って書き上げたような、まさにそれらの書物を見分ける能力があると譲歩して認めよう。 驚くべき友よ、その所有物はお前に何の役に立つのか。 お前はそれらの美しさを知ることもなく、また、盲人が少年の美しさを享受するのと何ら変わることなく、それらを決して用いることもないというのに。
σὺ δὲ ἀνεῳγμένοις μὲν τοῖς ὀφθαλμοῖς ὁρᾷς τὰ βιβλία, καὶ νὴ Δία κατακόρως, καὶ ἀναγιγνώσκεις ἔνια πάνυ ἐπιτρέχων, φθάνοντος τοῦ ὀφθαλμοῦ τὸ στόμα·
しかしお前は、目は開いた状態で本を見ており、実にあきれるほどに見ており、あるものは実に行を素早く流し読みして、目が口を追い越してしまっている。
οὐδέπω δὲ τοῦτό μοι ἱκανόν, ἢν μὴ εἰδῇς τὴν ἀρετὴν καὶ κακίαν ἑκάστου τῶν ἐγγεγραμμένων καὶ συνίῃς ὅστις μὲν ὁ νοῦς σύμπασιν, τίς δὲ ἡ τάξις τῶν ὀνομάτων, ὅσα τε πρὸς τὸν ὀρθὸν κανόνα τῷ συγγραφεῖ ἀπηκρίβωται καὶ ὅσα κίβδηλα καὶ νόθα καὶ παρακεκομμένα.
しかし、書かれていることの一つ一つの長所と短所を知り、全体の意図が何であるか、言葉の配置がどうであるか、また、どれほどのことが著者によって正しい基準に従って精密に仕上げられ、どれほどが偽物で、偽作で、規格外のものなのかを理解していなければ、私にとってこれはまだ十分ではない。
§3τί οὖν;
では何か?
φὴς καὶ ταὐτὰ μὴ μαθὼν ἡμῖν εἰδέναι;
お前は学んでいないのに、我々と同じことを知っていると言うのか?
πόθεν, εἰ μή ποτε παρὰ τῶν Μουσῶν κλῶνα δάφνης καθάπερ ὁ ποιμὴν ἐκεῖνος λαβών;
どうやってそんなことがあろうか。 あの羊飼いのように、かつてミューズたちから月桂樹の枝を受け取ったのでもない限り。
Ἑλικῶνα μὲν γάρ, ἵνα διατρίβειν αἱ θεαὶ λέγονται, οὐδὲ ἀκήκοας οἶμαί ποτε, οὐδὲ τὰς αὐτὰς διατριβὰς ἡμῖν ἐν παισὶν ἐποιοῦ·
というのも、女神たちが暮らしていると言われるヘリコン山については、お前は聞いたことすらないだろうと私は思うし、子供時代に我々と同じような学びをしてこなかったのだから。
σοὶ καὶ μεμνῆσθαι Μουσῶν ἀνόσιον.
お前にとっては、ミューズたちの名前を口にすることさえ不敬なことだ。
ἐκεῖναι γὰρ ποιμένι μὲν οὐκ ἂν ὤκνησαν φανῆναι σκληρῷ ἀνδρὶ καὶ δασεῖ καὶ πολὺν τὸν ἥλιον ἐπὶ τῷ σώματι ἐμφαίνοντι, οἵῳ δὲ σοί — καί μοι πρὸς τῆς Λιβανίτιδος ἄφες ἐν τῷ παρόντι τὸ μὴ σύμπαντα σαφῶς εἰπεῖν — οὐδὲ ἐγγὺς γενέσθαι ποτʼ ἂν εὖ οἶδʼ ὅτι ἠξίωσαν, ἀλλʼ ἀντὶ τῆς δάφνης μυρρίνῃ ἂν ἢ καὶ μαλάχης φύλλοις μαστιγοῦσαι ἀπήλλαξαν ἂν τῶν τοιούτων, ὡς μὴ μιᾶναι μήτε τὸν Ὀλμειὸν μήτε τὴν τοῦ Ἵππου κρήνην, ἅπερ ἢ ποιμνίοις διψῶσιν ἢ ποιμένων στόμασι καθαροῖς πότιμα.
