§46Ἀλήθεια
ἐπʼ αὐτῷ, εἰ δοκεῖ, Παρρησιάδῃ ποιησώμεθα τὸ τοιοῦτον, ἐπεὶ χρηστὸς ὦπται καὶ εὔνους ἡμῖν καὶ σέ, ὦ Φιλοσοφία, μάλιστα θαυμάζων, παραλαβόντα μεθʼ ἑαυτοῦ τὸν Ἔλεγχον ἅπασι τοῖς φάσκουσι φιλοσοφεῖν ἐντυγχάνειν.
真理よろしければ、そのような役割をパルレーシアデース自身に任せましょう。 彼は善良で私たちに好意的な人物であることが分かっていますし、哲学よ、あなたを何よりも崇敬しているのですから。 彼が「吟味」を同伴させて、哲学すると自称する者全員に会うように。
εἶθʼ ὃν μὲν ἂν εὕρῃ γνήσιον ὡς ἀληθῶς φιλόσοφον, στεφανωσάτω θαλλοῦ στεφάνῳ καὶ εἰς τὸ Πρυτανεῖον καλεσάτω, ἢν δέ τινι — οἷοι πολλοί εἰσι — καταράτῳ ἀνδρὶ ὑποκριτῇ φιλοσοφίας ἐντύχῃ, τὸ τριβώνιον περισπάσας ἀποκειράτω τὸν πώγωνα ἐν χρῷ πάνυ τραγοκουρικῇ μαχαίρᾳ καὶ ἐπὶ τοῦ μετώπου στίγματα ἐπιβαλέτω ἢ ἐγκαυσάτω κατὰ τὸ μεσόφρυον·
そして、彼が真に本物の哲学者であると見出した者は誰であれ、オリーブの枝の冠で戴冠し、プリュタネイオンに招くようにしなさい。 しかしもし、哲学を装う呪わしい男――そんなのはたくさんいますが――に遭遇したなら、粗末な外套を剥ぎ取り、山羊の毛刈り用の剃刀で髭を根こそぎ剃り落とし、額に刻印を押すか、眉の間に焼き印を押すように。
ὁ δὲ τύπος τοῦ καυτῆρος ἔστω ἀλώπηξ ἢ πίθηκος.
そして焼き印の形は狐か猿にせよ。
Φιλοσοφία
εὖ γε, ὦ Ἀλήθεια, φής·
哲学実に見事な提案です、真理よ。
ὁ δὲ ἔλεγχος, Παρρησιάδη, τοιόσδε ἔστω, οἷος ὁ τῶν ἀετῶν πρὸς τὸν ἥλιον εἶναι λέγεται, οὐ μὰ Δίʼ ὥστε κἀκείνους ἀντιβλέπειν τῷ φωτὶ καὶ πρὸς ἐκεῖνο δοκιμάζεσθαι, ἀλλὰ προθεὶς χρυσίον καὶ δόξαν καὶ ἡδονὴν ὃν μὲν ἂν αὐτῶν ἴδῃς ὑπερορῶντα καὶ μηδαμῶς ἑλκόμενον πρὸς τὴν ὄψιν, οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφόμενος, ὃν δʼ ἂν ἀτενὲς ἀποβλέποντα καὶ τὴν χεῖρα ὀρέγοντα ἐπὶ τὸ χρυσίον, ἀπάγειν ἐπὶ τὸ καυτήριον τοῦτον ἀποκείρας πρότερον τὸν πώγωνα ὡς ἔδοξεν.
パルレーシアデースよ、その「吟味」は、鷲が太陽に対して行うとされているものと同じようにしなさい。 もっとも、ゼウスにかけて、彼らに太陽の光を直視させて検査するというのではなく、金貨と名声と快楽を彼らの前に提示して、彼らのうちでこれらを侮蔑し、その光景に決して引き寄せられない者を見たら、その者こそをオリーブの枝で戴冠される者とし、一方、金貨を凝視し、それに手を伸ばしている者を見たら、以前に決定されたように、まずその髭を剃り落とした上で、焼き印のところへ連行しなさい。
§47Παρρησιάδης
ἔσται ταῦτα, ὦ Φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας ἢ πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους·
パルレーシアデースお安い御用です、哲学よ。 すぐに彼らの大部分がハゲ狐か猿の仮面を被った姿になり、冠を戴いているのはほんの僅かであるのを、目の当たりにすることでしょう。
εἰ βούλεσθε μέντοι, κἀνταῦθα ὑμῖν ἀνάξω τινὰς ἤδη αὐτῶν.
ですが、もしよろしければ、彼らのうちの何人かを今すぐここへ釣り上げてみせましょう。
Φιλοσοφία
πῶς λέγεις;
哲学どういうことですか。
ἀνάξεις τοὺς φυγόντας;
逃げた者たちを引き上げるというのですか。
Παρρησιάδης
καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς.
