§18πῶς δὲ οὐ κἀκεῖνο αἰσχρόν, εἴ τις ἐν τῇ χειρὶ ἔχοντά σε βιβλίον ἰδών — ἀεὶ δέ τι πάντως ἔχεις — ἔροιτο οὗτινος ἢ ῥήτορος ἢ συγγραφέως ἢ ποιητοῦ ἐστι, σὺ δὲ ἐκ τῆς ἐπιγραφῆς εἰδὼς πρᾴως εἴποις τοῦτό γε· εἶτα, ὡς φιλεῖ τὰ τοιαῦτα ἐν συνουσίᾳ προχωρεῖν εἰς μῆκος λόγων, ὁ μὲν ἐπαινοῖ τι ἢ αἰτιῷτο τῶν ἐγγεγραμμένων, σὺ δὲ ἀποροίης καὶ μηδὲν ἔχοις εἰπεῖν;
また、お前が手に書物を持っているのを見て――お前はいつも必ず何かを持っているのだが――誰かが、それがどの弁論家、文筆家、あるいは詩人のものかと尋ね、お前が標題からそれを知って、穏やかに「これは誰それのものだ」と答え、その後、会合においてそのようなことが往々にして話が長引くように、相手が書かれている内容の何かを称賛したり非難したりしたときに、お前が途方に暮れて何も言うべき言葉を持たないとしたら、それもまた恥ずべきことではないか。
οὐκ εὔξῃ τότε χανεῖν σοι τὴν γῆν, κατὰ σεαυτοῦ ὁ Βελλεροφόντης περιφέρων τὸ βιβλίον;
その時お前は、自分自身に不利益をもたらす書物を携え歩くベレロポーンとして、大地が自分に向かって裂けることを願わないだろうか。
§19Δημήτριος δὲ ὁ Κυνικὸς ἰδὼν ἐν Κορίνθῳ ἀπαίδευτόν τινα βιβλίον κάλλιστον ἀναγιγνώσκοντα — τὰς Βάκχας οἶμαι τοῦ Εὐριπίδου, κατὰ τὸν ἄγγελον δὲ ἦν τὸν διηγούμενον τὰ τοῦ Πενθέως πάθη καὶ τὸ τῆς Ἀγαύης ἔργον — ἁρπάσας διέσπασεν αὐτὸ εἰπών,
ἄμεινόν ἐστι τῷ Πενθεῖ ἅπαξ σπαραχθῆναι ὑπʼ ἐμοῦ ἢ ὑπὸ σοῦ πολλάκις.
キュニコス派のデメトリオスは、コリントスにおいて、ある無教養な男が極めて美しい書物を読んでいるのを見て――思うにそれはエウリピデスの『バッコスのみこ』であり、ペンテウスの受難とアガウエの業を語る使者の報告の場面であったが――それをひったくって引き裂き、こう言った。 「ペンテウスにとっては、お前によって何度も引き裂かれるよりも、私によって一度引き裂かれる方がましだ」と。
Ζητῶν δὲ ἀεὶ πρὸς ἐμαυτὸν οὔπω καὶ τήμερον εὑρεῖν δεδύνημαι τίνος ἕνεκα τὴν σπουδὴν ταύτην ἐσπούδακας περὶ τὴν ὠνὴν τῶν βιβλίων·
私はいつも自分自身に問い続けながら、今日に至るまで、お前がなぜ書物の購入についてこれほどの熱意を注ぐのか、その理由を見出すことができずにいる。
ὠφελείας μὲν γὰρ ἢ χρείας τῆς ἀπʼ αὐτῶν οὐδʼ ἂν οἰηθείη τις τῶν καὶ ἐπʼ ἐλάχιστόν σε εἰδότων, οὐ μᾶλλον ἢ φαλακρὸς ἄν τις πρίαιτο κτένας ἢ κάτοπτρον ὁ τυφλὸς ἢ ὁ κωφὸς αὐλητὴν ἢ παλλακὴν ὁ εὐνοῦχος ἢ ὁ ἠπειρώτης κώπην ἢ ὁ κυβερνήτης ἄροτρον.