なぜなら、あの女神たちは、頑丈で毛深く、体に太陽の光をさんざん浴びているような羊飼いに対してなら、姿を現すことをためらわなかっただろうが、お前のような男に対しては――お願いだから、リバノスの女神にかけて、今はすべてを露骨に語らないことを許してほしい――、近づくことさえ決してよしとしなかっただろうと私は確信している。 むしろ、月桂樹の代わりに、天人花やゼニアオイの葉で鞭打ち、お前のような者を追い払って、オーレイオス川や馬の泉を汚させないようにしただろう。 それらの泉は、渇いた家畜の群れや、羊飼いの清らかな口にのみ、飲むことを許されているのだから。
καίτοι οὐδέ, εἰ καὶ πάνυ ἀναίσχυντος εἶ καὶ ἀνδρεῖος τὰ τοιαῦτα, τολμήσειας ἄν ποτε εἰπεῖν ὡς ἐπαιδεύθης ἢ ἐμέλησέ σοι πώποτε τῆς ἐν χρῷ πρὸς τὰ βιβλία συνουσίας ἢ ὡς διδάσκαλός σοι ὁ δεῖνα ἢ τῷ δεῖνι συνεφοίτας.
それにしても、たとえお前がこの種のことにおいていかに恥知らずで大胆不敵であっても、自分が教育を受けたとか、本との密接な付き合いをかつて気にかけていたとか、誰それがお前の教師であったとか、誰それと一緒に学校に通っていたなどと主張する勇気は決してないだろう。
§4ἀλλʼ ἑνὶ τούτῳ μόνῳ πάντα ἐκεῖνα ἀναδραμεῖσθαι νῦν ἐλπίζεις, τῷ κτᾶσθαι πολλὰ βιβλία.
しかし、お前は今、ただこの一つのこと、すなわち多くの本を所有することによって、それらのすべてを取り戻すことができると期待しているのだ。
κατὰ δὴ ταῦτα, ἐκεῖνα ἔχε συλλαβὼν τὰ τοῦ Δημοσθένους ὅσα τῇ χειρὶ τῇ αὑτοῦ ὁ ῥήτωρ ἔγραψε, καὶ τὰ τοῦ Θουκυδίδου ὅσα παρὰ τοῦ Δημοσθένους καὶ αὐτὰ ὀκτάκις μεταγεγραμμένα εὑρέθη, καὶ ὅλως ἅπαντα ἐκεῖνα ὅσα ὁ Σύλλας Ἀθήνηθεν εἰς Ἰταλίαν ἐξέπεμψε·
それなら、デモステネスが自らの手で書いた自筆原稿をすべて、また、デモステネス自身が8回も書き写したのが見つかったというトゥキディデスの著作のすべてを、さらには、スッラがアテナイからイタリアへと送り出したもののすべてを、かき集めて手元に置くがいい。
τί ἂν πλέον ἐκ τούτου εἰς παιδείαν κτήσαιο, κἂν ὑποβαλόμενος αὐτὰ ἐπικαθεύδῃς ἢ συγκολλήσας καὶ περιβαλόμενος περινοστῇς;
それによって、お前が教養をさらにどれほど獲得できるというのか。 たとえそれらを枕の下に敷いて寝ようとも、あるいはそれらを糊でつなぎ合わせて体に巻きつけて歩き回ろうとも。
πίθηκος γὰρ ὁ πίθηκος, ἡ παροιμία φησί, κἂν χρύσεα ἔχῃ σύμβολα.
猿は、たとえ金の印を身につけていても、やはり猿だと諺にある通りだ。
καὶ σὺ τοίνυν βιβλίον μὲν ἔχεις ἐν τῇ χειρὶ καὶ ἀναγιγνώσκεις ἀεί, τῶν δὲ ἀναγιγνωσκομένων οἶσθα οὐδέν, ἀλλʼ ὄνος λύρας ἀκούεις κινῶν τὰ ὦτα.
したがって、お前もまた、手には本を持ち、常に読んではいるものの、読んでいる内容については何も知らず、竪琴の音を聴くロバのように耳を動かしているだけなのだ。
ὡς εἴ γε τὸ κεκτῆσθαι τὰ βιβλία καὶ πεπαιδευμένον ἀπέφαινε τὸν ἔχοντα, πολλοῦ ἂν ὡς ἀληθῶς τὸ κτῆμα ἦν ἄξιον καὶ μόνων ὑμῶν τῶν πλουσίων, εἰ ὥσπερ ἐξ ἀγορᾶς ἦν πριάσθαι τοὺς πένητας ἡμᾶς ὑπερβάλλοντας.