パルレーシアデースええ、まさに。 もし神官様が、ペイライエウスの漁師が奉納したあの釣り糸と釣り針をしばらく貸してくださるなら。
Ἱερεία
ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντα ἔχῃς.
神官さあ、お取りなさい。 全部揃うように、竿も一緒にね。
Παρρησιάδης
οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου.
パルレーシアデースそれでは神官様、干しイチジクもいくつか急ぎで、それから金貨も少しばかり私にください。
Ἱερεία
λάμβανε.
神官お受け取りなさい。
Φιλοσοφία
τί πράττειν ἁνὴρ διανοεῖται;
哲学あの男は何を企んでいるのでしょう。
δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν εἰς τὴν πόλιν.
釣り針に干しイチジクと金貨を餌として付け、城壁の端に腰掛けて、市街に向けて下ろしました。
τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς;
パルレーシアデース、あなたは何をしているのですか。
ἦ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ;
まさかペラスギコンから石でも釣り上げるつもりですか。
Παρρησιάδης
σιώπησον, ὦ Φιλοσοφία, καὶ τὴν ἄγραν περίμενε·
パルレーシアデース静かに、哲学よ。 そして獲物を待ちなさい。
σὺ δέ, ὦ Πόσειδον ἀγρεῦ καὶ Ἀμφιτρίτη φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων.
そして獲物をもたらすポセイドーンよ、愛するアンピトリーテーよ、私たちのもとへ多くの魚を送り上げてください。
§48Παρρησιάδης
ἀλλʼ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν·
パルレーシアデースいや、大物のスズキ、いや、むしろクロダイが見えます。
οὐκ, ἀλλὰ γαλεός ἐστιν.
いや、サメですね。
πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς·
とにかく、口を大きく開けて釣り針に近づいてきます。
ὤσφραται τοῦ χρυσίου·
金貨の匂いを嗅ぎつけました。
πλησίον ἤδη ἐστίν·
もうすぐそばです。
ἔψαυσεν·
触れました。
εἴληπται·
かかりました!
ἀνασπάσωμεν.
引き上げましょう。
καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα·
エレンコス、あなたも引いて!
Ἔλεγχε, συνεπιλαβοῦ τῆς ὁρμιᾶς.
エレンコス、一緒に糸を握って!
Ἔλεγχος
ἄνω ἐστί.
吟味上がりました。
φέρʼ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων;
さあ見せてみなさい、魚のなかでも最も優れた御方、お前は誰だ。
κύων οὗτός γε.
これは犬(キュニコス)ですね。
Ἡράκλεις τῶν ὀδόντων.
ヘーラクレースよ、なんという歯だ。
τί τοῦτο, ὦ γενναιότατε;
どういうことだ、最も気高き御方よ。
εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς;
岩陰に隠れ潜んでいれば見つからないと期待していたのに、そこで貪り食っているところを捕まったのか。
ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος.
だが今や、鰓で吊るされて皆の前に晒されることになる。
ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ.
さあ、針と餌を取り出そう。
μὰ Δίʼ ἔπιεν.
ゼウスにかけて、飲み込んでしまっている。
τουτὶ κενόν σοι τὸ ἄγκιστρον·
これが空の針です。
ἡ δʼ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ.
イチジクはすでに胃袋に収まり、金貨もお腹の中です。
Παρρησιάδης
ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπʼ ἄλλους δελεάσωμεν.
パルレーシアデースゼウスにかけて、吐き出させましょう。 他の者たちのために再び餌を仕掛けられるように。
εὖ ἔχει·
よし。
τί φής, ὦ Διόγενες;
どうですか、ディオゲネス。
οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ;
これが誰だか知っていますか、それともお前に少しは関係のある男ですか。
Διογένης
οὐδαμῶς.
ディオゲネスいいえ、全く。
Παρρησιάδης
τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι;
パルレーシアデースでは、彼の価値はいくらと言うべきでしょう。
ἐγὼ μὲν γὰρ δύʼ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην.
私は先日、彼を2オボロスと評価したのですが。
Διογένης
πολὺ λέγεις·
ディオゲネスそれは高すぎる。
ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος·
何しろ食べられないし、醜いし、硬いし、無価値だ。
ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας·
岩から真っ逆さまに投げ落としてしまいなさい。
σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον.
お前はまた針を下ろして、別のを釣り上げるのだ。
ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ.
しかし気をつけろ、パルレーシアデース、竿がしなって折れないようにな。
Παρρησιάδης
θάρρει, ὦ Διόγενες·
パルレーシアデースご安心を、ディオゲネス。
κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι.
彼らは軽いです。 カタクチイワシよりも軽いですから。
Διογένης
νὴ Δίʼ, ἀφυέστατοί γε·
ディオゲネスゼウスにかけて、実におバカな(アピュエスタトイ)奴らだ。
ἀνάσπα δὲ ὅμως.
ともかく引き上げなさい。