というのも、それらから得られる有益さや必要性など、お前のことを極めてわずかでも知っている者なら誰も考えもしないだろうからだ。 それは、禿頭の者が櫛を、盲人が鏡を、聾者が笛吹きを、宦官が側室を、内陸の住人が櫂を、あるいは船長が鋤を買い求めるのと少しも変わらない。
ἀλλὰ μὴ ἐπίδειξιν πλούτου σοι τὸ πρᾶγμα ἔχει καὶ βούλει τοῦτο ἐμφῆναι ἅπασιν, ὅτι καὶ εἰς τὰ μηδέν σοι χρήσιμα ὅμως ἐκ πολλῆς τῆς περιουσίας ἀναλίσκεις;
それとも、このことはお前にとって富の誇示であり、自分には何の役にも立たないものに対しても、有り余る財産から惜しみなく費やしているということをすべての人に示したいのだろうか。
καὶ μὴν ὅσα γε κἀμὲ Σύρον ὄντα εἰδέναι, εἰ μὴ σαυτὸν φέρων ταῖς τοῦ γέροντος ἐκείνου διαθήκαις παρενέγραψας, ἀπωλώλεις ἂν ὑπὸ λιμοῦ ἤδη καὶ ἀγορὰν προὐτίθεις τῶν βιβλίων· .
しかしながら、私のようなシリア人が知る限りでは、もしお前が、あの老人の遺言書に自らの名を書き込ませて紛れ込ませていなかったなら、お前はすでに飢えで滅びており、書物の売り立て市を開いていたことだろう。
§20λοιπὸν οὖν δὴ ἐκεῖνο, πεπεισμένον ὑπὸ τῶν κολάκων ὡς οὐ μόνον καλὸς εἶ καὶ ἐράσμιος ἀλλὰ σοφὸς καὶ ῥήτωρ καὶ συγγραφεὺς οἷος οὐδʼ ἕτερος, ὠνεῖσθαι τὰ βιβλία, ὡς ἀληθεύοις τοὺς ἐπαίνους αὐτῶν.
残るは、取り巻きたちから、お前が単に美しく魅力的であるだけでなく、他に類を見ないほどの知者であり、弁論家であり、文筆家であると説得されて、彼らの賛辞を真実にするために書物を買い集めている、ということだけである。
φασὶ δὲ σὲ καὶ λόγους ἐπιδείκνυσθαι αὐτοῖς ἐπὶ δείπνῳ κἀκείνους χερσαίων βατράχων δίκην διψῶντας κεκραγέναι, ἢ μὴ πίνειν, ἢν μὴ διαρραγῶσι βοῶντες.
彼らは、お前が晩餐の席で彼らに向かって自らの弁論を披露し、彼らは陸生の蛙のように喉を渇かせて叫び、叫び狂って破裂しそうにならない限り飲もうとしない、と言っている。
καὶ γὰρ οὐκ οἶδʼ ὅπως ῥᾷστος εἶ τῆς ῥινὸς ἕλκεσθαι, καὶ πιστεύεις αὐτοῖς ἅπαντα, ὅς ποτε κἀκεῖνο ἐπείσθης, ὡς βασιλεῖ τινι ὡμοιώθης τὴν ὄψιν, καθάπερ ὁ ψευδαλέξανδρος καὶ ὁ ψευδοφίλιππος ἐκεῖνος κναφεὺς καὶ ὁ κατὰ τοὺς προπάτορας ἡμῶν ψευδονέρων καὶ εἴ τις ἄλλος τῶν ὑπὸ τῷ ψευδο τεταγμένων.