なぜなら、もし本を所有することが、その持ち主を教養ある者に仕立て上げるのだとしたら、その所有物は本当に大層価値のあるものになり、我々貧しい者たちを出し抜いて市場から買い占めることができる、お前たち金持ちだけのものになってしまうだろうからだ。
τίς δὲ τοῖς ἐμπόροις καὶ τοῖς βιβλιοκαπήλοις ἤρισεν ἂν περὶ παιδείας τοσαῦτα βιβλία ἔχουσι καὶ πωλοῦσιν, ἀλλʼ εἴ γε διελέγχειν ἐθέλεις, ὄψει μηδʼ ἐκείνους πολύ σου τὰ εἰς παιδείαν ἀμείνους, ἀλλὰ βαρβάρους μὲν τὴν φωνὴν ὥσπερ σύ, ἀξυνέτους δὲ τῇ γνώσει, οἵους εἰκὸς εἶναι τοὺς μηδὲν τῶν καλῶν καὶ αἰσχρῶν καθεωρακότας.
また、それほど多くの本を所有し、販売している商人や本売りたちと、誰が教養を競い合えただろうか。 しかし、もしお前が彼らをテストしてみたいなら、彼らも教養の点ではお前と大して変わらないこと、すなわちお前のように言葉づかいは野蛮であり、理解力においては愚かで、美しいものと醜いものの区別を全く見たことがない者にふさわしい状態であることを知るだろう。
καίτοι σὺ μὲν δύο ἢ τρία παρʼ αὐτῶν ἐκείνων πριάμενος ἔχεις, οἱ δὲ νύκτωρ καὶ μεθʼ ἡμέραν διὰ χειρὸς ἔχουσιν αὐτά.
それにしても、お前は彼ら自身から2、3冊買って持っているだけだが、彼らは夜も昼もそれらを手に持っているのだ。

語釈・文法注

  1. §1οἴει μὲν γὰρ ἐν παιδείᾳ καὶ αὐτὸς εἶναί τις δόξειν — 動詞 `οἴει`(思う)は未来不定詞 `δόξειν`(思われるだろう)を支配し、さらに `δόξειν` が不定詞 `εἶναι`(〜である)を支配している。`αὐτός` は主節の主語と同格であるため主格になっており、`εἶναι` の述語 `τις`(ひとかどの人物)および前置詞句 `ἐν παιδείᾳ`(教養の中にある)がそれにかかる。
  2. §1εἰ μὴ τῷ διαβεβρῶσθαι καὶ κατακεκόφθαι αὐτὰ τεκμαίροιο — `εἰ μὴ`(〜でなければ)に導かれる希求法 `τεκμαίροιο`(判断する)は、潜在的な仮定を表す。冠詞付き不定詞の与格 `τῷ διαβεβρῶσθαι καὶ κατακεκόφθαι`(虫に食われ、切り刻まれていることによって)は、手段または判断の基準を示す。`αὐτά` は不定詞の意味上の主語(対格)である。
  3. ¦p.v.3.p.176¦ἵνα δέ σοι δῶ αὐτὰ ἐκεῖνα κεκρικέναι — 接合詞 `ἵνα` +接続法 `δῶ`(与える、認める)は、ここでは目的ではなく「仮に〜と認めよう」という譲歩の意を表す慣用的な表現。完了不定詞 `κεκρικέναι`(判断したこと、鑑別したこと)は `δῶ` の直接目的語であり、その意味上の主語は与格 `σοι` である。
  4. ¦p.v.3.p.178¦οὐδὲ ἐγγὺς γενέσθαι ποτʼ ἂν εὖ οἶδʼ ὅτι ἠξίωσαν — `εὖ οἶδʼ ὅτι`(私はよく知っている、確信している)という親格的な挿入節により、直説法過去 `ἠξίωσαν` が導かれている。不変化詞 `ἄν` は `εὖ οἶδʼ ὅτι` よりも前に配置されているが、実際には `ἠξίωσαν` にかかり、過去の事実に反する帰結(〜しただろう)を形成している。
  5. ¦p.v.3.p.180¦εἴ γε τὸ κεκτῆσθαι τὰ βιβλία καὶ πεπαιδευμένον ἀπέφαινε τὸν ἔχοντα, πολλοῦ ἂν ὡς ἀληθῶς τὸ κτῆμα ἦν ἄξιον — 過去未完了直説法を用いた条件節 `εἴ... ἀπέφαινε` と、`ἄν` +過去未完了直説法を用いた帰結節 `ἂν... ἦν ἄξιον` は、現在の事実に反対の仮定(反実仮想)を表す。名詞化不定詞 `τὸ κεκτῆσθαι` が条件節の主語である。

この箇所を引用する

ルキアノス, 無学なくせにやたらと本を買い込む輩に §1-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg028.humanitext-grc2:1-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。