実際、どういうわけか、お前は極めて鼻を引っ張られやすく、彼らの言うことをすべて信じてしまうのだ。 かつてお前は、自分がどこかの王に容姿が似ていると説得されたことがあったが、それはあたかも、あの偽アレクサンドロスや、あの偽フィリッポスである縮絨工や、我々の先祖の時代の偽ネロ、そしてその他「偽」という名の下に分類される者たちのようであった。
§21καὶ τί θαυμαστὸν εἰ τοῦτο ἔπαθες, ἀνόητος καὶ ἀπαίδευτος ἄνθρωπος, καὶ προῄεις ἐξυπτιάζων καὶ μιμούμενος βάδισμα καὶ σχῆμα καὶ βλέμμα ἐκείνου ᾧ σεαυτὸν εἰκάζων ἔχαιρες, ὅπου καὶ Πύρρον φασὶ τὸν Ἠπειρώτην, τὰ ἄλλα θαυμαστὸν ἄνδρα, οὕτως ὑπὸ κολάκων ἐπὶ τῷ ὁμοίῳ ποτὲ διαφθαρῆναι ὡς πιστεύειν ὅτι ὅμοιος ἦν Ἀλεξάνδρῳ ἐκείνῳ;
アンド、愚かで無教養な人間であるお前がこのような目に遭い、自分をなぞらえて喜んでいたあの人物の歩き方、物腰、まなざしを模倣し、胸を反らせて歩き回ったとしても、何の不思議があるだろうか。 あのエペイロスのピュロスでさえ、他の点では驚くべき人物でありながら、かつて取り巻きたちによって同様のことでそそり立てられ、自分があの(大)アレクサンドロスに似ていると信じ込んでしまったと伝えられているのだから。
καίτοι τὸ τῶν μουσικῶν τοῦτο, δὶς διὰ πασῶν τὸ πρᾶγμα ἦν·
もっとも、このことは音楽家たちの言う「二オクターブ」の隔たりがあったのだが。
εἶδον γὰρ καὶ τὴν τοῦ Πύρρου εἰκόνα·
というのも、私もピュロスの肖像画を見たことがある。
καὶ ὅμως ἐπέπειστο ἐκμεμάχθαι τοῦ Ἀλεξάνδρου τὴν μορφήν.
それなのに彼は、アレクサンドロスの容姿を完全に写し取っていると信じ込んでいたのだ。
ἀλλʼ ἕνεκα μὲν δὴ τούτων ὕβρισταί μοι εἰς τὸν Πύρρον, ὅτι σὲ εἴκασα κατὰ τοῦτο αὐτῷ·
しかし、これらのことのために、私がこの点でピュロスとお前を比較したことで、ピュロスに対して無礼を働いてしまったことになる。
τὸ δὲ ἀπὸ τούτου καὶ πάνυ σοι πρέπον ἂν εἴη.
だが、これに続く話はお前にもこの上なく相応しいだろう。
ἐπεὶ γὰρ οὕτω διέκειτο ὁ Πύρρος καὶ ταῦτα ὑπὲρ ἑαυτοῦ ἐπέπειστο, οὐδεὶς ὅστις οὐ συνετίθετο καὶ συνέπασχεν αὐτῷ, ἄχρι δή τις ἐν Λαρίσῃ πρεσβῦτις ξένη αὐτῷ τἀληθὲς εἰποῦσα ἔπαυσεν αὐτὸν τῆς κορύζης.
なぜなら、ピュロスがそのような状態にあり、自分についてそのように信じ込んでいたとき、誰もが彼に同意し、調子を合わせていたのだが、ついにラリサで、ある見知らぬ老婆が彼に真実を告げて、その思い上がりを治してやったからである。
ὁ μὲν γὰρ Πύρρος ἐπιδείξας αὐτῇ εἰκόνα Φιλίππου καὶ Περδίκκου καὶ Ἀλεξάνδρου καὶ Κασσάνδρου καὶ ἄλλων βασιλέων ἤρετο τίνι ὅμοιος εἴη, πάνυ πεπεισμένος ἐπὶ τὸν Ἀλέξανδρον ἥξειν αὐτήν, ἡ δὲ πολὺν χρόνον ἐπισχοῦσα,
Βατραχίωνι,
ἔφη,
τῷ μαγείρῳ·
ピュロスは彼女にフィリッポス、ペルディッカス、アレクサンドロス、カッサンドロス、その他の王たちの肖像画を示して、自分は誰に似ているかと尋ねた。 彼女がアレクサンドロスを指すだろうと完全に確信しながら。 しかし、彼女はしばらくの間見つめた後、「料理人のバトラキオンに」と言った。
καὶ γὰρ ἦν τις ἐν τῇ Λαρίσῃ Βατραχίων μάγειρος τῷ Πύρρῳ ὅμοιος.
というのも、ラリサには実際にバトラキオンというピュロスにそっくりの料理人がいたからである。